← 辛普里丘

亚里士多德《论灵魂》注释

§321.3-322.9

感觉物体的构成与触觉必然性的三段论

辛普里丘注解了亚里士多德《论灵魂》卷三第十二章(434b8)的论证,阐明了转向考察感觉器官的实体构成(单一还是混合)的缘由、为何理智与理性没有本己的身体器官,以及论证具感觉能力的物体必然拥有触觉且非单一元素的三段论前提结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.195#1

" Ἀλλὰ μὴν εἴ γε αἴσθησιν ἔχοι, ἀνάγκη τὸ σῶμα ἢ ἁπλοῦν ἢ μικτὸν εἶναι." Ὅτι μὲν πλείους αἱ ζωαὶ τῶν γενητῶν, καὶ αἱ μὲν ὑφειμέναι καὶ ἔσχαται, αἱ δὲ κατὰ σμικρὸν ἐπαναβαίνουσαι εἰς τὸν κριτικὸν ἀποτελευτῶσι νοῦν, καὶ ὅτι ταῖς κρείττοσι πάντως καὶ αἱ ὑφειμέναι καὶ ἔσχαται συνυπάρχουσιν, οὐκ ἀνάπαλιν δὲ ταῖς χείροσιν αἱ κρείττους πάντως, καὶ ἄρτι διὰ τῶν προειρημένων συνεπεράνατο. ὁποῖον δὲ τὸ ἑκάστῃ οἰκεῖον ὄργανον καὶ ὁποίῳ ὀργάνῳ οἰκείως ἑκάστη χρῆται ζωή, ἤδη μὲν φαίνεται καὶ τὸ αὐτὸ ἐνδειξάμενος, σαφέστερον δὲ νῦν ἐπέξεισι τῷ λόγῳ, διακρίνων τὸ φυτικὸν σῶμα ἀπὸ τοῦ ἁπλῶς αἰσθητικοῦ, καὶ τοῦτο ἀπὸ τοῦ μὴ ἁπλῶς μὲν τὸ δὲ ὅλον τοῦτο πορευτικοῦ αἰσθητικοῦ, καὶ ἀποδοὺς μέχρι τοῦδε τὴν τοῦ ὀργάνου διάφορον οὐσίαν οὐκέτι ἢ ὡς φανταστικοῦ ὀργάνου ἢ ὡς λογικοῦ ἐπιφέρει,1 διάφορόν τινα φύσιν εἰδώς, ὡς τὸ σῶμα κυρίως, καθάπερ καὶ ἐν τοῖς πρώτοις εἶπε, κἂν λογικὸν ᾖ, τῆς αἰσθήσεως ὂν προσεχῶς ὄργανον καὶ κυρίως. καὶ γὰρ ἡ φαντασία αἴσθησίς τις καὶ ἡ ὄρεξις, ὅση γε καὶ ἐν τοῖς ἄλλοις ἐστὶ ζῴοις, ὁ δὲ λόγος καὶ ἡ τοῦ λόγου βούλησις κἄν ποτε χρῆται τῷ σώματι, διὰ τὸ καὶ αἴσθησιν καὶ φαντασίαν ὡς συνεργοὺς παραλαμβάνειν χρῆται καὶ τῷ σώματι ὡς ὀργάνῳ· ἐπεί, ὡς εἴρηκεν αὐτός, εἴ τι συνέχει σῶμα ὁ νοῦς, καὶ πλάσαι χαλεπόν.2 καὶ διὰ τοῦτο πάλιν ἀποδιδοὺς τὴν αἰτίαν, δι’ ἣν τῶν ἀκριβεστέρων μὲν αἰσθητῶν ἀντιλαμβανόμενοι οὐ δυνάμεθα τῶν ἀμυδροτέρων παραχρῆμα τὴν κρίσιν κατωρθωμένην ποιεῖσθαι, τῶν δὲ νοητῶν ὅσῳ μάλιστα καθαρώτερον ἀντεχόμεθα, τοσούτῳ μειζόνως καὶ τὰ ἀμυδρότερα ἐπιγινώσκομεν αὐτίκα, διότι, φησίν, ἡ μὲν αἴσθησις ὀργάνου δεῖται τοῦ σώματος, ὃ διὰ τὴν σφοδροτέραν ὑπὸ τῶν μειζόνων αἰσθητῶν πάθην τὴν ἀμυδροτέραν οὐ πάσχει, ἕως ἂν τῇ σφοδροτέρᾳ κατέχηται· ὁ δὲ νοῦς ἵνα τὰ νοητὰ γνῷ, οὐ χρῆται ὀργάνῳ τῷ σώματι. εἰκότως οὖν καὶ νῦν οὐ περιεργάζεται, ὁποῖον τὸ ὡς νοῦ ἢ λόγου ὄργανον, ἀλλὰ ποῖον τὸ ὡς αἰσθητικοῦ, εἰ καὶ διττὸν τὸ αἰσθητικόν, τὸ μὲν καθ’ αὑτὸ καὶ ἄλογον, τὸ δὲ λογοειδὲς ὡς λόγῳ συμφυόμενον· ὡς δὲ προειπὼν ἱκανῶς περὶ τοῦ φυτικοῦ σώματος, ὅτι ἁπλοῦν πως διὰ τὴν τῆς γῆς ἐπικράτειαν, ἀφορίζει ὁποῖον τὸ ὡς ἁπλῶς εἰπεῖν αἰσθητικόν, ἐκ διαιρέσεως τὸν λόγον λαμβάνων. ἢ γὰρ ἁπλοῦν ἔσται ἢ μικτόν φησι, διὰ τὸ τέλειον τῆς διαιρέσεως τὸ ἁπλοῦν παραλαβών, ἵνα ὥσπερ ἐξ ἀρχῆς ποιῆται τὸν λόγον, ἐπεὶ ἤδη ὑπέμνησται ὅτι ἁπλοῦν εἶναι ἀδύνατον. διὸ καὶ αὐτὸ τοῦτο εὐθὺς ἐπήγαγεν, οὐχ οἷόν τε λέγων εἶναι ἁπλοῦν· τὸ γὰρ ἁπλοῦν ἁφὴν μὴ ἔχειν,3 τὸ δὲ αἰσθητικὸν πᾶν ἐξ ἀνάγκης ἔχειν ἁφήν, ὡς ἐν δευτέρῳ πάλιν συμπεραίνεσθαι σχήματι μηδὲν ἁπλοῦν εἶναι αἰσθητικόν, μέσου ὅρου ὄντος τοῦ ἁφὴν ἔχειν. ἑκατέραν δὲ τῶν προτάσεων ἐξ ἄλλων ὑπομιμνήσκων, καὶ πρότερον τὴν ἀξιοῦσαν πᾶν αἰσθητικὸν ἁφὴν ἔχειν διὰ πλειόνων πιστοῦται· τὴν γὰρ ὅτι οὐδὲν ἁπλοῦν ἁφὴν ἔχει ὕστερον πιστώσεται. τὴν δὲ καταφατικὴν τὴν πᾶν τὸ αἰσθητικὸν βουλομένην ἁφὴν ἔχειν ὑπομιμνήσκει ἐκ τῶνδε. τὸ ζῷόν φησι, τὸ θνητὸν λέγων, σῶμα ἔμψυχόν ἐστι· πᾶν δὲ σῶμα ἁπτὸν εἶναι, οὐ τὸ οὐράνιον λέγων νῦν· οὐ γὰρ βούλεται ἐκεῖνο εἶναι ἁπτόν, ὡς δοκεῖ τίθεσθαι ὁ Πλάτων, διότι ὁ φιλόσοφος οὗτος τὸ κατὰ τὰς παθητικὰς λεγομένας ποιότητας δραστικὸν ἀφορίζεται εἶναι τὸ ἁπτόν.

