- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:322.9-323.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修将亚里士多德证明动物物体具触觉的三重论证(基于物体的可触性与换位之论证、基于受动性质与生存保全之论证、以及基于直接对象的知觉之论证)重构为三段论,并细致剖析了其逻辑构造。
πᾶν οὖν σῶμα τὸ γενητὸν λέγει, καὶ δέον ἐπαγαγεῖν1 προσεχὲς ταῖς εἰρημέναις δύο προτάσεσι τὸ ‘πᾶν ἄρα ζῷον ἁπτόν ἐστιν’, ἵνα ᾖ ὁ λόγος ‘πᾶν ζῷον σῶμα ἔμψυχόν ἐστι, πᾶν σῶμα ἁπτόν ἐστι, πᾶν ἄρα ζῷον ἁπτόν ἐστιν’, ὁ δὲ οὐ τοῦτο, ἀλλὰ ‘πᾶν ἄρα ζῷον ἁπτικόν ἐστιν’, ὅπερ πάντως ἕπεται τῷ εἶναι πᾶν σῶμα ἁπτόν· οὐ γὰρ μόνον ἁπτὸν εἶναι δεῖ ἀλλὰ καὶ † τὸ ἁπτὸν ὅπω * * αὐτῶν σῶμα. διότι γὰρ ἁπτὰ πάντα, δεῖ ἐξ ἀνάγκης εἶναι καὶ τὸ κριτικῶς ἐφαπτόμενον καὶ μὴ ἁπλῶς κατὰ παράθεσιν ἅπτεσθαι λεγόμενον, ἀλλ’ ὡς καὶ γινῶσκον, ὁποῖον αὐτῶν ἕκαστον κατὰ τὰς παθητικὰς ποιότητας, ἁπτικὸν εἶναι, ἵνα πάλιν ἐξ ἀρχῆς ὁ λόγος τοιοῦτος ᾖ· τὸ ζῷον ἔμψυχόν ἐστι σῶμα· πᾶν σῶμα ἁπτόν ἐστι· πᾶν τὸ οὕτως ἁπτὸν ὡς ἁπτοῦ γνωριστικὸν τυγχάνει ὂν ἁπτικόν· πᾶν ἄρα ζῷον ἁπτικὸν ἔσται. ἀλλὰ τὴν τελευταίαν πρότασιν παραλιπὼν ὁ Ἀριστοτέλης ταῖς προτέραις δύο τὸ ἐπὶ ταῖς τρισὶν ἀποδέδωκε συμπέρασμα. μᾶλλον δὲ οὐδὲ τὴν τρίτην παρῆκεν, ἀλλὰ τέθεικεν, ἀξιῶν τὸ ἁπτὸν εἶναι τὸ τῇ ἁφῇ αἰσθητόν, ἵνα δηλώσῃ ἀντεστραμμένως τὸ αἰσθανόμενον τοῦ ἁπτοῦ ἁπτικὸν εἶναι, καὶ οὕτω συναγάγῃ· τὸ ζῷον ἄρα ἁπτικὸν πάντως. ἀλλ’ ἐποίησε τὴν περισκέλειαν τῷ τὴν ἀντιστρέφουσαν ἀλλὰ μὴ αὐτὴν προηγουμένως θεῖναι τὴν πρότασιν2 τὴν ἀξιοῦσαν τὸ ἁπτικὸν τοῦ ἁπτοῦ εἶναι γνωριστικόν, ἀλλὰ τὴν ἰσοδυναμοῦσαν αὐτῇ τὴν τὸ ἁπτὸν πᾶν τῇ ἁφῇ γνωρίζεσθαι. ἁπτικὸν δὲ δείξας διὰ τῶν προειρημένων τὸ τοῦ ζῴου σῶμα, καὶ καθ’ ἕτερον τρόπον τὸ αὐτὸ ἐπιδείκνυσι διὰ τοῦ εἰ μέλλοι σῴζεσθαι τὸ ζῷον ὡς ζῷον ἁπλῶς. οὐ γὰρ ὡς ὁρατικὸν ἁπλῶς ἢ ἀκουστικὸν ἢ γευστικόν· τὸ γὰρ τοιοῦτον καὶ τῶν διὰ μέσου γινομένων