- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:318.3-318.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明“非不藉质料而接纳形式之物”通过与永恒动物的对比系指必灭动物,并通过将句首的连词 οὔτε 在句法上补充连接至前一句,确立了触觉对动物而言必不可少的双重原因。
" Οὔτε ὅσα μὴ δεκτικὰ τῶν εἰδῶν ἄνευ τῆς ὕλης." Τίνα γὰρ βούλεται σημαίνειν τὰ ἄνευ τῆς ὕλης τῶν εἰδῶν δεκτικά; ἵνα ἀπὸ τῆς καταφάσεως καὶ τὰ μὴ δεκτικὰ ἄνευ τῆς ὕλης γνωρίσωμεν. καὶ πρὸς τί εἴρηται ἡ ἐν ἀρχῇ προκειμένη ἄρνησις τὸ οὔτε; οὐ γὰρ ἁπλῶς πρόσκειται, ἀλλ’ ἔννοιάν τινα δοκεῖ ἔχειν. μᾶλλον δὲ ὧδε τὸ ὅλον ῥητὸν σαφηνιστέον. † εἰ δὴ ἔοικε λέγειν νῦν καὶ εἴδη ἄψυχα, εἴ γέ τι εἴη ἐν τῷ παντὶ εἶδος ἄψυχον, ἀλλὰ μὴ μόνον ἄτομα ὅσα νεκρώματα, καὶ ἔστι περὶ τῶν αἰσθητικῶν αὐτῷ ὁ λόγος, ἔοικε μηδὲ ἁπλῶς τὰ ἔμψυχα νῦν παραλαμβάνειν, ἀλλὰ τὰ καὶ αἰσθητικὰ ἢ κρειττόνως ἔτι γνωστικά. τὰ δὴ τῶν τοιούτων εἰδῶν δεκτικὰ ἄνευ τῆς ὕλης τὰ ἀίδιά ἐστι ζῷα, τὸ ἐπικτήτως δεχόμενον οὐδαμῶς ἔχοντα, οἷς οὔτε Πλάτων οὔτε Ἀριστοτέλης αἴσθησιν ὁποιανοῦν ἀποδιδόασιν, ἐπειδή, ὡς εἴρηται, τὴν παθητικὴν καλοῦσιν αἴσθησιν, οὐ τὴν ὅλην ἔνδοθεν κατ’ ἐνέργειαν οἰκείαν καὶ ὑποστατικὴν καὶ κριτικὴν τῶν αἰσθητῶν. ταῦτα μὲν οὖν τὰ ἄνευ ὕλης τῶν εἰδῶν δεκτικά. καὶ εἴρηται ὁποίων εἰδῶν, ὅτι τῶν γνωστικῶν μέν, κρειττόνως δὲ καὶ οὐχὶ αἰσθητικῶς κατὰ τοὺς παλαιοὺς τούτους φιλοσόφους. φανερὰ οὖν καὶ τὰ μὴ ἄνευ ὕλης τῶν γνωστικῶν εἰδῶν δεκτικά· τὰ γὰρ μὴ ἀίδια τῶν ζῴων. τὰ δὴ τοιαῦτα πάντως καὶ αἰσθήσεως διὰ τὰ προειρημένα ὡς εὐπαθῆ δεῖται, καὶ πρώτης γε τῆς ἁπτικῆς. τὸ οὖν οὔτε συντακτέον πάλιν λαβόντας1 τὸ προειρημένον τὸ “ἄνευ ταύτης (τουτέστι τῆς ἁφῆς) οἷόν τε οὐθὲν εἶναι ζῷον”, καὶ τῷ ῥητῷ τούτῳ συντάξαντες καὶ τὸ ὕστατον ἐπενεχθὲν οὔτε, οὕτω τὸ λοιπὸν τῆς λέξεως ἐποίσομεν ὅσα μὴ δεκτικὰ τῶν εἰδῶν ἄνευ τῆς ὕλης, ἵνα διττὴ ἀποδοθῇ ἡ αἰτία τοῦ πάντως τὰ θνητὰ ζῷα τὴν ἁπτικὴν ἔχειν αἴσθησιν, μίαν μὲν τὴν ὅτι οὐκ ἄνευ ταύτης αἱ λοιπαί, ἑτέραν δὲ τὴν ἐπειδὴ2 ὅλως ζῷα ὄντα καὶ ἐπικτήτως τῶν γνωστικῶν εἰδῶν ὄντα δεκτικά (τοῦτο γὰρ τὸ μὴ ἄνευ ὕλης αἰσθητικὰ εἶναι), ἀνάγκη καὶ αἰσθητικὰ παθητικῶς, εἰ μηδὲν μάτην ποιεῖ ἡ φύσις, τουτέστιν εἰ [μὴ] οἰκεῖον ἀγαθὸν τοῖς ζῴοις ὡς ζῴοις ἀποδώσει. τὸ γὰρ ἀγαθὸν σωστικὸν ἑκάστου, ὡς καὶ ἐν Πολιτείᾳ τῷ Πλάτωνι δοκεῖ. τὸ οὖν μὴ ἀπειληφὸς τὸ τῆς σωτηρίας αἴτιον αὐτῷ κατὰ φύσιν μάτην ἔσται. ἀλλ’ οὐδὲν μάτην ἡ φύσις ποιεῖ, ὥστε καὶ τοῖς ζῴοις πᾶσι τὸ κατὰ τὰ προσήκοντα ἑκάστοις μέτρα ἀπονέμει σωστικόν. σωστικὸν δὲ τῶν θνητῶν ζῴων τὸ αἰσθητικόν, τῆς ἐκκλίσεως γινόμενον τῶν ἀλλοτρίων αἴτιον, καὶ τῆς τῶν οἰκείων παραδοχῆς.
