- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:32.25-34.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注疏了亚里士多德关于除土之外的所有元素皆曾被视作灵魂、以及前人通过运动、感觉和非物体性来定义灵魂并归结于本原的论述(405b8–405b21)。他阐明了灵魂的特质与诸本原之间的对应关系,并深入探讨了阿那克萨哥拉在不借助相似性的前提下主张理智认知万物所面临的困难。
" Πάντα γὰρ τὰ στοιχεῖα κριτὴν εἴληφε πλὴν τῆς γῆς." Τουτέστι τὸν ἐγκρίναντα ἕν τι στοιχεῖον εἶναι ἀρχήν τε καὶ τῇ ψυχῇ προσήκειν. οὐδεὶς δὲ μόνην τὴν γῆν,1 διὰ τὸ παχυμερὲς καὶ ἀκίνητον.
“因为除了土之外,所有元素都找到了裁决者。” 这就是说,找到了判定某一种元素是本原并适合于灵魂的人。但没有人单单判定土[是灵魂],因为土粗大且不动。
"Ὁρίζονται δὲ πάντες τὴν ψυχὴν τρισὶν ὡς εἰπεῖν, κινήσει, αἰσθήσει, τῷ ἀσωμάτῳ." Τὸ μὲν πρῶτον, ἐπειδὴ ἐκ τῶν τῷ ἐμψύχῳ ὑπαρχόντων εἰς τὰ τῇ ψυχῇ προσόντα ἀνεπέμπετο, μόνας αὐτῇ προσῆπτε κίνησίν τε καὶ αἴσθησιν· οὐ γὰρ ἦν τῷ ἐμψύχῳ προσὸν τὸ λεπτομερὲς ἢ τὸ ἀσώματον. ὕστερον δὲ ἐκ τῶν περὶ αὐτῆς εἰπόντων καὶ ἔτι διά τε τὸ εὐκίνητον καὶ διὰ τὸ δι’ ὅλου ἰέναι τοῦ σώματος καὶ τῷ ἀσωμάτῳ αὐτὴν ὁρίζεσθαι ὑπὸ πάντων λέγει,2 οὐ τῷ κυρίως λέγων ἀσωμάτῳ πάντως, ἀλλὰ ἀσώματον λέγων καὶ τὸ λεπτομερὲς σῶμα.
“而所有人都通过三件事物(可以说是通过运动、感觉、非物体性)来定义灵魂。” 起初,由于他是从有灵魂者所具有的性质回溯到属于灵魂自身的性质,因而只把运动和感觉归于灵魂;因为微细或非物体性并不属于有灵魂者。但后来,根据论述过灵魂的人们的看法,并且进一步由于灵魂易于运动以及由于它贯穿整个身体,亚里士多德说灵魂也被所有人通过非物体性来定义,这绝非指严格意义上的非物体,而是指他也把精细的物体称为非物体的。
"Τούτων δὲ ἕκαστον ἀνάγεται πρὸς τὰς ἀρχάς." Ὡς κατὰ τὴν πρὸς ἀρχὰς κοινωνίαν τῆς ψυχῆς ἕκαστον τούτων ὑπάρχειν τῇ ψυχῇ, τό τε κινητικὸν καὶ τὸ αἰσθητικὸν καὶ τὸ ἀσώματον. ὅτι μὲν οὖν τὸ ἀσώματον καὶ τὸ κινητικὸν ταῖς ἀρχαῖς προσήκει, νῦν παρῆκεν ὡς αὐτόθεν γνώριμον. τὸ γὰρ σωματικὸν καὶ τὸ κινούμενον πάντῃ σωματοειδῆ κίνησιν, μεριστὸν ὂν καὶ μεριστὴν ἔχον ἐνέργειαν καὶ διὰ τοῦτο τοῦ συνέχοντος δεόμενον, τοῖς αἰτιατοῖς ἀλλ’ οὐ ταῖς ἀρχαῖς προσήκει. τὸ δὲ κινητικὸν καὶ τὸ ἀσώματον ὡς αἴτια τούτων καὶ αὐτὸς ἐγκρίνει ἀρχικὰ εἶναι. ὅπως δὲ καὶ οἱ τὸ αἰσθητικὸν ἢ ἁπλῶς τὸ γνωστικὸν αὐτῇ ἀποδιδόντες κατὰ τὴν πρὸς τὰς ἀρχὰς οἰκειότητα καὶ αὐτὸ ἀπονέμουσι, λόγου καὶ νῦν ἠξίωσε·3 διὰ γὰρ τὸ οἴεσθαι τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεσθαι. τῆς δὲ τοιαύτης αἰτίας μόνον τὸν Ἀναξαγόραν ἐξαίρει, οὐχ ὡς μὴ καὶ τοῦτον τῇ ἀρχικῇ δυνάμει τὸ γνωστικὸν προσήκειν τιθέμενον (νοῦν γοῦν αὐτὴν τίθεται), ἀλλ’ ὅπερ καὶ σαφῶς ἐπάγει, ὡς μὴ καθ’ ὁμοιότητα ἡγούμενον γίνεσθαι τὴν γνῶσιν. ἀμιγῆ γὰρ ὄντα πρὸς τὰ ἄλλα τὸν νοῦν καὶ οὐδὲν ἔχοντα πρὸς αὐτὰ κοινόν, ἀλλ’ οὐδὲ μετεχόμενον ὑπ’ αὐτῶν (τοῦτο γὰρ τὸ ἀπαθὲς δηλοῖ) ὅμως γινώσκειν πάντα.
