- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:324.17-325.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在对亚里士多德《论灵魂》434b24的注解中,辛普利丘论述了除触觉与味觉之外的其余三种感觉(视觉、听觉、嗅觉)并非关乎单纯的生存,而是关乎“更善的生活”以及可行走动物的保全,并结合力学范例阐明了通过媒介进行的感觉所具有的较少受动性与能动特征及其传递机制。
" Αἱ δὲ ἄλλαι τοῦ τε εὖ ἕνεκα καὶ γένει." Αἱ μὲν γὰρ εἰρημέναι πρὸς τὸ εἶναι ὁπωσοῦν ζῷον, καὶ ὧν ἄνευ ἀδύνατον εἶναι, συντελοῦσι· τῶν δὲ τριῶν καὶ κατὰ φύσιν ἔνια ζῷα ἐστέρηται καὶ παρὰ φύσιν ἄλλα στερηθέντα οὐδὲν ἧττον ζῷα, ὡς οὐ πρὸς τὸ εἶναι αὐτοῖς ὑπαρχουσῶν ἀναγκαίων, ἀλλὰ τοῦ εὖ ἕνεκα, ἵνα καὶ κρείττοσιν ἐνεργῇ αἰσθήσεσιν, οὐχ οὕτω πληττομέναις ὑπὸ τῶν αἰσθητῶν τῷ διὰ μέσων ἑτέρων κινεῖσθαι ὑπ’ αὐτῶν, ἐνεργητικωτέραις δὲ μᾶλλον καὶ ζῷον ἤδη οὐχ ἁπλῶς ἀλλὰ τελειότερον εἰδοποιούσαις. ὅπερ οὐ τὸ τυχὸν εἶπε καὶ πιστοῦται ὡς κρεῖττον ἐκ τοῦ πορευτικοῦ. τὸ γὰρ ἐπὶ πλέον εἰς τὴν τοῦ ἰδίου τέλους ἰὸν μετάληψιν καὶ ἐκ πλειόνων αὐτὸ θηρώμενον καὶ αὐθορμήτως τελειότερον τοῦ ἔν τινι ἀπεστενωμένως,1 καὶ περιμένοντος τὸ πολὺ ἐκ τύχης προσπεσούμενον τέλος ἢ καὶ τὸ φθαρτικόν, ἅτε οὐχ οἵου τε ὄντος προγινώσκειν πόρρωθεν πρὶν προσπελάσαι τὸ φαινόμενον, ἵνα τὸ μὲν φυλάξηται, τὸ δὲ ἑλκύσῃ. αὕτη μὲν οὖν ἡ ἐπιχείρησις ἐκ τοῦ εἴδους καὶ τοῦ ἀγαθοῦ τὸ τιμιώτερον τῶν τριῶν πρὸς τὰς δύο ἐπέδειξεν. ἡ δὲ ἐφεξῆς καὶ ὡς ἀναγκαίας προκρίνει. ἀναγκαῖαι γὰρ καὶ αὗται εἰ καὶ μὴ ὡς ζῴῳ ἁπλῶς, ἀλλὰ ὡς πορευτικῷ ζῴῳ, εἰ μέλλοι σῴζεσθαι ὡς πορευτικόν, δεόμενον2 καὶ τῶν διά τινος μέσου ἀντιληπτικῶν αἰσθήσεων, ὡς μὴ καθ’ ὁρμὴν τοῖς βλαβεροῖς ἀπροόπτοις εἰκῇ φερόμενον προσπεσὸν ἀθρόως ἐνίοτε φθαρῆναι. ἀναγκαῖαι οὖν καὶ αὗται, ἀλλὰ ζωῆς εἴδει κρείττονι, καὶ ὡς κρείττονος σωστικαὶ τὸ ἀναγκαῖον ἔχουσαι τιμιώτεραι. ἐφανέρωσε δὲ καὶ ὅπως γίνεται ἡ διὰ τοῦ μεταξὺ αἴσθησις, οὐ παρεκβὰς τὰ προκείμενα, ἵνα τὸ ἀπαθέστερον αὐτῶν καὶ ἐνεργητικώτερον δείξῃ. ἐμπαθέστεραι γὰρ αἱ ἀμέσως ὑπὸ τῶν αἰσθητῶν πληττόμεναι, ἀπαθέστεραι δὲ αἱ διὰ μέσου, ὡς μὴ αὐτόθεν ὑπὸ τοῦ πρώτως κινοῦντος πληττόμεναι. αἱ δὲ ἀπαθέστεραι ἐνεργητικώτεραι· τὸ γὰρ πάθος ἐπικρατοῦν ἀμυδροῖ τὴν κριτικὴν ἐνέργειαν. ταῦτα δὲ καὶ αὐτὸς ἐνδεικνύμενος τὸ πρώτως κινοῦν, φησίν, ἐπὶ τῶν τριῶν αἰσθήσεων οὐκ εἰς αὐτὸ ἀμέσως