← 辛普里丘

亚里士多德《论灵魂》注释

§319.1-319.30

目的论区分与移动动物中远距离感觉的必然性

辛普利丘将亚里士多德对自然事物的二分法(为了目的之物与偶发事)对照《物理学》进行阐释,并论证了移动动物为了自我保全的目的,相较于固着动物与植物,何以必然不仅需要触觉,而且需要远距离感觉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.193

" Ἕνεκά του γὰρ ἅπαντα ὑπάρχει τὰ φύσει ἢ συμπτώματα ἔσται τῶν ἕνεκά του." Ταῦτα καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει σαφέστερον διώρισται, ὡς τὰ κατὰ φύσιν γινόμενα τὰ μὲν ὡς αὐτὰ τέλη ἐστί, καθάπερ τὰ εἴδη, ἥ τε ἀρετὴ καὶ ὑγεία καὶ πᾶν ὅ τι τοιοῦτον, καὶ ταῦτα μὲν ὡς τὸ οὗ ἕνεκα, τὰ δὲ οὐχ ὡς τέλη μέν, ὡς δὲ πρὸς ταῦτα φέροντα, ὡς τὰ γυμνάσια καὶ ἡ οἰκεία ὕλη καὶ τὰ ὄργανα, τὰ δὲ ὡς ἑπόμενα συμπτώματα ἢ τοῖς ἤδη ἀπειληφόσι τὸ τέλος ἢ τοῖς ἔτι πρὸς τὸ τέλος φερομένοις, ὡς κόπος καὶ πτύελος καὶ αἱ ἐν μασχάλαις, φασί, τρίχες καὶ τοῖς ἤδη ὑγιαίνουσιν ἕπονται ζῴοις, καὶ ὡς πόνοι καὶ κάματοι τοῖς ἔτι φερομένοις πρὸς ὑγείαν διὰ γυμνασίων. ὁ δὲ Ἀριστοτέλης εἰς δύο δοκεῖ διαιρεῖν πάντα τὰ φύσει γινόμενα, εἰς τὰ ἕνεκά του καὶ εἰς τὰ συμπτώματα, τοῖς ἕνεκά του συνεισφέρων πάντως καὶ τὸ οὗ ἕνεκα· οὐ γὰρ οἷόν τε ἕνεκά του ἢ εἶναι ἢ γίνεσθαι, μὴ ὄντος καὶ τοῦ οὗ ἕνεκα. οἷς καλῶς πᾶσιν ἐπισυνάπτει ὁ φιλόσοφος ὡς συμπέρασμα τῶν προειρημένων προτάσεων τὸ τὰ πορευτικὰ ζῷα καὶ μειζόνως ἀπαιτεῖν τὴν αἴσθησιν τῶν μονίμων καὶ ἀτελῶν,1 διὰ τὸ καὶ κατὰ πολλὰ καὶ ἄλλοτε ἄλλους τόπους προσβάλλειν τοῖς σωστικοῖς τε αὐτῶν καὶ φθαρτικοῖς σώμασι, καὶ διὰ τὸ ὡς τελειότερα τελειοτέρας μετέχειν καὶ αὐτῆς τῆς ἁπτικῆς αἰσθήσεως καὶ διὰ τοῦτο ἐνεργητικωτέρας, καὶ πρός γε διὰ τὸ καὶ ἄλλων ἐξ ἀνάγκης τῶν πορρωτέρω τοῦ αἰσθητοῦ ἀντιληπτικῶν μετέχειν αἰσθήσεων, ἵνα καὶ πρὶν ἐφάψασθαι τῶν φθαρτικῶν τε καὶ σωστικῶν αἰσθανόμενα τὰ μὲν φεύγῃ, τὰ δὲ διώκῃ. ἄνευ δὲ αἰσθήσεως οὐκ ἂν σωθείη μάλιστα τὰ πορευτικά· ὅπερ ἦν αὐτοῖς τὸ τέλος καὶ τὸ ἀγαθὸν τὸ τῆς σωτηρίας, ὡς εἴρηται, αἴτιον, ὅπερ μάλιστα κατὰ φύσιν ἐστίν, ἐπειδὴ καὶ τὸ κράτιστον αἴτιον τὸ τελικόν, οὗ ἕνεκα καὶ τὸ ποιητικὸν ποιεῖ καὶ τὸ εἰδικὸν ὁρίζει καὶ τὸ ὑλικὸν αἴτιον ὑπέστρωται οἰκείως τοῖς πράγμασι. καὶ ἐπεξεργαζόμενος καλῶς τὰ εἰρημένα ἐπάγει, ὡς τοῖς μὲν μονίμοις τῶν ζώντων καὶ αὐτοῖς δὲ τοῖς ζῴοις, ὅσα μόνιμα, τὸ τρέφεσθαι ἡ φύσις δέδωκεν καὶ ἐν τῷ αὐτῷ μένουσιν, ἐναργῶς μὲν τοῖς φυτοῖς, ἤδη δὲ καὶ τοῖς μονίμοις ζῴοις, ἐκεῖ τὴν ἀρχὴν γινομένοις τε2 καὶ ὑφισταμένοις, ὅθεν καὶ τρέφεσθαι οἷά τε.

