← 辛普里丘

亚里士多德《论灵魂》注释

§31.7-32.24

德谟克利特等早期思想家论灵魂的动因与认知

辛普利丘遵照亚里士多德的文本(405a8–405b1),探讨了德谟克利特、阿那克萨哥拉、泰勒斯、赫拉克利特、阿尔克迈翁以及希彭和克里提亚等早期思想家的灵魂学说,详析了各自关于动力因与认知能力的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.56

" Δημόκριτος δὲ καὶ γλαφυρωτέρως εἴρηκεν." Ὡς καὶ τὰς αἰτίας προστιθείς, κατὰ μὲν τὰς κοινὰς αἰτίας νοερὰς τὰς ψυχὰς τιθέμενος, κατὰ δὲ τὰς ἰδίας ὑποθέσεις ἐν τοῖς ἀδιαιρέτοις αὐτὰς τιθέμενος σώμασιν· καὶ ἔτι τὴν ψυχὴν εἰς ταὐτὸν ἄγων τῷ νῷ, καὶ ταῖς ἀρχαῖς τὸ κινητικὸν ἀπονέμων. ἐν δὲ τοῖς ἀδιαιρέτοις εὑρίσκων τὸ σφαιροειδὲς ὂν σχῆμα εὐκίνητον, ἐν τούτῳ τὴν ψυχὴν ἔθετο.

“然而德谟克利特的表述甚至更为精练。” 这是因为他也补充了原因,一方面根据普遍原因设定灵魂是理智性的,另一方面根据他自己的假说将灵魂设定在不可分割的物体[原子]中;并且进一步将灵魂归同于理智,并将动能归于诸本原。而且他发现,在不可分割者中球形是最容易运动的,便将灵魂安置于其中。

§1.57

"Ἀναξαγόρας δ’ ἔοικε μὲν ἕτερον λέγειν ψυχήν τε καὶ νοῦν." Διότι, ὡς ἤδη ἔφη, μόνον τοῦ καλῶς καὶ ὀρθῶς αἰτιᾶται τὸν νοῦν, χρῆται δὲ ἀμφοῖν ὡς μιᾷ φύσει, διότι εἰς πάντα τὰ ζῷα ἐνοικίζει καὶ τὸν νοῦν. πλὴν ἀρχήν γε τὸν νοῦν τίθεται μάλιστα πάντων, ἐπειδὴ σαφῶς καὶ πρὸ πάντων ἀμιγῆ ὡς ἐξῃρημένον πάντων ὑμνεῖ, καὶ τὸ γνωστικὸν καὶ τὸ κινητικὸν αὐτῷ ἀποδιδούς.

“而阿那克萨哥拉似乎将灵魂与理智说成是不同的。” 因为正如他先前所说,阿那克萨哥拉虽然将善与正的原因仅仅归于理智,却将两者当作同一种本性来运用,因为他把理智也安置在了一切动物之中。只是他最将理智设定为一切的本原,因为他明确且优先于一切地赞美理智是未混合的、超拔于万物的,并将认知性和动力性都归于理智。