“凡非不藉质料而能接纳形式之物,亦[不可能成为动物]。” 因为他意指“不藉质料而能接纳形式之物”究竟是什么?以便我们能从肯定中认识到那些非不藉质料而接纳者。而且置于开端的否定词“亦不(οὔτε)”是针对什么而言的?因为它并非漫不经心地附加上去,而是似乎具有某种意涵。更确切地说,应当将整个文句作如下阐明。 如果说他现在似乎甚至在谈论无灵魂的形式(如果宇宙中果真存在某种无灵魂的形式,而不仅是如死尸般的个体),且他的论述是关乎具感觉能力之物,那么他现在似乎并非漫然引入有灵魂之物,而是引入那些亦具感觉能力或以更优越的方式具认识能力之物。那么,不藉质料而接纳此类形式之物即是永恒的动物,它们绝不具有后天获得性的接纳;柏拉图与亚里士多德皆未将任何感觉赋予它们,因为正如已言,他们将受动性的东西称为感觉,而非将完全源于内在、依照自身现实活动并对可感觉对象进行奠基与辨识之物称为感觉。因此,这些即是不藉质料而接纳形式之物。至于何种形式亦已言明:即按照这些古代哲学家所言,是认识性的形式,然而却是以更优越的方式而非依感觉方式。于是,非不藉质料而接纳认识性形式之物亦显而易见:即动物中非永恒者。此类事物因上述原因作为易受影响者,必然亦全然需要感觉,且尤其是第一位的触觉。 因此,我们应当重新取用前文所述的“若无此(即触觉),任何动物皆不可能存在”,将否定词“亦不(οὔτε)”与该文句相连接,并把最后引入的“亦不”与该语句结构连接起来,从而引出其余文句:“凡非不藉质料而能接纳形式之物”。这是为了将凡必灭动物全然具有触觉赋予双重原因:其一在于若无触觉其余感觉皆不可能存在;其二在于,既然它们总体上作为动物且后天接纳认识性形式(这即是非不藉质料而具感觉能力),若自然不做徒劳之事——也就是说,若自然将本己的善赋予作为动物的动物——它们便必然亦以受动的方式具有感觉能力。因为善能保全各物,正如柏拉图在《理想国》中亦如是认为。因此,未能依照自然为其自身获得保全之原因者,将是徒劳的。但自然不做徒劳之事,故而它亦依据适合于各物的尺度将能保全之物分配给所有动物。而保全必灭动物者即是感觉能力,它成为避开相异之物与接纳相合之物的原因。
- 3.192τὸ οὔτε συντακτέον πάλιν λαβόντας
这是对亚里士多德文本中连词 οὔτε 孤立出现的句法重构。辛普里修补入前文中的“ἄνευ ταύτης οἷόν τε οὐθὲν εἶναι ζῷον”作为主谓结构,将 οὔτε 与之并列关联:即若无触觉任何动物皆不可能存在,凡非不藉质料而接纳形式之物[若无触觉]亦不可能存在。
- 3.192μίαν μὲν τὴν ὅτι οὐκ ἄνευ ταύτης αἱ λοιπαί, ἑτέραν δὲ τὴν ἐπειδὴ
这是承接前文 διττὴ ἀποδοθῇ ἡ αἰτία(赋予双重原因)的同格展开。阴性单数宾格冠词 τὴν 指代 αἰτίαν,分别将后面的 ὅτι 从句和 ἐπειδὴ 从句作为实质性内容予以名词化。
