- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:319.31-321.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了《论灵魂》434b3中关于拥有鉴别理智的生成移动动物不可能缺乏感觉的论述。他从理论和实践两方面探讨了即便拥有理智的动物为何仍需要感觉,并评析了亚历山大与普鲁塔克关于异文以及天体(非生成物)是否具有感觉的解释分歧,最终支持了亚历山大的见解。
" Οὐχ οἷόν τε δὲ σῶμα ἔχειν μὲν ψυχὴν καὶ νοῦν κριτικόν, αἴσθησιν δὲ μὴ ἔχειν, μὴ μόνιμον ὄν, γεννητὸν δέ." Τοῦτο δῆλον ὡς οὐ περὶ πάντων εἴρηται τῶν πορευτικῶν, ἀλλὰ περὶ τῶν τελειοτάτων ἐν αὐτοῖς ζῴων, ἐν οἷς καὶ ὁ κριτικὸς νοῦς. ηὐπόρηται δὲ ὅλως καὶ προσετέθη τοῖς εἰρημένοις πρὸς τοὺς ἀπορήσαντας ἄν, διὰ τί, ἂν κρείττονα ἔχῃ γνῶσιν τὴν κατὰ τὸν νοῦν, μὴ ἀρκεῖται ταύτῃ πρὸς τὴν σωτηρίαν, κἂν πορευτικὰ ᾖ, ἀλλὰ καὶ αἰσθήσεως ἐδεήθη. καὶ μία μὲν ἡ ἤδη καὶ πολλάκις εἰρημένη ἀφεῖται νῦν αἰτία· διὰ γὰρ τὸ ἀναγκαῖον εἶναι τοῖς ζῴοις σύστοιχον τοῖς γινωσκομένοις ὑπάρχειν γνῶσιν. σύστοιχος δὲ οὕτως αὐτοῖς ἡ αἴσθησις, ὡς μηδὲ ἄλλως τῷ ἐν αὐτοῖς νῷ ἢ δι’ αἰσθήσεως αὐτὰ γινώσκεσθαι. ἀλλὰ τοῦτο μέν, ὡς ἔφην, ὡς πολλάκις εἰρημένον ἀφῆκεν ὁ Ἀριστοτέλης· μᾶλλον δὲ οὐδὲ παντελῶς ἀφῆκεν, ἀλλὰ προσθεὶς καὶ ἄλλην αἰτίαν καὶ ταύτην ἐνεδείξατο, ἀδύνατον λέγων τὰ γενητὰ καὶ πορευτικὰ τῶν ζῴων νοῦν μὲν ἔχειν, ἀναίσθητα δὲ τυγχάνειν αὐτά, καὶ τούτου πάλιν τὴν αἰτίαν προσθείς. οὔτε γὰρ τῇ ψυχῇ τοῦτο εἶναι πρὸς τὸ νοεῖν βέλτιον, οὔτε τῷ σώματι ἐντεῦθεν ἔσται σωτηρία, ἂν μὴ καὶ αἴσθησιν προσλάβῃ. καὶ γὰρ ἡ λογικὴ ψυχὴ οὐκ ἄλλως πρὸς τὸ νοεῖν ἡ ὅλη πρὸς σῶμα ῥεύσασα ἐγείρεται, εἰ μὴ δι’ αἰσθήσεως τὴν πρώτην, καὶ ἐν ταῖς πράξεσι συνεργῷ αὐτῇ καὶ τῇ ἀπ’ αὐτῆς χρῆται φαντασίᾳ, καὶ τὸ σῶμα οὐ διὰ τοῦ νοῦ μόνου, ἀλλὰ καὶ δι’ αἰσθήσεως σῴζεται τῆς τοδὶ μὲν βλαβερὸν αὐτῷ δεικνυούσης, τοδὶ δὲ σωτήριον, ἢ τὸ μὲν λυπηρόν, τὸ δὲ ἡδὺ καὶ προσηνές. ὅθεν καὶ ἡ προειρημένη ἀποδέδοται αἰτία, ἡ αἴσθησιν ἀπονέμουσα τοῖς αἰσθητικοῖς ζῴοις ὡς σύστοιχον γνῶσιν τοῖς