← 辛普里丘

亚里士多德《论灵魂》注释

§328.18-329.34

作为动物本质的触觉与为了良好存在的诸感觉

辛普里丘针对亚里士多德的文本(435a21–435b19)阐明,触觉是动物本质的构成要素,因此可触对象的过度在自身上毁灭动物,而其他感官的过度仅在偶性上导致整体毁灭。此外,他协调了味觉的定位,指出味觉所贡献的是长期的持存(良好存在)而非单纯的存在,因而可与其他远隔感官一同归入为了良好存在的感觉之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.200#2

καὶ συλλογιζόμενος μηδὲν εἶναι τῶν ἁπλῶν ζῷον, δηλονότι τῶν ἐν γενέσει καὶ φθορᾷ, οἷς καὶ αἰσθήσεως δεῖ πρὸς τὸ εἶναι ζῷα, καὶ ρον ὂν κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφήν,1 ἐξ ἀνάγκης ἁφὴν ἔχει. τὸ μ. ζῷον γίνεται ἐξ ἀνάγκης. τὸ οὖν ἁφὴν ἀναιροῦν ἀναιρεῖ τὸ ζῷον. ἀλλὰ καὶ ὁ μόνην ταύτην ἀναιρῶν ὡς ζῷον ἀναιρεῖ· μόνη γὰρ ἦν αὕτη ὡς ζῴου ἐξ ἀνάγκης συστατική. αἱ γὰρ πρότεραι τρεῖς εἶχον μέν τι καὶ ἀναγκαῖον καὶ αὗται, ἀλλ’ οὐχ ὡς ζῴου, ἀλλ’ ὡς πορευτικοῦ ζῴου συστατικαί, καθὰ ἤδη ὑπέμνησται· ἡ δέ γε γευστικὴ καὶ ὡς ζῴου συμπληρωτικὴ τὸ ἀναγκαῖον εἰσῆγε διὰ τὸ πρὸς τροφὴν χρήσιμον, ἀλλ’ οὐ διὰ τὸ τῶν κατ’ οὐσίαν συστατικῶν ποιοτήτων προηγουμένως γνωριστικόν. συστατικαὶ μὲν γὰρ αἱ παθητικαὶ ποιότητες, τούτων δὲ ἡ γεῦσις οὐ καθ’ αὑτήν, ἀλλὰ μόνων τῶν ἐγχύμων· καὶ καθὰ δὲ μετὰ ἁφῆς πάντως, γνωρίζει καὶ τὰς παθητικάς, οὐχ ὡς γεῦσις, ἀλλ’ ὡς ἁφή. μόνη οὖν καθ’ αὑτὴν ἡ ἁφὴ ἀναιρουμένη ἀναιρεῖ ὅλον τοῦ ζῴου τὸ ὄργανον. ἐνίοτε δὲ καὶ τῶν ἄλλων τις αἰσθήσεων συναναιρεῖ καὶ τὸ ὅλον, ἀλλ’ οὐ καθ’ αὑτήν, ὅταν συμβαίνῃ πρὸς τῇ ἀναιρέσει τοῦ οἰκείου αὐτῆς αἰσθητηρίου δι’ ἄλλην αἰτίαν ἀναιρεῖσθαι καὶ τὸ ἁπτικόν, οἷον εἰ ἐκ τοῦ βρονταίου ἤχου βλαβέντος τοῦ ἀκουστικοῦ ὀργάνου, συμβαίη διὰ τὴν ἀθρόαν καὶ σφοδρὰν τοῦ ἠχοῦντος