τὸ αἰσθητικὸν δρᾷ, ἀλλ’ εἰς ἕτερον τὸ μεταξὺ δηλαδή, ὑφ’ οὗ, τοῦ μέσου φημί, τὸ αἰσθητικὸν κινεῖται, ὡς μὴ ἄγαν πάσχειν αὐτό, καθάπερ τὸ ἀμέσως ὑπὸ τοῦ πρώτως δρῶντος πληττόμενον. οὐ γάρ, ἐπειδὴ εἰς ἄλλο πρότερον δρᾷ τὸ πρώτως κινοῦν, οὐχὶ καὶ εἰς τὸ αἰσθητικὸν ἡ ἀπ’ αὐτοῦ διαβαίνει κίνησις, ἵνα ἄν τις ὑπενόησε μηδ’ ὅλως ἡμᾶς αἰσθάνεσθαι τοῦ πρώτως κινοῦντος, ὡς μὴ φθανούσης εἰς ἡμᾶς τῆς ἀπ’ αὐτοῦ κινούσης ἐνεργείας. ἐκτίθεται οὖν ὅπως διαβαίνει καὶ διὰ παραδειγμάτων. πολλὰ γὰρ κινητικὰ γενόμενα τῶν ὧν προσεχῶς ἐφάπτεται, δι’ αὐτῶν ἕτερα κινεῖ, ὧν οὐκέτι ἐφάπτεται, ὡς ἡ χεὶρ διὰ τοῦ μοχλοῦ τὸν λίθον, καὶ ὁ δι’ ἑτέρου μέσου καὶ ἄλλου ὠθῶν τὸν ἀπωτέρω ἑστῶτα. αὐτὸς γὰρ ὁ πρώτως ὠθήσας τὸν μεταξὺ ἑστῶτα καὶ αὐτὸν κινητικὸν ποιεῖ τοῦ ἐφεξῆς καὶ ἐνίοτε κἀκεῖνον ἄλλου. καθόλου τε οὖν τὸ κατὰ τόπον κινοῦν μεταβάλλειν ἀξιοῖ3 τὸ προσθείς, ἐπειδὴ ὧν ὁ λόγος καὶ ἐμφανίζων ἡμῖν ὅτι καὶ ὠθοῦν καὶ αὐτὸ τὸ ὠ εἰς τὸ καὶ αὐτὸ ἄλλο ποιεῖν ἅ καὶ δεῖ τῇ λέξει τῇ ὥσπερ τὸ κινοῦν κατὰ τόπον μέχρι τοῦ μεταβάλλειν ποιεῖ ἐπισυνάψαι καὶ κατὰ συνέχειαν ἀναγνῶναι τὴν καὶ τὸ ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν, ἵνα τὸ λεγόμενον ᾖ, ὡς πᾶν τὸ κινοῦν κατὰ τόπον οἷον καὶ τὸ ὠθοῦν μεταβάλλειν ποιεῖ τὸ προσεχῶς ὠθούμενον οὕτως ὥστε καὶ αὐτὸ ἄλλο τι ὠθεῖν, εἴτε ποτὲ εἴτε καὶ πάντως, ὅτε συμβαίνει διὰ μέσου τινὸς τοῦ προσεχῶς κινουμένου ὑπὸ τοῦ πρώτως κινοῦντος καὶ ἄλλου γίνεσθαι ὦσιν, τοῦ μὲν πρώτως κινοῦντος ἀκινήτου μείναντος καθ’ ἑαυτό, ὡς ὅταν ἡ ψυχὴ τὸ σῶμα κινῇ, τούτου δὲ κινουμένου μὲν ὑπὸ τῆς ψυχῆς, κινοῦντος δὲ τὸν κάλαμον, καὶ τοῦ μὲν κινεῖν ἔν τε τῷ πρώτῳ καὶ τῷ μέσῳ ὁρωμένου, τοῦ δὲ κινεῖσθαι ἔν τε τῷ μέσῳ καὶ τῷ τρίτῳ, ὡς τὸ μὲν πρῶτον κινεῖν μόνον, τὸ δὲ τρίτον κινεῖσθαι μόνον, τὸ δὲ μέσον ἄμφω. εἰ δὲ καὶ ὁ κάλαμος καὶ αὐτὸς κινούμενος ἄλλο τι κινοίη, πλείω ἔσται τὰ μέσα καὶ πλείω τὰ ἅμα κινοῦντά τε καὶ κινούμενα. τὰ δὲ ἄκρα τὸ μὲν πρῶτον κινοῦν μόνον, τὸ δὲ ἔσχατον μόνον κινούμενον. οὕτως, φησί, καὶ ἐπ’ ἀλλοιώσεως τὸ πρώτως ἀλλοιοῦν ἀλλοιοῖ οὐ τὸ προσεχῶς μόνον ὑπ’ αὐτοῦ πορρωτέρω. ὅλως ἀλλοιοῖ. ὁ γὰρ δακτύλιος τῇ τῆς σφραγῖδος ἐνθέσει τὸν μέχρι βάθους τινός, ἕως ἄν
