- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:326.1-327.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于动物身体不可能由单一简单物体(元素)构成的论断,辛普利丘解释了为何天体以及火、气、水均无法充当触觉器官,重点分析了它们微细颗粒的本性以及避免直接受动的要求。
" Ὅτι δ’ οὐχ οἷόν τε ἁπλοῦν εἶναι τὸ τοῦ ζῴου σῶμα φανερόν." Σαφῶς ἐν τῇ προτάσει τὸν προκείμενον αὐτῷ ἀφορίζει σκοπὸν τὸν δεικτικὸν τοῦ μηδὲν εἶναι σῶμα ἁπλοῦν αἴσθησιν ἔχον,1 τουτέστι μηδὲ ζῷον εἶναι· πᾶν γὰρ ζῷον αἰσθητικόν. πέντε γὰρ ὄντων ἁπλῶν τὸ μὲν θεῖον πάσης ἐξαιρεῖ αἰσθήσεως, καὶ οὐδὲ προὔκειτο περὶ ἐκείνου τι νῦν, ἐπειδὴ περὶ τῆς ἐν θνητοῖς ζῴοις ψυχῆς ἐξ ἀρχῆς ἦν ὁ λόγος. περὶ δὲ τῶν ἄλλων ἑκάστου ποιεῖταί τινα λόγον, οὐ μόνον ὡς εἰλικρινῶς ἁπλοῦν μένον οὐχ ἕξει ἁφήν, ἀλλὰ καὶ τὸ ἐν τῇ πρὸς τὰ ἄλλα μίξει ἄγαν ἐπικρατοῦν, ὡς ἐν τοῖς φυτοῖς ἡ γῆ. πῶς οὖν δείκνυσι; πᾶν ζῷον ἀξιοῖ, ὡς καὶ ἐπιδέδεικται, πάντως ἁφὴν ἔχειν, μηδὲν δὲ ἁπλοῦν ἁπτικὸν εἶναι. τοῦτο δὲ οὔπω ἐν τούτοις δεδειγμένον κατασκευάζει, ἐπὶ ἑκάστου τῶν ὑπὸ σελήνην ἁπλῶν ποιούμενος τὸν λόγον, τὸ μὲν πύρειον καὶ ἀέριον καὶ ὑδραῖον συγχωρῶν ἐνταῦθα αἰσθητήριον γίνεσθαι, ἀλλ’ οὐχ ἁπτικά, τὴν δὲ γῆν οὐδὲ ἐπικρατοῦσαν ὅλως γίνεσθαι αἰσθητικήν. συγχωρεῖ δὲ τὸ πύρειον οὐχ ὡς δοκοῦν ἑαυτῷ, ἀλλ’ ἴσως ὡς ὑπὸ τοῦ Πλάτωνος λεγόμενον. ἐκεῖνος γὰρ τῇ ὄψει τὸ πύρειον ἀπονέμει, καθάπερ αὐτὸς τὸ ὕδωρ· ἐπεί, ὡς ἐν τῷ δευτέρῳ εἴρηκεν, τὸ πῦρ καθ’ αὑτὸ διὰ τὸ φθαρτικὸν μὴ γενέσθαι αἰσθητήριον, μιγνύμενον δὲ τοῖς ἄλλοις ἑκασταχοῦ. ὅπερ δὴ καὶ ἐκεῖ ἐνε οὐ παντελ οὖν μᾶλλον λε κόν ποτε γίνεσθαι τὸ προσπῖπτον τοῖς αἰσθητοῖς ρείσεως δεῖται καὶ οὐκ ἰσχύος εὐθὺς ὑπὸ τοῦ ἁπτοῦ διαλύεσθαι λεπτομερὲς ὄν· εὐπαθὲς γὰρ τὸ λεπτομερές. διὸ τὰ ὅσα λεπτομερῆ στοιχεῖα αἰσθητήρια μὲν γίνεται, οὐκ ἀμέσως δὲ τῶν αἰσθητῶν γνωριστικά, ἀλλὰ τῶν διὰ μέσου τινὸς αὐτῶν ἀντιληπτικά, ἵνα μὴ τὸ πάθος ἀσύμμετρον αὐτοῖς γινόμενον εὐπαθέσιν οὖσι διὰ λεπτομέρειαν, ἐν τῇ ἀμέσῳ τῶν αἰσθητῶν προσβολῇ πάντως τι δρώντων εἰς τὸ αἰσθητήριον, κολούῃ καὶ διαφθείρῃ τὴν ἁπτικὴν ἐνέργειαν. οὐκ ἔσται οὖν ἁπτικά. τὰ γὰρ ἁπτικὰ τῷ αὐτῶν ἅπτεσθαι τῶν αἰσθητῶν ἔστιν αὐτὸ τοῦτο ὅπερ λέγεται ἁπτικά, κριτικῶς δηλονότι αὐτῶν καὶ ἀμέσως ἐχόμενα, ὅθεν καὶ ὠνόμασται. ἡ γὰρ πρώτη θέσις τοῦ ὀνόματος ἐπὶ τῶν, ὡς ἐν τῇ Φυσικῇ διώρισται, παρακειμένων, ὧν τὰ πέρατα ἅμα, κἂν μὴ ζῶντα μηδὲ αἰσθανόμενα ᾖ τὰ οὕτω παρακείμενα. ἡ δὲ ὡς αἴσθησις λεγομένη ἁφὴ κριτικὴ μέν ἐστιν ἐνέργεια, ὀνομάζεται δὲ καὶ αὐτὴ ἐκ τῆς παραθέσεως τῆς τὰ πέρατα ἅμα τῶν παρακειμένων ποιούσης. ἡ γὰρ διὰ μέσου ἑτέρου αἰσθητικὴ γνῶσις προσβάλλουσα τῷ αἰσθητῷ δόξειε μὲν ἂν εἶναι κατ’ αὐτὴν τὴν προσβολὴν ἁφή τις καὶ αὐτή, οὐ μὴν κυρίως οὐδὲ ἁπλῶς· οὐ γὰρ τὰ πέρατα ἅμα τοῦ τε αἰσθητικοῦ καὶ τοῦ αἰσθητοῦ γίνεται τότε. ἡ μέντοι κυρίως ἁπτικὴ αἴσθησις ἐκεῖ προσθείς, ἐπειδὴ καὶ ἐπὶ τῆς ἁπτικῆς τὸ προηγούμενον οὐκ ἐν σαρκὶ οὐδὲ νεύροις οὐδὲ ἔν τινι μορίῳ προσεχῶς τοῦ ἁπτοῦ ἐφαπτομένῳ τίθεται, ἀλλ’ ἐν τῷ διὰ μέσων τούτων ἀντιληπτικῷ τοῦ ἁπτοῦ. διότι δὲ τὸ μέσον οὐκ ἔξωθεν, ὡς ἐπὶ τῶν κρειττόνων αἰσθήσεων, ζωτικὸν δὲ καὶ οἰκεῖον μόριον αὐτοῦ τοῦ ζῶντος σώματος, ὡς εἰ καὶ μὴ πρώτως, ἀλλὰ δευτέρως εἶναι αἰσθητικὸν καὶ τὸ δι’ οὗ,2 ἄμεσος λέγεται ἡ τοῦ αἰσθητικοῦ πρὸς τὸ αἰσθητὸν συναφὴ ἐπὶ ταύτης. συμπεραίνεται οὖν, ὡς τῶν λεπτομερῶν στοιχείων κἄν τινα ᾖ αἰσθητήρια, ἀλλ’ οὐκ ἂν γένοιτο τοιοῦτον αἰσθητήριον, οἷον τὸ τοῦ ὅλου ζῴου ἐστὶ σῶμα, ἀλλ’ οἷον τὸ καθ’ ἕν τι μόριον αἰσθητήριον, ὁρατικὸν φέρε ἢ ἀκουστικόν. κατὰ γὰρ μόριόν τι τοιοῦτον, τὸ δὲ καθ’ ὅλον πάντως ἁπτικόν· τὸ δὲ ἁπτικὸν στερεὸν εἶναι δεῖ, ὡς εἴρηται, καὶ οὐ λεπτομερές. ἀλλ’ ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ3 τὸ χθόνιον οὐδὲν ἐκωλύετο εἶναι ἁπτικόν. διὸ λοιπὸν ὅτι οὐδὲ χθόνιον ἢ ὡς πάντῃ ἁπλοῦν ἢ ὡς ἄγαν ἐπικρατοῦν, ἐπιδείκνυσιν ἐπάγων·