“因为依自然存在的一切事物皆为了某种目的而存在,抑或是为了某种目的之诸事物的偶发事。” 这些在《物理学》中亦已被更为明晰地区分:即在依自然生成的事物中,有些本身即是目的,如形式、德性、健康以及一切此类事物,这些是作为目的本身而存在;另一些并非作为目的,而是作为导向目的之物而存在,如体操、本己的质料以及器官;还有一些则是作为随之相伴的偶发事,随顺于已获得目的之物,抑或随顺于仍在导向目的之物,正如疲乏、唾液以及人们所谓的腋毛甚至相伴于已然健康的动物,亦如劳苦与疲惫相伴于仍藉由体操导向健康者。但亚里士多德似乎将依自然生成的一切事物二分为两类:即为了某种目的之物与偶发事,他在为了某种目的之物中全然囊括了目的本身;因为若目的本身不存在,为了某种目的之物便既不可能存在,亦不可能生成。对于这一切,哲学家作为前述诸前提的结论,恰当地附加上:移动的动物比固着的和不完全的动物更为强烈地要求感觉;这是因为它们在诸多方面且在不同时间于不同地点遭遇到保全它们和毁灭它们的物体;亦因为它们作为更完全者,更完全地分有触觉本身,并因此更具现实活动性;再者,还因为它们必然亦分有其他从更远处感知感觉对象的诸感觉,以便在触及毁灭性与保全性之物之前感知到它们,从而避开前者并追求后者。若无感觉,移动的动物尤其无法得以保全;而保全乃是它们的目的与善,正如已言,是保全的原因,这最符合自然;因为目的因亦是最根本的原因,为了此目的,作用因才造作,形式因才界定,而质料因才在本己的意义上作为事物的基底。而在巧妙阐发所言诸事的同时,他进而指出:自然向活物中固着者,乃至动物自身中凡固着者,赋予了在留居同一处所时摄取滋养的能力——显明地赋予了植物,而今亦赋予了固着的动物,它们自始便在能够摄取滋养之处生成并奠定其实存。

语法注2 条
  1. 3.193τὸ τὰ πορευτικὰ ζῷα καὶ μειζόνως ἀπαιτεῖν τὴν αἴσθησιν τῶν μονίμων καὶ ἀτελῶν

    此定冠词加宾格不定式结构(τὸ ... ἀπαιτεῖν)充当主要动词 ἐπισυνάπτει 的直接宾语。宾格主语为 τὰ πορευτικὰ ζῷα,而 τῶν μονίμων καὶ ἀτελῶν 则是受比较级副词 μειζόνως 支配的比较属格。随后出现的三个 διὰ τό 引导的短语平行展开了移动动物何以更需要感觉的原因。

  2. 3.193ἐκεῖ τὴν ἀρχὴν γινομένοις τε καὶ ὑφισταμένοις, ὅθεν καὶ τρέφεσθαι οἷά τε

    τὴν ἀρχήν 是充当副词用法的宾格,意为“从最初”或“原本”。分词 γινομένοις τε καὶ ὑφισταμένοις 与前述与格名词(τοῖς φυτοῖς 及 τοῖς μονίμοις ζῴοις)在性数格上一致,表示伴随状况或原因(“自始即在……之处生成并奠定其实存”)。关系副词 ὅθεν(从那里)的前承副词正是 ἐκεῖ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:319.1-319.30