δεῖται αἰσθήσεων, ὡς δὲ ζῷον ἁπλῶς τῆς ἁφῆς, ἵνα τῶν παθητικῶν ἀντιλαμβάνηται ποιοτήτων, ὑφ’ ὧν ἡ κατ’ οὐσίαν ἀποτελεῖται πᾶσα γένεσίς τε καὶ φθορὰ καὶ σωτηρία. ὡς εἶναι καὶ τοῦτον τὸν λόγον· παθητὸν ὂν ὡς γενητόν, καὶ τῶν γενητῶν ἀεὶ κριτικῶς ἁπτόμενον σωμάτων, πάσχει ὑπ’ αὐτῶν κατὰ τὰς παθητικὰς ποιότητας ἢ συμμέτρως ἢ ἀσυμμέτρως· τὸ δὲ οὕτω πάσχον ἢ σῴζεται ἢ φθείρεται, μεταδιῶκον μὲν τὴν συμμετρίαν, φεῦγον δὲ τὸ ἀσύμμετρον διὰ τὴν κριτικὴν φύσιν· τὸ δὲ ἐν τῇ διώξει τοῦ συμμέτρου πάθους, φυγῇ δὲ τοῦ ἀσυμμέτρου σῳζόμενον ἁπτικὸν εἶναι ἀνάγκη· τῶν γὰρ παθητικῶν, ὡς εἴρηται, ποιοτήτων ἁπτικὸν τὸ γνωστικόν· τὸ ἄρα ζῷον ἁπτικὸν εἶναι ἀνάγκη. καὶ διαφέρει ὁ νῦν εἰρημένος συλλογισμὸς τοῦ προτέρου ἐκ τῆς σωτηρίας τῶν ζῴων ἐπιχειρῶν, ἐκείνου κατ’ αὐτὴν τὴν τοῦ ἁπτοῦ ὡς ἁπτοῦ ἀντιληπτικὴν γνῶσιν τὸ αὐτὸ ἀποδεικνύντος. ἔτι καὶ τρίτον προστίθησι λόγον, ὡς δεῖ τὸ ζῷον πάντως εἶναι ἁπτικόν, τῶν διὰ τῆς ἀμέσου ἀντιλήψεως [τῶν] αἰσθητῶν κριτικόν, τοιόνδε ὄντα· τὸ ζῷον ἐξ ἀνάγκης τῶν ἀμέσως αὐτῷ προσπιπτόντων αἰσθητικὸν εἶναι δεῖ, δι’ ὧν καὶ σῴζεται ἢ ἀπόλλυται μάλιστα· τὸ δὲ τῶν ἀμέσως προσπιπτόντων γνωριστικὸν ἁπτικόν· τὸ ζῷον ἄρα ἁπτικόν. καὶ τοιοῦτος μὲν καὶ ὁ τρίτος λόγος. αἱ δὲ διὰ μέσων γνωρίζουσαι αἰσθήσεις πρόσκεινται πρὸς διάκρισιν σαφῆ τῶν ἀμέσως κριτικῶν, τουτέστιν ἁφῆς τε καὶ γεύσεως· ἐκ γὰρ τῆς τῶν διὰ μέσου παραθέσεως μᾶλλον γνωρίζομεν, τίνες αἱ ἄμεσοι. ἐφ’ οἷς τῷ τρίτῳ συνάπτει τὸν δεύτερον, οὐ μόνῳ τῷ προσεχεῖ ἀποχρώμενος τῆς ἁφῆς, ἀλλὰ καὶ τῷ πρὸς τὸ ζῆν συνεργῷ. τὸ γὰρ ἁπτόμενον καὶ προσεχὲς καὶ παρακείμενον τῷ ἁπτῷ δεῖ αἴσθησιν ἔχειν. εἰ γὰρ μὴ ἕξει αἴσθησιν, οὐ δυνήσεται τὰ μὲν φυγεῖν τὰ δὲ λαβεῖν. τοῦ τρίτου δὴ τὸ συμπέρασμα 〈εἰ δὲ〉 τοῦτο, ἀδύνατον ἔσται σῴζεσθαι παραπλησίως τῷ τοῦ δευτέρου εἴληπται.
