- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:317.1-318.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德为何否认植物具有感觉(因其土性与不易受影响性),并与柏拉图的“睡眠中的感觉”学说相对照,进而论证全身体的触觉以及用于辨别营养的味觉对于动物而言乃是不可或缺的。
" Αἴσθησιν δὲ οὐκ ἀναγκαῖον ἐν ἅπασι τοῖς ζῶσιν." Δόξειεν ἂν προσλαμβάνειν τὸ ζητούμενον.1 διὰ τί γὰρ οὐχὶ καὶ πάντα τὰ ζῶντα πρὸς διάκρισιν τοῦ οἰκείου τε καὶ τοῦ ἀλλοτρίου τὴν γοῦν ἁπτικήν τε καὶ γευστικὴν ἔχειν αἴσθησιν, ὡς καὶ πάντα τὰ ζῶντα αἰσθάνεσθαι; ἐπειδὴ καὶ τῶν ἄλλων ἁπάντων τῶν αἰσθητικῶς ζώντων τὸ σῶμα τόδε τοιοῦτον ὄν, ὡς ἐν μεσότητι εἶναί τε καὶ ἁφὴν ἔχειν, ἁπλοῦν καλοῦμεν διὰ τὸ ὡς ἤδη εἴρηται κατ’ ἐπικράτειαν ἑνὸς στοιχείου τῆς γῆς τὴν ἁπτικὴν ἔχειν σύστασιν, οὐ πάντῃ ὂν δηλονότι ἁπλοῦν, εἴ γε ὅλως κατὰ τὴν ἑνὸς ἐπικράτειαν, συγκείμενον δὲ καὶ ἐκ τῶν λοιπῶν, ὡς καὶ αὐτὸς πανταχοῦ βούλεται καὶ ἡ ἐνάργεια δηλοῖ. τί οὖν ἐκώλυεν ἐν μεσότητί πως καὶ ταῦτα ὄντα διὰ τὸ ὅλως εἶναι τῶν ἐναντίων, εἰ καὶ μὴ ἐξισαζούσῃ, ἔχειν μέν τινα αἴσθησιν, ἀμυδροτέραν δὲ ἢ κατὰ τὰ ἄλλως ζῶντα, καὶ ὡς ἔφη Πλάτων οἷον καθεύδουσαν αἴσθησιν. ἀλλ’ ἴσως ὁ Ἀριστοτέλης οὐκ ἀξιοῖ αὐτοῖς ἀποδιδόναι αἴσθησιν, τοῦτο μέν, ὡς μὴ οἷον ἐγρηγορυῖαν ἔχουσιν, ἀλλ’, ὡς ἐκεῖνος ἔφη, καθεύδουσαν, τοῦτο δὲ διὰ τὸ δυσπαθὲς καὶ χθόνιον τῶν φυτῶν, ὡς αὐτὸς λέγει· εὐπαθὲς γὰρ εἶναι δεῖ τὸ αἰσθητικόν. καὶ γὰρ ἐφ’ ὅσων μὲν ἡ φύσις πρὸς τὸ εἶναι μόνον ἀποβλέπει, τὸ δυσπαθὲς τούτοις ἀφώρισεν οὐ δεηθεῖσα αἰσθήσεως, ὡς ἔχουσιν ἀφ’ ἑαυτῶν τὸ μὴ ῥᾳδίως πάσχειν· ἐφ’ ὅσων δὲ οὐ τοῦ εἶναι ