← 辛普里丘

亚里士多德《论灵魂》注释

§327.18-328.18

触觉器官的中道性与排斥单一元素的论证

注解亚里士多德《论灵魂》435a21,通过三项证明(基于中道的三段论、接受全部性质的要求,以及对骨骼等部位的经验归纳),阐明触觉器官作为接纳对立可触性质的中道,绝不可能单由土或任何其他单一元素构成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.200#1

" Πάντων γὰρ ἡ ἁφὴ τῶν ἁπτῶν ἐστιν ὥσπερ μεσότης, καὶ δεκτικὸν τὸ αἰσθητήριον οὐ μόνον ὅσαι διαφοραὶ γῆς εἰσιν, ἀλλὰ καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων ἁπτῶν ἁπάντων." Ἡ μὲν ἁφὴ δηλοῖ νῦν τὴν κριτικὴν αὐτὴν ἐνέργειαν τῆς τοιαύτης ζωῆς, τὸ δὲ αἰσθητήριον τὸ ὑποκείμενον αὐτῇ ὄργανον. μεσότης δὲ καὶ πᾶσα ἡ γνωστικὴ ἐνέργεια ἡ τῶν ἀντικειμένων οὖσα ἀντιληπτική· καὶ ὅταν μετ’ ὀργάνου ἐνεργῇ, χρὴ καὶ τὸ ὄργανον πρὸς τὴν ἐγγινομένην αὐτῷ ὑπὸ τῶν ἀντικειμένων ἐναντίαν πάθην μέσως ἔχειν, ὡς μηδὲν μᾶλλον τήνδε ἢ τήνδε προσίεσθαι, ἀλλ’ ὁμοίως ἀμφοτέρας, ἵν’ ἡ μὲν ἑκάτερον τῶν ἀντικειμένων ὁμοίως κρίνῃ, τὸ δὲ καὶ αὐτὸ ὡσαύτως ὑποδεχόμενον τὸ ἀμφοτέρων πάθος, ἐξ ἴσου τὴν ἐφ’ ἑκατέρου κρίσιν προκαλῆται. διότι οὖν τὰ ἁπτὰ οὐ μόνον ἐστὶ χθόνια, ἀλλ’ ἔνια μὲν χθόνια, ὡς τὸ ξηρὸν ἅμα καὶ ψυχρόν, ἔνια δὲ ἀέρια τὰ τούτοις ἀντικείμενα, ὡς τὸ θερμὸν ἅμα καὶ ὑγρόν, καὶ ὡς τὸ ὑγρὸν μὲν ἅμα καὶ ψυχρὸν ὑδραῖα, ὡς δὲ τὸ ξηρὸν ἅμα καὶ θερμὸν πύρεια, ἡ τούτων μεσότης οὐκ ἂν εἴη χθόνιος φύσει ψυχρὰ πάλιν οὖν ἐν δευτέρῳ σχήματι τὸ συμπέρασμα ἀκολουθεῖ μὴ εἶναι ἁπτικὸν αἰσθητήριον, εἴ γε τὸ μὲν ἁπτικὸν μέσον θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἡ δὲ γῆ οὐ μέση, κατὰ θάτερα μόνα ἀφοριζομένη. εἶτα καὶ δεύτερον συνάπτει τούτῳ συλλογισμὸν ὡς ἀκόλουθον, τὸ ἁπτικὸν αἰσθητήριον ἀξιοῦντα δεκτικὸν εἶναι1 οὐ τῶν χθονίων μόνον ποιοτήτων, ἀλλὰ καὶ τῶν ἐν τοῖς ἄλλοις στοιχείοις· τὸ δὲ χθόνιον σῶμα, ἕως μὲν ἂν ᾖ ὅπερ ἐστί, μὴ δέχεσθαι τὰς τῶν ἄλλων στοιχείων, ἀλλὰ φθείρεσθαι ἐν τῇ ἐκείνων παρουσίᾳ. οὐκ ἄρα τὸ δεκτικὸν τῶν ἁπτῶν πασῶν ποιοτήτων χθόνιον οἷόν τε εἶναι· τὸ γὰρ δεκτικὸν ὑπομένειν δεῖ ἐν τῇ παρουσίᾳ πασῶν ὧν ἂν ᾖ δεκτικόν, ἵνα καὶ δέχηται. καὶ ἐκ τρίτου τὸ αὐτὸ συμπεραίνεται ἐκ τῆς ἐναργείας καὶ ἐξ ἐπαγωγῆς. φαίνεται γὰρ σαφῶς καὶ τῶν ἐν τοῖς ζῴοις μορίων ὅσα μᾶλλον ἐπικρατοῦσαν ἔχει τὴν γῆν τῶν ἄλλων ἀμοιροῦντα αἰσθήσεως, οἷον ὀστᾶ, καίτοι ζῴων ὄντα μόρια, ὡς τοῦ χθονίου στοιχείου, οὐ μόνον τοῦ εἰλικρινοῦς στοιχείου, ἀλλὰ καὶ τοῦ μεμιγμένου μὲν ἐπικρατοῦντος δὲ φυτικῶς μὲν ἐνεργεῖν δυναμένου, αἰσθητικῶς δὲ ἀδυνατοῦντος· τὰ γὰρ τοιαῦτα μόρια τοῖς φυτοῖς ἔοικεν. ἐπιφέρει τοίνυν τὸ τοῦ ὅλου λόγου συμπέρασμα, ἄνευ μὲν ἁφῆς μηδὲν εἶναι ἀξιῶν ζῷον, ἐκ τῶν ἤδη προειρημένων τοῦτο λαμβάνων, ἁφὴν δὲ μὴ ἔχειν ποτὲ ἕν τι τῶν ἁπλῶν δύνασθαι, ἐκ τῶν νῦν ἀποδεδειγμένων ληφθέν.2 δέδεικται γὰρ ὡς οὔτε γῆς οὔτε ἐξ ἄλλου τινὸς τῶν ἁπλῶν ἐστι τὸ ἁπτικὸν ὄργανον, ἀλλ’ ἐν μεσότητι. ὡς γὰρ οὐ χθόνιον, ἐπειδὴ κατά τινας ὡρισμένας οὐσίωται καὶ οὐχὶ τῶν ἀντικειμένων ἐστὶ μέσον, τὸν αὐτὸν τρόπον οὔτε πύρειον οὔτε ὑδραῖον οἷόν τε εἶναι· οὐδὲ γὰρ τούτων τι ἐν μεσότητι οὐσίωται, ἀλλ’ ἔν τισιν ὡρισμέναις ἰδιότησι.