§1.58

"Ἔοικε δὲ καὶ Θαλῆς ἐξ ὧν ἀπομνημονεύουσι." Ὅτι μηδὲν αὐτοῦ ἐφέρετο σύγγραμμα. τοσοῦτον δὲ περὶ Θαλοῦ ἱστορήσας, καὶ τοῦτο μετά τινος ἐπιτιμήσεως, ὅτι τῇ μαγνήτιδι λίθῳ ψυχὴν ἐδίδου ὡς κινητικῇ τοῦ σιδήρου, ἵνα κατ’ ἐκεῖνον κινητικὴν εἶναι τὴν ψυχὴν πιστώσηται, οὐκέτι τὸ ὕδωρ εἶναι τὴν ψυχὴν εἰς αὐτὸν ἀνέπεμψεν, καίτοι στοιχεῖον τὸ ὕδωρ τιθέμενον, ἐπειδὴ τῶν σωμάτων τὸ ὕδωρ ἔλεγε στοιχεῖον, εἰκὸς δὲ ἀσώματον αὐτὴν ἐκεῖνον ὑποτίθεσθαι. σαφῆ δὲ τὰ περὶ Διογένους ἱστορημένα. περὶ δὲ Ἡρακλείτου συλλογιζομένῳ ἔοικεν,1 οὐχ ὡς σαφῶς λέγοντος πῦρ ἢ ἀναθυμίασιν ξηρὰν τὴν ψυχήν, ἀλλ’ ὡς τοῦ πυρὸς πρὸς τῷ λεπτομερεῖ καὶ τὸ εὐκίνητον ἔχοντος καὶ τῷ κινεῖσθαι τὰ ἄλλα κινοῦντος, καὶ διὰ ταὐτά [τε] τῇ ψυχῇ προσήκοντος ὡς διὰ παντὸς τοῦ ζῶντος ἰούσῃ σώματος καὶ ὡς τῷ κινεῖσθαι κινητικῇ καὶ ἔτι ὡς γνωστικῇ. ἐν μεταβολῇ γὰρ συνεχεῖ τὰ ὄντα ὑποτιθέμενος ὁ Ἡράκλειτος καὶ τὸ γνωσόμενον αὐτὰ τῇ ἐπαφῇ γινῶσκον συνέπεσθαι ἐβούλετο, ὡς ἀεὶ εἶναι κατὰ τὸ γινῶσκον ἐν κινήσει.

“根据人们的回忆记载,泰勒斯似乎也持此看法。” 因为他的著作没有留传下来任何一部。亚里士多德关于泰勒斯记述了这么多,而且带有一种责难,即泰勒斯将灵魂赋予磁石,认为它是铁的运动者,以便根据泰勒斯证实灵魂是引起运动的,但并没有进一步将水是灵魂归于泰勒斯,尽管他设定水是元素;因为泰勒斯所说的是物体的元素是水,而他很可能设想灵魂是非物体的。关于第欧根尼的记述则是明晰的。但关于赫拉克利特,亚里士多德似乎是在进行推论,并非认为他明确说过灵魂是火或干燥的蒸发物,而是认为火除了精细之外还具有易动性,并通过自身运动而运动其他事物,并且由于同样的原因火适合于灵魂,因为灵魂贯穿整个活的物体,且通过自身运动而引起运动,甚至还具有认知性。因为赫拉克利特假定存在者处于不断的转化中,并希望那将要认识它们者通过接触来认识并跟随它们,从而就认知者而言始终处于运动之中。

§1.59

"Παραπλησίως δὲ τούτοις καὶ Ἀλκμαίων ἔοικεν ὑπολαβεῖν περὶ ψυχῆς." Ὁ Ἀλκμαίων Κροτωνιάτης ὢν ὑπὸ μὲν ἄλλων ὡς Πυθαγόρειος παραδέδοται, ὑπὸ δὲ Ἀριστοτέλους ἐν τῇ Μετὰ τὰ φυσικὰ ὡς τὰς δύο συστοιχίας ἢ αὐτὸς παραδοὺς τοῖς Πυθαγορείοις ἢ παρ’ ἐκείνων λαβὼν μνήμης ἠξίωται. ἔοικε δὲ ἄριστα φιλοσοφεῖν, ὡς ἐκ τῶν νῦν λεγομένων τεκμαίρεσθαι· ἀθάνατον γὰρ λέγει τὴν ψυχὴν ὡς ἐοικυῖαν τοῖς ἀθανάτοις. καὶ παρὰ Πλάτωνι γοῦν ὁμώνυμος λέγεται τοῖς ἀθανάτοις διὰ τὸ καὶ τῆς ἀθανασίας ὑφειμένως τὴν ἡμετέραν μετέχειν ψυχήν· ὑπάρχειν δὲ αὐτῇ τὸ ἀθάνατον ὡς ἀεικινήτῳ. οὕτω δὴ καὶ ἐν τῷ Φαίδρῳ ὡς ἀεικίνητος διὰ τὸ εἶναι αὐτοκίνητος δείκνυται ἀθάνατος, οὐ τὴν σώμασι πρέπουσαν κίνησιν, ἀλλ’ ἣν καὶ αἱ οὐράνιαι ψυχαί, δι’ ἣν καὶ τὰ φαινόμενα αὐτῶν σώματα κινεῖται ἀϊδίως.