因此他所说的“一切物体”是指生成的[物体];并且本应当在上述两个前提之后紧接着得出“因此一切动物皆是可触的”这一结论——以便论证成为:“一切动物皆是有灵魂的物体;一切物体皆是可触的;因此一切动物皆是可触的”——但他得出的却非这一结论,而是“因此一切动物皆具触觉”,而这一结论在一切方面必然伴随着“一切物体皆是可触的”。因为不仅必须是可触的,而且†……†。因为既然万物皆是可触的,必然亦必须存在鉴别地接触之物,且它不仅被称为依邻接而接触,而且作为认识它们在受动性质方面各自为何种物体之物,从而必然是具触觉的;以便论证从头开始再次成为如下形式:“动物是有灵魂的物体;一切物体皆是可触的;凡以作为可触之物的认识者的方式可触者,皆恰好是具触觉的;因此一切动物皆将是具触觉的。”但亚里士多德省略了最后一个前提,在最初两个前提的基础上直接给出了基于三个前提的结论。或者更确切地说,他甚至没有遗漏第三个前提,而是通过主张可触之物即是以触觉可感之物提出了它,以便通过换位表明感知可触之物者乃是具触觉的,并由此推论:“因此动物在一切方面皆是具触觉的。”但他之所以造成了论述的周折,乃是因为他并非首先提出主张具触觉者乃可触之物之认识者的前提本身,而是提出了与其等价的换位前提,即一切可触之物皆通过触觉被认识。 通过前述诸论表明动物的物体是具触觉的之后,他又从动物若要单单作为动物而得以保全这一角度,以另一种方式证明了同一观点。因为并非作为单单是具视觉的、具听觉的或具味觉的[而得以保全]——因为此类动物亦需要通过媒介而产生的感觉——而是作为单单的动物,它需要触觉,以便知觉那些受动性质,由这些性质促成了实体方面的一切生成、毁灭与保全。从而这一论证亦如下所示:“〔动物〕作为生成之物而具受动性,且始终鉴别地接触生成的物体,在受动性质方面受它们适度或不适度的影响;而如此受影响之物,因其鉴别的本性而追求适度、逃避不适度,从而或是得以保全,或是毁灭;但在追求适度情态并逃避不适度情态中得以保全之物,必然是具触觉的(因为正如所言,受动性质的认识者乃是具触觉的);因此动物必然是具触觉的。”如今所说的这一三段论不同于前一个,它从动物的保全出发进行论证,而前一个三段论则是依照对可触之物作为可触之物的知觉认识本身来证明同一结论的。 此外,他又补充了第三个论述,说明动物必然在一切方面皆是具触觉的,即作为通过直接领悟而对可感对象进行鉴别者,其形式如下:“动物必然对直接落于其上的对象具有感觉能力,并且主要正是通过这些对象它得以保全或毁灭;而能认识直接落于其上之对象者乃是具触觉的;因此动物是具触觉的。”第三个论证亦是如此。而通过媒介进行认识的诸感觉之所以被附加上来,是为了与直接鉴别的诸感觉(即触觉与味觉)作出清晰的区分;因为从通过媒介之感觉的并列对照中,我们能更好地认识何者是直接的。在此之上,他将第二论证与第三论证结合起来,不仅依据触觉的直接性,而且依据它对于生存的协作作用。因为凡接触、直接临近并紧贴可触之物者,必须具有感觉。因为若不具有感觉,它便无法逃避某些事物而获取另一些事物。因此,第三论证的结论“〈而若〉如此,便不可能得以保全”,乃是类似于第二论证的结论而被得出的。
- 3.195δέον ἐπαγαγεῖν
δέον 是无人称动词 δεῖ 的中性单数宾格分词,用作宾格绝对结构(accusativus absolutus)。它表达对比或让步含义(“本应当得出……”),与后文的 ὁ δὲ οὐ τοῦτο, ἀλλὰ...(“但他得出的却非这一结论,而是……”)相呼应。
- 3.195ἐποίησε τὴν περισκέλειαν τῷ τὴν ἀντιστρέφουσαν ἀλλὰ μὴ αὐτὴν προηγουμένως θεῖναι τὴν πρότασιν
τῷ ... θεῖναι 是带冠词的不定式与格,表示主动词 ἐποίησε 的原因或方式。不定式 θεῖναι 的宾语是 τὴν πρότασιν,由 τὴν ἀντιστρέφουσαν(“换位前提”)与 αὐτήν(“前提本身”)构成对比修饰。περισκέλειαν 意指逻辑表述上的“迂回”或“生硬扭曲”。