“因为触觉可以说是一切可触物的中道,并且感觉器官不仅能接受属于土的所有差异,而且能接受冷、热以及所有其他可触物。” “触觉”在此指这种生命的鉴别性活动本身,而“感觉器官”则指作为其基础的器官。凡领会对立者的认知活动也都是一种中道;而当它借由器官进行活动时,器官对于由对立者在其中产生的相反受动也必须处于中间状态,以便绝非接受此者多于彼者,而是同样接受二者,从而活动能同样地判别对立者的每一方,而器官本身亦同样接纳二者的受动,均等地引发对每一方的判别。因此,既然可触物不仅是土质的,而且有些是土质的(如既干燥又寒冷者),有些是与此对立的气质的(如既温热又湿润者),并且如既湿润又寒冷者那样〔有些〕是水质的,如既干燥又温热者那样〔有些〕是火质的,这些性质的中道便不可能由本性寒冷的土构成。因此,在第二格中再次得出结论,即〔土〕不是触觉感觉器官——如果触觉器官确是冷热干湿的中道,而土并非中道,仅仅受限于对立双方的一端。接着,他又顺理成章地附加上第二个三段论,该论证要求触觉感觉器官不仅要能接受土的性质,还要能接受其他元素之中的性质;而土质的身体只要保持其自身所是,就不能接受其他元素的性质,反而在它们出现时归于毁灭。因此,能接受一切可触性质者绝不可能是土质的;因为能接受者必须在它能接受的一切事物出现时持存,以便确实接受它们。第三,同样的事情从显明事实和归纳中得以推断。因为显然可见,在动物各部分中,凡土比其他元素更居于主导地位的部分,都无缘于感觉,例如骨头,尽管它们是动物的局部;由于土元素(不仅是纯粹的元素,而且包括混合但居于主导地位者)能够以植物的方式活动,却无法以感觉的方式活动;因为这类部分与植物相似。于是,他引出了整个论述的结论,认为没有任何动物能没有触觉(这是从前文已述的内容中得出的),并且任何单一元素都绝不可能具有触觉(这一前提是从现在证明的内容中获得的)。因为已经证明,触觉器官既非由土构成,亦非由其他任何单一元素构成,而是处于中道之中。因为正如它不是土质的,是由于〔土〕依某些确定的性质而具其实体,并非对立者的中道;同样地,它也不可能是火质或水质的;因为这些元素中没有任何一个是在中道中具其实体,而是在某些确定的固有属性中具其实体。

语法注2 条
  1. 3.200τὸ ἁπτικὸν αἰσθητήριον ἀξιοῦντα δεκτικὸν εἶναι

    现在分词 ἀξιοῦντα(阳性宾格单数)与前文的名词 συλλογισμόν 一致,表示“要求触觉感觉器官是……的三段论”。虽然在含义上其主体是亚里士多德,但在句法上它直接修饰三段论本身,构成了拟人化的修饰结构。

  2. 3.200ἐκ τῶν νῦν ἀποδεδειγμένων ληφθέν

    与前一行中修饰主语亚里士多德的 λαμβάνων(阳性主格单数分词)相对照,ληφθέν 是中性主格/宾格单数分词。它承接前文的不定式短语“任何单一元素都绝不可能具有触觉”,在句法上充当同格性说明,意为“[这一前提]是从现在证明的内容中获得的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:327.18-328.18