“然而,若它拥有感觉,物体必然或是单一的或是混合的。” 生成之物的诸种生命活动是多样的,其中一些处于较低位置且是最末等的,而另一些逐渐上升并终结于鉴别的理智;且在较优越的生命活动中,较低且最末等的生命活动在一切情况下亦必然共存,但反过来较优越的并非在一切情况下都共存于较劣的之中——对此他方才已通过前述诸言作出了结论。但至于何种器官是各自所本有的,以及每种生命活动本有地使用何种器官,他虽然看来此前已指明了这一点,如今却更清晰地推进了论述,将植物性的物体与单纯具感觉能力的物体区分开来,又将后者与不仅单纯具感觉能力、且完全是移动性的具感觉能力的物体区分开来;并在给出直至此处的器官的相异实质之后,不再增补或是作为表象器官的、或是作为理性器官的[相异实质],因为他深知某种不同的自然本性:即严格说来,正如他在卷首诸书中所说,物体即使是理性的,亦直接且本原地是感觉的器官。因为表象也是某种感觉,欲求亦然——就其亦存在于其他动物中而言;而理性以及理性的意愿即使有时使用物体,亦是因为将感觉与表象接纳为协作者而将物体用作器官;因为正如他自己所言,理智是否维系任何物体,甚至连构想都是困难的。且由于这一缘故,他又给出了如下原因:为何我们在知觉较为强烈的可感对象时,无法立即对较微弱的可感对象作出准确的判断,而当我们越是纯粹地把握可思索对象时,便越能立刻更加认识到较微弱的可思索对象——这是因为,他说,感觉需要物体作为器官,而该器官因遭受较强可感对象的更剧烈的情态,只要受制于这种更剧烈的情态,便不会遭受较微弱的情态;相反,理智为了认识可思索对象,并不将物体用作器官。因此,他如今亦理所当然地不再费力探究何为理智或理性的器官,而是探究何为具感觉能力之物的器官,即便具感觉能力之物是双重的:一种就其自身而言是非理性的,另一种则是因与理性结合而具理性特征的。并且,鉴于已对植物性的物体作了充分的前述——即因土的优势而在某种意义上是单一的,他通过划分得出论述,界定了简而言之具感觉能力的物体是何种物体。因为他说它或是单一的或是混合的,采用“单一的”是出于划分的完备性,以便如同从头构建论述一般,因为此前已被提醒过它不可能是单一的。因此他亦紧接着补充了这一点本身,指出它不可能是单一的;因为单一的物体不具有触觉,而一切具感觉能力的物体必然具有触觉,从而以“具有触觉”为中项,再次在第二格中推导出没有任何单一物体是具感觉能力的。在从其他论据中提示这两个前提时,他首先通过更多的论证确证了主张凡具感觉能力者皆有触觉的前提;因为对于没有任何单一物体具有触觉的前提,他将在后文确证。而关于主张凡具感觉能力者皆有触觉的肯定前提,他通过如下论述予以提示。他说,动物——意指可死的动物——是有灵魂的物体;且一切物体皆是可触的(此处并非指天体;因为他并不赞同天体是可触的,尽管柏拉图似乎作了此种设定,因为这位哲学家[亚里士多德]将依照所谓受动性质而起作用之物界定为可触的)。