“阿尔克迈翁关于灵魂的看法似乎也与这些人相近。” 克罗顿的阿尔克迈翁被其他人传为毕达哥拉斯派,而在亚里士多德的《形而上学》中,他被认为值得提及,是因为他要么自己将两个对立范畴表传给了毕达哥拉斯派,要么从他们那里接受了这两个表。从眼下所谈论的内容来推断,他似乎作了极佳的哲学思考;因为他说灵魂是不死的,因为它类似于不死者。无论如何,在柏拉图那里,由于我们的灵魂以一种次等的方式分有不死性,灵魂被称为与不死者同名;而作为永远运动者,不死性归属于它。因此在《斐德罗篇》中,灵魂也是由于作为自身运动者而是永远运动者,从而被证明是不死的,这不是适合于物体的运动,而是天界灵魂所具有的运动,由于这种运动,它们可见的躯体也永恒地运动着。

§1.60

"Τῶν δὲ φορτικωτέρων καὶ ὕδωρ τινὲς ἀπεφήναντο, καθάπερ Ἵππων." Ἐτίθετο μὲν καὶ Θαλῆς ὕδωρ τὸ στοιχεῖον, ἀλλὰ σωμάτων, καὶ οὐχὶ τὴν ψυχὴν πάντως σῶμα ᾤετο. 〈τὸν〉 δὲ Ἵππωνα, ὡς εἰκός, ὃν καὶ ἄθεον γενέσθαι ἱστοροῦσιν, ὅθεν καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ οὐκ ἀξιοῖ συντάττειν αὐτὸν τοῖς φυσικοῖς, καὶ ἐνταῦθα φορτικὸν καλεῖ οὐ μόνον ὡς παχυμερέστερον αὐτὴν λέγοντα στοιχεῖον (τούτου γὰρ καὶ ὑπεραπολογεῖσθαι ἠξίωσεν, τὴν αἰτίαν τῆς ὑπονοίας ἐκθέμενος),2 ἀλλὰ μάλιστα διὰ τὴν ἀθεΐαν. ὁ δὲ τὸ αἷμα τὴν ψυχὴν θέμενος Κριτίας εἴτε ὁ τῶν τριάκοντα γενόμενος εἷς εἴτε σοφιστής τις, οὐδὲν ἡμῖν διοίσει. εἰς τοῦτο δὲ ὑπεφέρετο διὰ τὸ τὰ ἐν ἡμῖν ἄναιμα, οἷον τὰ ὀστᾶ, ἀναίσθητα ὁρᾶν.

“在较为粗俗的人当中,有些人甚至断言它是水,正如希彭那样。” 泰勒斯固然也将水设定为元素,但那是物体的元素,且决未认为灵魂是物体。至于据传成了无神论者的希彭——正因如此,亚里士多德在《形而上学》中不屑于将他与自然哲学家们排在一起——亚里士多德在此处也合乎情理地称他为粗俗者,不仅因为他把灵魂说成是更粗糙的元素(因为针对这一点,亚里士多德甚至通过陈述该假想的原因而予以了辩护),而且主要是由于他的无神论。至于将灵魂设定为血液的克里提亚,无论他是三十僭主之一还是某个智者,对我们而言都无分别。他陷入这一见解,是因为他看到我们体内无血的部分(如骨骼)是没有感觉的。

语法注2 条
  1. 1.58περὶ δὲ Ἡρακλείτου συλλογιζομένῳ ἔοικεν

    与格分词 συλλογιζομένῳ 用作 ἔοικεν 的补足成分,构成主语(亚里士多德)“似乎像是一个进行推论的人”的句式。注疏者在此指出这是亚里士多德所作的推论,而非赫拉克利特的直接原话。

  2. 1.60τούτου γὰρ καὶ ὑπεραπολογεῖσθαι ἠξίωσεν, τὴν αἰτίαν τῆς ὑπονοίας ἐκθέμενος

    ἠξίωσεν 的主语是亚里士多德。τούτου 是由 ὑπεραπολογεῖσθαι(为……辩护)所支配的属格宾语,指代前文提到的“将灵魂说成更粗糙的元素”。这表明亚里士多德在指出其猜想的原因时,甚至愿意就这一点为希彭辩护。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:31.7-32.24