“而这些当中的每一项都被归纳于诸本原。” 这是说,按照灵魂与诸本原的分有关系,这些性质中的每一项——动能、感觉能和非物体性——都属于灵魂。非物体性与动能属于诸本原这一点,他此刻作为自明之事略过了。因为物体性的东西,以及完全以物体性运动被运动的东西,由于是可分的且具有可分的现实活动,并因之需要统持者,乃是属于被引起的结果,而不属于诸本原。相反,作为这些事物的原因的动能与非物体性,他自己也判定是本原性的。然而,那些把感觉性或单纯把认知性赋予灵魂的人,是如何根据与诸本原的亲缘性也将此能力分配给灵魂的,他如今认为值得讨论;因为这是出于认为同类由同类所认识。然而,他唯独将阿那克萨哥拉排除在这一原因之外,并非因为阿那克萨哥拉不设定认知性属于本原性的能力(无论如何他把它〔本原性的能力〕设定为理智),而是正如亚里士多德明确补充的那样,因为他不认为认知是根据相似性而发生的。因为理智尽管不与别物混合,与别物无共同之处,甚至不被它们分有(因为这就是无受性的含义),却依然认识万物。
"Τοιοῦτος δ’ ὢν πῶς γνωριεῖ καὶ διὰ τίν’ αἰτίαν, οὔτε ἐκεῖνος εἴρηκεν οὔτ’ ἐκ τῶν εἰρημένων ἐμφανές ἐστιν." Δι’ ὧν τὸ μὲν ἀμιγὲς τῆς κυρίως καὶ πρώτης ἀρχῆς πρὸς τὰ ἀπ’ αὐτῆς καὶ τὸ ἀπαθὲς ἀποδεχόμενος φαίνεται· τῷ δὲ ἐπισκήπτειν αὐτῷ ὡς μὴ εἰπόντι τὴν τῆς γνωρίσεως αἰτίαν, ἁπλῶς δὲ ἀμιγῆ μόνον εἰπόντι τὴν ἀρχήν, φαίνεται τὴν μὲν ὡς ἐν συστοίχοις ὁμοιότητα τῆς ἀρχῆς πρὸς τὰ ἀπ’ αὐτῆς μὴ ἀποδεχόμενος, οὐ προσιέμενος δὲ οὐδὲ τὸ παντελῶς ἀκοινώνητον. δεῖ γὰρ στῆναι κατὰ τὸ τοῦ γνωστοῦ εἶδος τὸ γινῶσκον· τοῦτο δὲ οὐκ ἦν τοῦ μηδεμίαν ἔχοντος πρὸς αὐτὸ κοινωνίαν. ἔδει οὖν καὶ ἐν τῇ ἀρχῇ ἀπολείπειν οὐ τὴν σύστοιχον πρὸς τὰ ἀπ’ αὐτῆς, ἀλλὰ τὴν κατὰ κρείττονα ἰδέαν καὶ αὐτὸ τοῦτο αἰτιώδη αὐτῶν πρόσληψιν, ἢ καὶ οὐχ ὁμοταγῶς, ἀλλὰ κατὰ τὴν ὑφειμένην πρὸς ἑαυτὴν ὁμοιότητα καὶ παράξει αὐτὰ καὶ γνωριεῖ.4 διὸ καὶ τοῖς τὰς στοιχειώδεις ἀρχὰς ἐν τῇ ψυχῇ θεμένοις ἐπισημαίνεται, ὡς εἰς τὴν κινουμένην τὰς τῶν κινουμένων ἀχωρίστους μεταφέρουσι. δῆλον δὲ ὡς καὶ οἱ ἓν τῶν ἐναντίων θέμενοι τὴν ψυχὴν γνωστικὴν ἀμφοῖν ὑπέλαβον, διὰ θατέρου καὶ τὸ λοιπὸν γινώσκουσαν, εἴπερ μία καὶ ἡ αὐτὴ τῶν ἐναντίων ἐπιστήμη.
