- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:323.18-324.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德如何亦从味觉出发论证触觉的必然性,说明因滋味依存于可触物体故味觉被称为“宛如某种触觉”,并总结指出触觉与味觉乃是动物生存本身所必需的感觉。
" Διὸ καὶ ἡ γεῦσίς ἐστιν ὥσπερ ἁφή τις." Ἄλλος οὗτος τὸ αὐτὸ συμπεραινόμενος λόγος, ὅτι πάντως ἁπτικὸν εἶναι δεῖ τὸ ζῷον, οὐκ ἀπ’ αὐτῆς ἔτι τῆς ἰδίως λεγομένης ἁφῆς ὡρμημένος, ἀλλ’ ἀπὸ τῆς γεύσεως, καὶ οὐκέτι ἀπὸ τῶν παθητικῶν ποιοτήτων καλουμένων, ἀλλ’ ἀπὸ τῆς ἐγχύμου συστάσεως. φθείρει γὰρ τὸ ζῷον καὶ σῴζει προηγουμένως μὲν τὰ πάθη τῶν αἰσθητῶν κατ’ αὐτὴν τὴν ἁφήν, θερμὸν φέρε καὶ ψυχρὸν καὶ τὰ τούτοις σύστοιχα, οὐχ ὡς ζῷον ἁπλῶς, ἀλλ’ ὡς παθητόν. τὸ δὲ ἔγχυμον, οὗ ἡ γεῦσις ἀντιληπτική, ὡς ζῷον ἢ σῴζει ἢ ἀπόλλυσι. τρέφεσθαι γὰρ ἀνάγκη τὸ ζῷον καὶ διὰ τὸ ζῷον εἶναι κριτικὸν εἶναι καὶ τοῦ ἐγχύμου πρὸς παραδοχὴν μὲν τοῦ οἰκείου, φυγὴν δὲ τοῦ ἀλλοτρίου. σωματοειδὲς δὲ καὶ ἁπτὸν πᾶν τὸ ἔγχυμον1 οὐχ ᾗ ἔγχυμον, ἀλλ’ ᾗ μὴ ἄνευ ἁπτοῦ 〈οἷόν τε〉 εἶναι τὸ ἔγχυμον. τῷ οὖν ἐν ἁπτῷ εἶναι καὶ τὸ ἔγχυμον οὐ μόνον ὡς γευστὸν ἀλλὰ καὶ ὡς ἁπτὸν προσπίπτει, ὡς καὶ τὴν γεῦσιν εἶναι ταύτῃ ἁφήν. ἐπεὶ οὖν καὶ ἡ γεῦσις πρὸς τὸ εἶναι συντελεῖ τοῖς ζῴοις, οὐκ ἄνευ δὲ ἁφῆς ἡ γεῦσις, τὰ δεόμενα γεύσεως ἕξει οὐ ταύτην μόνον, ἀλλὰ καὶ τὴν ἁφὴν πάντως. καὶ συλλελόγισται τὸ αὐτὸ καὶ νῦν οὐκ ἀπὸ τῆς ἁφῆς προηγουμένης ἁπλῶς, ἀλλὰ καὶ ἀπὸ τῆς γεύσεως, ὡς καὶ ταύτης ἀναγκαίας πρὸς σωτηρίαν τοῖς ζῴοις ὑπαρχούσης. καὶ ἐπειδὴ οὐ καθ’ αὑτὴν ἡ γεῦσις ἁφή ἐστιν, ἀλλὰ διὰ τὸ μὴ ἄνευ ἁφῆς εἶναι, τοῦτο δέ, ἐπειδὴ καὶ τὸ ἔγχυμον καὶ γευστὸν πάντως ἐν τῷ ἁπτῷ, τὴν γεῦσιν ὥσπερ ἁφὴν εἶναι ἀποφαίνεται, ἀλλ’ οὐκ αὐτόθεν ἁφήν, ἀκριβολογούμενος νῦν καὶ τὴν αἰτίαν ἐπάγων, ὅτι καθ’ αὑτὴν ἡ γεῦσις οὐ τοῦ ἁπτοῦ ἀλλὰ τροφῆς ἐστιν, ἡ δὲ τροφὴ τὸ σῶμα τὸ ἁπτόν, ἀλλ’ οὐχ ᾗ ἁπτόν, ᾗ δὲ ἔγχυμον. πάλιν δὲ ἐκ παραθέσεως τοῦ ἀντικειμένου γνώριμον ποιεῖ ὅτι τὸ τρέφον πάντως ἐν ἁπτῷ. τὸ γὰρ μὴ ἁπτὸν ἀλλὰ διὰ μέσου ἑτέρου γνωριζόμενον, ὡς χρῶμα καὶ ψόφος καὶ τὸ ὀσφραντόν, οὐ τρέφειν φησὶν οὐδὲ αὔξησιν ποιεῖν οὐδὲ φθίσιν (καὶ γὰρ ἡ αὔξησις, ὡς ἤδη προείρηται, καὶ ἡ φθίσις τροφαί τινες, ἡ μὲν ἐπικρατουμένης τῆς ἀπορροῆς, ἡ δὲ ἐπικρατούσης)· ὥστε κατὰ τὴν σὺν ἀντιθέσει λεγομένην ἀντιστροφήν,2 εἰ τὰ μὴ ἀμέσως γινωσκόμενα οὐ τρέφει, τὸ τρέφον ἐν τοῖς ἀμέσως γνωριζομένοις ἐξ ἀνάγκης ὑπάρχει. ταύτῃ οὖν πάλιν συμπεραίνεται τὸ καὶ τὴν γεῦσιν ἁφήν τινα εἶναι, διὰ τοῦ τινὰ ἐνδειξάμενος τὸ αὐτό, ὅπερ καὶ διὰ τοῦ ὥσπερ ἐδήλου, ἐπειδὴ τοῦ θρεπτικοῦ μὲν προηγουμένως ἡ γεῦσις, συμβαίνει δὲ τὸ θρεπτικὸν πάντως καὶ ἁπτὸν εἶναι.