πνεύματος τῷ ζῶντι σώματι πρόσπτωσιν καὶ αὐτὸ βλαβῆναι, οὐ διὰ τὸν ἦχον τὸ ὅλον βλαβέν, ἀλλὰ διὰ τὴν σφοδρὰν τοῦ ἠχητικοῦ πνεύματος πρὸς τὸ ὅλον ἁπτικὴν πρόσπτωσιν, ὡς ἁπτικὸν αὐτὸ ἀναιροῦσαν. οὕτω γὰρ ὁ ἰὸς ὁ θηριώδης τῇ γλώσσῃ προσπεσὼν φθείρει τὸ ὅλον, οὐχ ὡς πικρὸς οὐδὲ ᾗ γευστὸς ὅλως (τὴν γὰρ γεῦσιν ἂν μόνην διέφθειρεν), ἀλλ’ ᾗ ξηρὸς καὶ ᾗ ἀσύμμετρος τῷ ἁπτικῷ. ἃ δὴ καὶ Ἀριστοτέλης σαφῶς διαρθροῖ, ἕκαστον μὲν αἰσθητήριον ἀξιῶν ὑπὸ τῶν οἰκείων αἰσθητῶν ὑπερβαλλόντων φθείρεσθαι, οὐ μέντοι συναναιρεῖν πάντως καὶ τὸ ὅλον ζῷον, εἰ μὴ κατὰ συμβεβηκός, ὡς εἴρηται, τῷ καὶ τὸ ἁπτικὸν κατὰ συμβεβηκὸς ἕτερον τρόπον λυμαίνεσθαι,2 ὡς ἐπὶ ψόφου εἴρηται καὶ ὡς ἐπὶ τοῦ γευστοῦ. ἐπὶ μὲν ψόφου καὶ προσθεὶς τὸ κατὰ συμβεβηκὸς φθεῖρον τὴν ὦσιν, ἐπὶ δὲ ὄψεως καὶ ὀσμῆς ἀδιορίστως † ὑπὸ ἁπτόν, ὅταν τὸ δυνάμει ὂν ψυχρὸν ἢ ξηρὸν ἢ ἁπλῶς εἰπεῖν ἀσύμμετρον διὰ τὴν τῶν παθητικῶν ποιοτήτων ἀσυμμετρίαν φθεῖρον τὸ ὅλον, ἀλλ’ οὐχ ὡς δυσῶδες. οὕτω δὲ καὶ τὸ ὁρατὸν οἷον ἡ φλὸξ οὐχ ὡς φωτοειδὴς ἄγαν καὶ ἀσύμμετρος τῷ ὄμματι φθείρει τὸ ζῷον (ταύτῃ γὰρ μόνον τὸ ὁρατικόν), ἀλλ’ ὡς θερμὴ ἀθρόως ἐνίοτε προσπίπτουσα· προσπίπτει δὲ ὡς ἁπτὸν ἁπτικῷ τῷ ὅλῳ. περὶ δὲ τοῦ χυμοῦ εἴρηται ὅπως φθείρει, ὅτι καὶ αὐτὸς κατὰ συμβεβηκός. ἡ μέντοι τῶν ἁπτῶν ὑπερβολὴ καθ’ αὑτὴν καὶ οὐ κατὰ συμβεβηκὸς ἀναιρεῖ τὸ ζῷον. ὡς γὰρ καὶ τῶν ἄλλων τὸ οἰκεῖον αἰσθητήριον ἡ τοῦ οἰκείου αἰσθητοῦ ὑπερβολὴ φθείρει, οὕτω καὶ τὸ ἁπτικὸν ἡ τοῦ ἁπτοῦ ὑπερβολή, ἀλλ’ ἐπεὶ κατὰ τὸ ἁπτικὸν τῷ ζῴῳ ὡς ζῴῳ τὸ εἶναι, ἅμα τε ὡς ἁπτικὸν φθείρεται καὶ ὡς ζῷον.