“然而理智既是如此,它将如何认识以及出于何种原因,阿那克萨哥拉既没有说明,从他的言论中也不明朗。” 通过这些话,亚里士多德显然一方面赞同第一且严格意义上的本原对于从它而出的事物是不混合的和无受性的;但另一方面,通过责备他没有说明认识的原因,而仅仅断言本原是未混合的,亚里士多德显然既不赞同本原对于从它而出的事物具有同等并列项意义上的相似性,却也不允许完全的不相通。因为认知者必须依照可知者的形相而确立;而这对于与可知者没有任何相通者是不可能的。因此,人们也应当在本原之中保留的,不是与从它而出的事物并列同等的相似性,而是依照更卓越的相并且正因此是原因性的对它们的预先涵摄;抑或,本原将不是在同等序列中,而是按照朝向自身的次级相似性,既产生它们又认识它们。因此,对于那些在灵魂中设定元素性本原的人,他也作出了评注,认为他们把与受运动者不可分离的属性转移到了受运动者[灵魂]之中。显然,那些将对立面之一设定为灵魂的人,也认为灵魂能认知对立的双方,因为如果相反者的知识是一且相同的,它就能通过其一而认识其所余者。
- 1.61οὐδεὶς δὲ μόνην τὴν γῆν
在 οὐδεὶς δὲ μόνην τὴν γῆν 之后省略了前句承接而来的谓词动词(如根据 τὸν ἐγκρίναντα... εἶναι ἀρχήν τε καὶ τῇ ψυχῇ προσήκειν 省略了判定或选取之意),需补充为“没有人[判定]仅仅土[是本原与灵魂]”。
- 1.62ὕστερον δὲ ἐκ τῶν περὶ αὐτῆς εἰπόντων καὶ ἔτι διά τε τὸ εὐκίνητον καὶ διὰ τὸ δι’ ὅλου ἰέναι τοῦ σώματος καὶ τῷ ἀσωμάτῳ αὐτὴν ὁρίζεσθαι ὑπὸ πάντων λέγει
该句的主干由主动词 λέγει(主语隐含为亚里士多德)支配宾格加不定式结构(καὶ τῷ ἀσωμάτῳ αὐτὴν ὁρίζεσθαι ὑπὸ πάντων)。在此之下并列修饰着来源状语 ἐκ τῶν περὶ αὐτῆς εἰπόντων 以及两个表原因的介词短语 διά τε τὸ εὐκίνητον 和 διὰ τὸ δι’ ὅλου ἰέναι τοῦ σώματος。
- 1.63ὅπως δὲ καὶ οἱ τὸ αἰσθητικὸν ἢ ἁπλῶς τὸ γνωστικὸν αὐτῇ ἀποδιδόντες κατὰ τὴν πρὸς τὰς ἀρχὰς οἰκειότητα καὶ αὐτὸ ἀπονέμουσι, λόγου καὶ νῦν ἠξίωσε
由 ὅπως... ἀπονέμουσι 构成的间接疑问从句(“他们是如何……分配的”)前置作为主句动词 ἠξίωσε(主语为亚里士多德)的宾语,形成了倒置(hyperbaton)。λόγου 则是 ἠξίωσε 所要求的属格补足语(“认为值得论述”)。
- 1.64ἔδει οὖν καὶ ἐν τῇ ἀρχῇ ἀπολείπειν οὐ τὴν σύστοιχον πρὸς τὰ ἀπ’ αὐτῆς, ἀλλὰ τὴν κατὰ κρείττονα ἰδέαν καὶ αὐτὸ τοῦτο αἰτιώδη αὐτῶν πρόσληψιν, ἢ καὶ οὐχ ὁμοταγῶς, ἀλλὰ κατὰ τὴν ὑφειμένην πρὸς ἑαυτὴν ὁμοιότητα καὶ παράξει αὐτὰ καὶ γνωριεῖ
无人称动词 ἔδει 支配不定式 ἀπολείπειν,其宾语为 οὐ τὴν σύστοιχον... ἀλλὰ τὴν... πρόσληψιν。连词 ἤ 之后引出一个推论性从句(“否则[本原]将不是在同等序列中,而是按照朝向自身的次级相似性,既产生它们又认识它们”),其中 παράξει 和 γνωριεῖ 的隐含主语是前文的 ἡ ἀρχή(本原)。