“然而动物的身体不可能是单一的,这是显而易见的。” 他在命题中清楚地限定了摆在自己面前的目标,即证明没有任何单一的身体具有感觉,也就是说甚至构不成动物;因为凡动物皆具感觉能力。因为在五种单一者之中,他把神圣者排除在一切感觉之外,而且既然论述从一开始就是关于必死动物中的灵魂的,此时根本也未打算讨论神圣者。至于其余的每一种,他都展开了某种论述,不仅说明纯粹保持单一者将不具有触觉,而且在与其他者的混合中过度居于主导地位者亦然,正如植物中的土。那么他是如何证明的呢?他认为,正如已经证明的那样,凡动物无论如何都具有触觉,但没有任何单一者是触觉性的[器官]。他论证了在这些段落中尚未被证明的这一点,并针对月下的每一种单一者展开论述,在此承认由火、气、水构成者可以成为感觉器官,但并非触觉性的,而土则即便居于主导地位也根本不能成为感觉性的。他承认火质者,并非因为他自己如此认为,而或许是因为这是柏拉图所说的。因为柏拉图将火质者分配给视觉,正如他自己将水分配给视觉一样;因为正如他在第二卷中所说,火因其毁灭性,自身并不能成为感觉器官,而只有在各处与其他元素混合时才成为感觉器官。这正是在那里……绝非……宁可……触及可感对象者变成……需要……而缺乏在受到可触物撞击时因其微细颗粒而不致立刻消解的力量;因为由微细颗粒构成者易于受动。因此,凡由微细颗粒构成的元素固然能成为感觉器官,但并非对可感对象直接具有认识能力,而是通过某种媒介领会它们,以免受动因其微细颗粒易受动而对它们而言变得不对称,因而在必定对感觉器官产生某种作用的可感对象的直接冲击中,损害并毁坏触觉活动。因此,它们将不是触觉性的。因为触觉器官正是由于触及可感对象本身,才成其所被称为的“触觉性的”,显然是鉴别性地且直接地接触它们,这也是其得名的缘由。因为正如在《物理学》中所界定的,该名称的原初赋予乃是针对那些相并列之物而言的,它们的界限处于一处,即使这样并列之物并非活着亦非感知着。然而作为感觉所说的触觉是一种鉴别性的活动,它本身也是从使并列之物的界限处于一处的并置中得名的。因为通过另一媒介的感觉认识在触及可感对象时,依其冲击本身而言或许看似其自身也是某种接触,但绝非本真意义上的,亦非单纯而言的;因为此时感觉器官与可感对象的界限并未处于一处。 然而本真意义上的触觉感觉…… 在那里加上了……,既然在触觉感觉中,主导部分亦非置于肉或腱之中,亦非置于直接接触可触对象的任何部分之中,而是置于通过这些中介领会可触对象的部分之中。然而,由于媒介并非像在那些更优越的感觉中那样处于外部,而是活的身体本身的生命所系且固有的部分,以至于即便不是原初的,但在第二位上作为媒介者亦是感觉性的,因此在这种感觉中,感觉器官与可感对象的相接被称为是直接的。因此得出的结论是,即使微细颗粒构成的元素中有某些是感觉器官,它们亦绝不可能成为像整个动物的身体那样的感觉器官,而只能成为依单一局部的感觉器官,例如视觉器官或听觉器官。因为依某一局部而言乃是如此,但依整体而言则必定是触觉性的;而正如已经说明的,触觉性的必须是坚实的,而非由微细颗粒构成的。但就这部分论证而言,并没有什么阻止土质者成为触觉性的。因此,接下去他通过补充论述证明,甚至土质者无论是完全单纯的还是过度居于主导地位的,都不能成为触觉性的:
- 3.199τὸν δεικτικὸν τοῦ μηδὲν εἶναι σῶμα ἁπλοῦν αἴσθησιν ἔχον
带冠词的属格不定式短语 τοῦ μηδὲν εἶναι... 作为形容词 δεικτικόν 的补足语(宾格性属格),表示“展示……的[目标]”。
- 3.199ὡς εἰ καὶ μὴ πρώτως, ἀλλὰ δευτέρως εἶναι αἰσθητικὸν καὶ τὸ δι’ οὗ
ὡς + 不定式(εἶναι)结构在此表达解释性或推论性的从属句(“以至于/鉴于……”)。宾格短语 καὶ τὸ δι’ οὗ 充当不定式 εἶναι 的主语,意为“那作为媒介者亦……”。
- 3.199ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ
由 ὅσον ἐπί + 与格构成的限制性惯用表达,意为“就这一论点/论据而言”。