αἰσθητοῖς. διὸ καθόλου λοιπὸν συμπεραίνεται, ὡς οὐδὲν ἔχει ψυχὴν σῶμα μὴ μόνιμον ἄνευ αἰσθήσεως, ἔνθα τὸ μὴ μόνιμον πρόσκειται διὰ τὰ φυτά, ἃ ἔχει μὲν ψυχὴν ἄνευ δὲ αἰσθήσεως, ἢ καὶ διὰ τὰ ἄστρα, ὡς ὁ Ἀλέξανδρος βούλεται, ἔμψυχα μὲν ὄντα, μόνιμα δὲ διὰ τὸ ἐρριζωμένα ταῖς οἰκείαις σφαίραις μὴ καθ’ αὑτὰ κινεῖσθαι, ὡς ὁ ἐκείνου λόγος. καὶ ἔοικεν ὁ Ἀλέξανδρος οὕτως ἐξηγήσασθαι διὰ τὸ προσεχῶς προειρημένον, τὸ οὐχ οἷόν τε σῶμα ἔχειν μὲν ψυχὴν καὶ νοῦν κριτικόν, αἴσθησιν δὲ μὴ ἔχειν, μὴ μόνιμον ὄν, γενητὸν δέ. τὸ γὰρ μὴ μόνιμον καὶ νοῦν ἔχον κριτικόν, γενητὸν δέ, πρὸς ἀντιδιαστολὴν εἴληπται τοῦ ἔχοντος καὶ ψυχὴν καὶ νοῦν κριτικόν, μονίμου δὲ τοῦ ἀγενήτου τούτου· ἐν γὰρ τοῖς γενητοῖς οὐδέν ἐστι μόνιμον τοιοῦτον. ἔν τισι δὲ ἀντιγράφοις πρόσκειται τὸ ἀλλὰ μὴν οὐδὲ ἀγένητον, ὅπερ ὁ μὲν Πλούταρχος ἐξηγεῖται, ὡς νῦν τοῦ Ἀριστοτέλους καὶ τοῖς οὐρανίοις ἀποδιδόντος αἴσθησιν· οὐδὲ γὰρ τὰ ἀγένητα, διότι μὴ καθ’ ἑαυτὰ τόπον ἐκ τόπου ἀμείβοντα καὶ διὰ τοῦτο μόνιμα ὄντα, ἀμοιρεῖν αἰσθήσεως. φαίνεται δὲ ὁ Ἀριστοτέλης μηδαμοῦ τὴν αἴσθησιν ἐπὶ τῶν οὐρανίων προσιέμενος, ἀλλὰ καὶ ἐφεξῆς αὐτὸ τοῦτο ἀναινόμενος. διὸ κάλλιον, οἶμαι, ὁ Ἀλέξανδρος ἐξηγεῖται τὸ ἀλλὰ μὴν οὐδὲ ἀγένητον, ἀξιῶν ἀκούειν πρὸς τὸ αἴσθησιν ἔχειν,1 ἵνα μὴ πρὸς τὸ προσεχῶς εἰρημένον ᾖ ἐπαγόμενον, πρὸς τὸ οὐχ οἷόν τε σῶμα ἔχειν μὲν ψυχήν, αἴσθησιν δὲ μὴ ἔχειν, ἀλλὰ πρὸς τὸ ἐξ ἀρχῆς τὸ “αἴσθησιν δὲ οὐκ ἀναγκαῖον ἐν ἅπασι τοῖς ζῶσιν. οὔτε γὰρ ὅσων τὸ σῶμα ἁπλοῦν, ἐνδέχεται ἁφὴν ἔχειν” ἀλλὰ μὴν οὐδὲ ἀγένητον ἀναγκαῖον αἴσθησιν ἔχειν. τὸ δὲ κριτικὸν τῷ νῷ πρόσκειται ὡς τὸ θεωρητικὸν δηλοῦν2 πρὸς ἀντιδιαίρεσιν τοῦ πρακτικοῦ, ἐναργέστερον ποιοῦν τὸν λόγον, διότι τὸ μὲν πρακτικὸν πάντως αἰσθήσεως δεῖται, τὸ δὲ θεωρητικὸν οὐ δοκοῦν πάντως ὅμως τὴν πρώτην καὶ αὐτὸ χρήζει, καὶ ἐφεξῆς δὲ πάντως ἐν τῇ περὶ τῶν αἰσθητῶν θεωρίᾳ.