并且,他推论出简单物体中没有任何一个是动物——显然是指在生成与消灭之中的那些物体,对于它们而言,为了成为动物也需要感觉——而依据换质位换位法,凡是[动物]者必然具有触觉。[……]动物必然产生。因此,取消触觉者便取消了动物。不仅如此,单单取消这一触觉的人,也是取消了作为动物的[动物];因为唯独触觉作为动物而言是必然构成的。因为先前的三种感觉虽然本身也具有某种必然性,但构成的不是作为动物的[动物],而是作为可行走的动物,正如已经提醒过的那样;而味觉虽然对于作为动物而言也是充实的,但它是因其对营养有用而引入了必然性,而不是因其首要地认识依实体构成的性质。因为受动性性质是构成性的,但味觉就其自身而言并不认识这些性质,而仅仅认识具有滋味之物;并且只要它完全伴随着触觉,它也认识受动性性质,但不是作为味觉,而是作为触觉来认识。因此,唯独触觉就其自身被取消时,取消了动物的整个器官。然而有时其他感觉中的某一种也会同时取消整体,但不是就其自身而言,而是当伴随着其固有感觉器官的取消,由于另一个原因触觉器官也被取消时发生的情况,例如由于雷鸣般的声响导致听觉器官受损时,若因发声的气息对有生命的身体猛烈而骤然的冲击,身体本身也受到损害,整体受损并非因声音之故,而是因发声气息对整体剧烈的触觉冲击,从而取消了作为触觉器官的身体。因为同样地,野兽的毒液落入舌头时毁灭了整体,并不是作为苦的,也完全不是就其作为可尝物而言(因为那样它将仅仅毁灭味觉),而是就其作为干燥的以及就其对触觉器官不相称而言。这些事情亚里士多德也确实作了清晰的划分,他认为各个感觉器官因其固有的过度感觉对象而被毁灭,但这绝不必然同时取消整个动物,除非是偶性地,正如已经说过的,这是由于偶性地以另一种方式损害了触觉器官,如在声音的情况中所述,以及在可尝物的情况中所述。在声音的情况下,他还补充了偶性地造成毁灭的推力,而在视觉和嗅觉的情况下,则是非限定地†在触觉对象之下†[偶性地毁灭],即当潜能上冷或干燥、或简言之不相称的事物,由于受动性质的不相称而毁灭整体时,而非作为发臭之物。同样地,可见之物如火焰,也并非作为过于如光般明亮且对眼睛不相称而毁灭动物(因为在这方面它仅仅毁灭视觉器官),而是作为温热之物有时骤然撞击而毁灭动物;而它是作为可触物撞击作为触觉器官的整体的。关于滋味,已经说明了它是如何毁灭的,即它本身也是偶性地毁灭。然而,可触物的过度则是就其自身而非偶性地取消动物。因为正如在其他感觉中,固有感觉对象的过度毁灭固有的感觉器官,同样可触对象的过度也毁灭触觉器官;但是由于动物作为动物的存在是依触觉器官而定的,所以在作为触觉器官被毁灭的同时,它作为动物也被毁灭了。