“因此味觉亦宛如某种触觉。” 这是得出同一结论的另一论证,即动物在一切方面皆必须具触觉;它不再从严格意义上的触觉本身出发,而是从味觉出发,且不再从所谓的受动性质出发,而是从具滋味的构成出发。因为在首要意义上毁灭和保全动物的,乃是属于触觉本身的可感对象的情态——例如冷、热以及与此同类的性质——但这不是单单作为动物,而是作为具受动性者。另一方面,味觉所领悟的具滋味之物,乃是作为动物而保全或毁灭它。因为动物必然需要获得滋养,且由于是动物,它亦必然是具滋味之物的鉴别者,以便摄取同类之物而逃避异己之物。而一切具滋味之物,并非就其具滋味而言,而是就具滋味之物不能脱离可触之物而言,是具物体性质且可触的。因此,由于具滋味之物存在于可触之物中,它不仅作为可尝之物而且亦作为可触之物落于[感觉]之上,以至于味觉在这方面亦是一种触觉。既然味觉亦有助于动物的生存,且味觉不可脱离触觉,那么需要味觉的事物不仅将拥有味觉,而且必然亦将拥有触觉。如今同一结论不仅单单从首要的触觉推导出来,而且亦从味觉推导出来,因为味觉对于动物的保全而言亦是作为必然之物而存在的。既然味觉就其自身而言并非触觉,而是因不能脱离触觉而成为触觉,且这是因为具滋味之物即尝味对象在一切方面皆存在于可触之物中,因此他宣布味觉宛如触觉,而非直接就是触觉,他如今精确论述并引入了原因:就自身而言味觉并非针对可触之物而是针对食物,而食物则是可触的物体,但并非就其可触而言,而是就其具滋味而言。他又通过相反者的并列对照,再次阐明滋养者在一切方面皆存在于可触之物中。因为他指出,凡非可触而是通过另一媒介被认识者(如颜色、声音与可嗅之物),既不提供滋养,亦不产生生长或衰减(因为正如前文已言,生长与衰减亦是某种营养,前者是在流出被克服时,后者是在流出占优势时);因此,按照所谓的换质换位法,若非直接被认识之物不提供滋养,则滋养者必然属于直接被认识之物。从而在这方面再次推论出味觉亦是某种触觉,他通过“某种”所指明的,正是他通过“宛如”所表明的同一件事,因为味觉在首要意义上属于具营养者,但具营养者恰好在一切方面亦是可触的。
"Αὗται μὲν οὖν αἱ ἀναγκαῖαι τῷ ζῴῳ." Ὡς καὶ πρὸς τὸ εἶναι συντελοῦσαι·3 ἡ μὲν διὰ τὸ μάλιστα σωτηρίους εἶναι ἢ φθαρτικὰς τὰς παθητικὰς ποιότητας, ὧν ἡ ἁφὴ ἀντιληπτική, ἡ δὲ γεῦσις τῶν θρεπτικῶν κριτική, ὧν καὶ αὐτῶν ἀεὶ πρὸς τὸ εἶναι δεῖται τὸ ζῷον διὰ τὴν συνεχῆ τῶν μορίων ἀπορροήν.
“因此,这些感觉对动物而言乃是必然的。” 因为它们亦有助于生存:前者是因为受动性质(触觉是对其的领悟)特别具有保全或毁灭的作用;而味觉则是具营养之物的鉴别者,由于各部分的不断流出,动物为了生存亦始终需要这些营养物本身。
- 3.196σωματοειδὲς δὲ καὶ ἁπτὸν πᾶν τὸ ἔγχυμον οὐχ ᾗ ἔγχυμον, ἀλλ’ ᾗ μὴ ἄνευ ἁπτοῦ 〈οἷόν τε〉 εἶναι τὸ ἔγχυμον.
连词 ᾗ(就……而言)在此构成平行对照(οὐχ ᾗ... ἀλλ’ ᾗ...)。这表明具滋味之物(τὸ ἔγχυμον)之所以可触,并非出于滋味本身的本质定义,而是出于滋味不能脱离可触的基底(物体)而存在的依存关系。
- 3.196κατὰ τὴν σὺν ἀντιθέσει λεγομένην ἀντιστροφήν
逻辑学术语,指“换质换位法(contraposition)”。指从条件前提(“非直接被认识者不提供滋养”)推导出其逆否命题(“滋养者必然属于直接被认识之物”)的逻辑操作。
- 3.197Ὡς καὶ πρὸς τὸ εἶναι συντελοῦσαι
连词 ὡς 与分词 συντελοῦσαι 结合以承接引文说明理由。主句谓语(如 ἀναγκαῖαί εἰσιν)被省略,构成因果解释的核心结构:“[这些感觉之所以是必然的,乃是]因为它们亦有助于生存本身”。