“然而,一个物体拥有灵魂与鉴别的理智,却不拥有感觉,若它不是固着的而是生成的,这是不可能的。” 显而易见,这并非就所有移动的动物而言,而是就它们之中最完全的动物而言,在这些动物中亦有鉴别的理智。而这已被完全阐明,并被补充到前述诸事中,以针对那些可能会提出如下疑难的人:为何动物若拥有依理智的更优越的认识,即便它是移动的,却不能以此认识来足以保全自身,反而亦需要感觉?在此,已屡次提及的一个原因如今被略去了:因为动物必然具有与被认识之物相对应的认识。而感觉与它们如此对应,以至于它们之中的理智若非藉由感觉,亦无法以其他方式认识它们〔被认识之物〕。但正如我所说,亚里士多德因其已被屡次提及而略去了这一原因;或者更确切地说,他并未全然略去,而是通过增补另一个原因亦暗示了这一个原因,指出生成的且移动的动物拥有理智却恰好没有感觉是不可能的,并再次附加了此事的理由。因为这对于灵魂而言就思维而言并非更好,由此对于物体而言亦不会有保全,除非它亦附带获得感觉。因为理性灵魂作为一个整体流降至身体之后,若非最初藉由感觉,便无法以其他方式被唤醒以进行思维,并在行动中将感觉以及源自感觉的表象用作自身的协作者;而物体亦不仅藉由理智,而且亦藉由向其指示此为有害、彼为保全,或此为痛苦、彼为愉悦与合意之物的感觉而得以保全。由此,前述将感觉作为与感觉对象相对应的认识分派给具感觉能力的动物的原因亦被给出了。因此,接下来普遍地推得:没有任何非固着的物体在没有感觉的情况下拥有灵魂;在此添加“非固着的”,是由于植物——它们拥有灵魂却没有感觉;抑或是如亚历山大所主张的,由于天体——它们固然有灵魂,但按他的说法,因为植根于各自的本己天球而不作自身的运动,因而是固着的。亚历山大似乎是由于紧接在前的陈述而如此解释的,即“一个物体拥有灵魂与鉴别的理智,却不拥有感觉,若它不是固着的而是生成的,这是不可能的”。因为“非固着且拥有鉴别的理智,却是生成的”,是相对取自于那拥有灵魂与鉴别的理智、却是固着的“非生成之物”;因为在生成之物中没有任何这类固着之物。然而在某些抄本中,增补了“但决非非生成的”,普鲁塔克对此解释为:亚里士多德如今亦赋予天体以感觉;因为非生成之物并不因为其自身不从一处变换到另一处并因此是固着的,就与感觉无缘。但亚里士多德看来在任何地方都不曾承认天体具有感觉,甚至在紧接着的文句中还否认了这一点本身。因此我认为,亚历山大对“但决非非生成的”的解释更为妥当,他主张应当将其与“拥有感觉”联系起来领会,以使其不致被引向紧接在前之言——即引向“一个物体拥有灵魂[却不拥有感觉是不可能的]”,而是引向最初之言:“感觉在所有活物中并非都是必然的;因为凡是物体单一者,都不可能具有触觉”,即“但决非非生成之物必然拥有感觉”。而“鉴别的”被加于“理智”,是作为表明理论理智以区别于实践理智,从而使这一论证更为明晰;因为实践理智无论如何都需要感觉,而理论理智虽然看似并非在一切方面都需要,但最初其自身亦需要感觉,且在此后关于可感事物的观照中亦完全需要感觉。
- 3.194ἀξιῶν ἀκούειν πρὸς τὸ αἴσθησιν ἔχειν
ἀκούειν 在此意为“领会”或“解释”。介词短语 πρὸς τὸ αἴσθησιν ἔχειν 带有冠词不定式,表示语法关联或依附的对象(“与拥有感觉联系起来”)。亚历山大主张,省略句 ἀλλὰ μὴν οὐδὲ ἀγένητον 不应附属于紧邻的前文主句(不可能命题),而应承前补充更早前提中的谓述内容,即“感觉并非必然拥有”。
- 3.194τὸ δὲ κριτικὸν τῷ νῷ πρόσκειται ὡς τὸ θεωρητικὸν δηλοῦν
分词 δηλοῦν 与 ὡς 连用,表示补充说明的意图或理由(“作为表明理论理智”)。主语为 τὸ δὲ κριτικόν,动词 πρόσκειται 支配与格 τῷ νῷ。其后的分词短语 ἐναργέστερον ποιοῦν τὸν λόγον 则对整个陈述起附随结果的修饰作用。