§3.201

"Τὰς δὲ ἄλλας αἰσθήσεις ἔχει τὸ ζῷον, ὥσπερ εἴρηται, οὐ τοῦ εἶναι ἕνεκα, ἀλλὰ τοῦ εὖ, οἷον ὄψιν." Ὅτι μὲν ὄψιν καὶ ἀκοὴν καὶ ὄσφρησιν οὐ πρὸς τὸ εἶναι τὸ ζῷον ὡς ζῷον συντελούσας ἔχει, ἱκανῶς διὰ τῶν προειρημένων διώρισται, ἀλλὰ πρὸς τὸ εὖ. ὡς γὰρ πορευτικῷ συνετέλουν τῷ ζῴῳ· ὡς δὲ πορευτικὸν τοῦ ζῴου ἁπλῶς τελειότερον. ἡ δὲ γεῦσις καὶ ὡς ζῴῳ ἐδόκει εἶναι ἀναγκαία· νῦν δὲ ταῖς πρὸς τὸ εὖ εἶναι συντελούσαις συναριθμεῖται. καὶ γὰρ ἄμφω ἀληθῆ, ἐρῶ, διότι πρὸς τὸ διαμένειν μᾶλλον τῷ ζῴῳ καὶ πρὸς τὸ ἐπὶ πλέον εἶναι, ἀλλ’ οὐ πρὸς τὸ εἶναι ἁπλῶς συντελεῖ. ἐπεὶ δὲ τὸ εἶναι ἀληθεύει καὶ κατὰ τῶν κατὰ μίαν φέρε ὥραν ὄντων καὶ ὁποστονοῦν μόριον καὶ κατὰ τῶν ἐνιαυσιαῖον καὶ πλείονα χρόνον ζώντων, ἡ δὲ τροφὴ οὐ πρὸς τὸ ὡριαῖον εἶναι συντελεῖ, ἀλλὰ πρὸς τὸ ἐνιαυσιαῖον εἶναι, ᾗ μὲν ὅλως πρὸς τὸ εἶναι,3 ταύτῃ κοινωνεῖ τῇ ἁπτικῇ, ᾗ δὲ οὐχ ἁπλῶς πρὸς τὸ εἶναι, ἀλλὰ πρὸς τὸ ἐπὶ μέτρον χρόνου πλέον, ἐν ᾧ οὐ δυνατὸν ἄνευ τροφῆς ζῆν, ταύτῃ κρείττων τῆς ἁφῆς ἡ γεῦσις καὶ τελειοτέρα, διότι καὶ ἡ ἐπὶ πλέον τοῦ εἶναι μετουσία τελειοτέρα.

“正如已经说过的,动物具有其他感觉并不是为了存在,而是为了良好存在,例如视觉。” 动物具有视觉、听觉和嗅觉并不是为了促成动物作为动物的存在,而是为了良好存在,这一点通过前文所述已经得到了充分的界定。因为它们是促成了作为可行走的动物;而作为可行走的动物,比单纯的动物更为完全。另一方面,味觉对于作为动物而言似乎也是必然的;但现在它被列入了促成良好存在的感觉之中。我将说明,两者都是真实的,因为它更有助于动物的持存和更长久地存在,而不是有助于单纯的存在。既然存在不仅适用于比方说仅存在一个时辰或无论多么微小部分的生物,也适用于生活一年乃至更长时间的生物,而食物所促成的不是一时的存在,而是促成一年的存在,因此,就其完全导向存在而言,在这一点上它与触觉相通;但就其并非单纯导向存在,而是导向在更长的时间度量中存在而言(在其中没有食物就无法生存),在这一点上味觉优于触觉且更为完全,因为更多地分有存在本身就是更为完全的。

语法注3 条
  1. 3.200κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφήν

    逻辑学专门术语,指“通过对偶进行换位”(换质位法)。表明由前述前提“任何简单物体皆非动物”逆推导出“凡是动物者必具触觉”的推论步骤。

  2. 3.200τῷ καὶ τὸ ἁπτικὸν κατὰ συμβεβηκὸς ἕτερον τρόπον λυμαίνεσθαι

    带定冠词的不定词与格结构 τῷ λυμαίνεσθαι 作原因状语,修饰主句,解释为何其他感觉对象仅是偶性地毁灭整个动物:“由于偶性地以另一种方式损害了触觉器官”。

  3. 3.201ᾗ μὲν ὅλως πρὸς τὸ εἶναι, ταύτῃ κοινωνεῖ τῇ ἁπτικῇ, ᾗ δὲ οὐχ ἁπλῶς πρὸς τὸ εἶναι

    由关系副词 ᾗ 与指示副词 ταύτῃ 构成的两重相关句式(ᾗ μέν ..., ταύτῃ ... 与 ᾗ δέ ..., ταύτῃ ...),对比梳理了味觉的双重性质:一方面就一般地导向存在而言与触觉相通,另一方面就促成更长久的存续而言优于触觉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:328.18-329.34