“然而其他感觉则是为了更善的生活,且依类别[而存在]。” 因为先前所述的感觉有助于动物无论如何地存在,且没有它们便不可能存在;至于这三种感觉,某些动物依自然即缺乏它们,另一些动物违反自然而被剥夺了它们,却并不因此减损其为动物,因为这些感觉并非作为生存所必需而属于它们,而是为了更善的生活,以便动物亦能通过更优越的感觉来进行活动,这些感觉因通过其他媒介物受可感对象运动,而不致如此强烈地受其撞击,反而更具主动能动性,且如今所赋形的不再是单纯的动物,而是更完备的动物。他称此为“非任意偶然的”,并从可行走的动物出发证实其为更优越的。因为那在分有自身目的上走得更远、且能自发地从更多途径谋求目的者,比起被狭隘地限制在某处、大多等待着凭偶然降临的目的或毁灭性事物者更为完备,因为后者无法在显现者临近之前从远处预先知晓,以便防备一者而摄取另一者。因此,这一论证从形式与善出发,展示了这三种感觉相对于那两种感觉更为尊贵。然而接下来的论证判定它们即便作为必然者亦更为优越。因为即便不作为单纯的动物,但作为可行走的动物,如果它要作为可行走者得以保全,这些感觉亦是必然的,因为它亦需要那些能够通过某种媒介进行领悟的感觉,以免由于冲动而盲目奔向未预见的有害事物并与之碰撞,有时会突然毁灭。因此,这些感觉亦是必然的,但乃是对一种更优越的生命形式而言,且因作为更优越者的保全手段而具有必然性,所以更为尊贵。他亦阐明了通过中间媒介的感觉是如何产生的,且并未脱离当前的主题,以便表明它们更少受动而更具能动性。因为直接受到可感对象撞击的感觉更具受动性,而通过媒介的感觉则更少受动,因为它们不是直接受到原初运动者的撞击。而更少受动的感觉则更具能动性;因为占支配地位的受动情态会使鉴别性的现实活动变得模糊。他自身亦指明了这些,并说:在三种感觉的情形中,原初运动者并不直接作用于感觉器官本身,而是作用于另一物,即中间媒介,感觉器官正是受此媒介(我指的是中介)运动,从而不致像直接受到原初作用者撞击者那样过度受动。因为,原初运动者先作用于另一物,并不意味着来自它的运动就不传递到感觉器官,否则便会有人猜想我们根本感知不到原初运动者,以为来自它的运动活动未能达于我们。因此,他亦通过例子阐明了它是如何传递的。因为许多成为与它们直接相触之物的运动原因者,通过这些事物运动它们不再直接相触的另一事物,正如手通过杠杆运动石头,以及某人通过一个媒介又一个媒介推压站得更远的人。因为原初推压者自身使得站在中间的人成为后继者的运动原因,有时那人又成为另一人的运动原因。因此,一般而言,他认为依空间运动者会引起变化,在添加了……之后,既然论证所涉及的那些,亦向我们表明推动者与它自身……以至于它自身使另一物……且必须将“且推动者使另一物去推动”连接到“正如依空间运动者”直到“引起变化”这一语句并连续阅读,以便所说的是:凡依空间运动者(例如推动者)皆使直接被推动者引起变化,以至于它自身亦推动某种别的事物,不论是有时还是始终如此,这是当通过由原初运动者直接运动的某种媒介而对另一物亦发生推动时,原初运动者自身保持不动(正如当灵魂运动身体时),而这身体被灵魂运动,却运动了芦苇,运动既见于第一者亦见于中间者,而被运动则见于中间者与第三者,因此第一者仅提供运动,第三者仅被运动,而中间者兼具两者。如果芦苇自身被运动着亦运动了某种别的事物,则媒介将更多,同时提供运动与被运动者亦将更多。但在两端中,第一者仅是运动者,而最末者仅是被运动者。他说,同样在性质变化中,原初使其变化者所改变的不仅是由它直接……更远处之物。它造成整体的变化。因为印戒通过印章的嵌入,将……改变至一定深度,只要……
- 3.198τελειότερον τοῦ ἔν τινι ἀπεστενωμένως
比较属格结构。相较于前面的主语 τὸ ἐπὶ πλέον ... ἰὸν(走得更远者),τοῦ ἔν τινι ἀπεστενωμένως(狭隘地局限于某处者)以及其后的分词 περιμένοντος(等待着……者)作为比较级形容词 τελειότερον 的比较对象(属格)。τοῦ 以下补充理解隐含的“动物”(τοῦ ζῴου)。
- 3.198δεόμενον
在意义上指涉前文与格 ὡς πορευτικῷ ζῴῳ(作为可行走的动物),但在句法上作为主格中性单数分词,与从句 εἰ μέλλοι σῴζεσθαι ὡς πορευτικόν 的隐含主语(中性名词 ζῷον)相呼应一致。
- 3.198καθόλου τε οὖν τὸ κατὰ τόπον κινοῦν μεταβάλλειν ἀξιοῖ
此处自本句起数行在抄本流传中存在破损与脱文。注释家在此探讨亚里士多德原文(434b29-31)中“ὥσπερ τὸ κινοῦν κατὰ τόπον μεταβάλλειν ποιεῖ”与“καὶ τὸ ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν”之间的句法连接关系,说明其总意在于:产生空间运动者使得中介发生改变,从而使中介自身亦成为推动者。