语法注3 条
  1. 3.195οὐκέτι ἢ ὡς φανταστικοῦ ὀργάνου ἢ ὡς λογικοῦ ἐπιφέρει

    动词ἐπιφέρει的宾语承前文省去(即器官的相异实质)。连词 ἢ ... ἢ 在否定副词 οὐκέτι 的管辖下构成排他性的并列否定(“不再增补或是作为表象器官的、或是作为理性器官的[相异实质]”)。

  2. 3.195εἴ τι συνέχει σῶμα ὁ νοῦς, καὶ πλάσαι χαλεπόν

    从句 εἴ τι συνέχει σῶμα ὁ νοῦς 作间接疑问解(“理智是否维系任何物体”,τι 修饰 σῶμα),下系主句的表语短语 καὶ πλάσαι χαλεπόν(“连构想都是困难的”)。此处呼应并概括了亚里士多德《论灵魂》第一卷(411b18–19)的原话。

  3. 3.195ὡς ἐν δευτέρῳ πάλιν συμπεραίνεσθαι σχήματι μηδὲν ἁπλοῦν εἶναι αἰσθητικόν, μέσου ὅρου ὄντος τοῦ ἁφὴν ἔχειν

    由 ὡς 加不定词构成的结果句式,附带独立属格 μέσου ὅρου ὄντος...。此处明确给出了第二格三段论(Camestres式:全称肯定大前提“凡具感觉能力的物体皆有触觉”,全称否定小前提“没有任何单一物体具触觉”,结论“没有任何单一物体是具感觉能力的”),其中以“拥有触觉”为中项。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:321.3-322.9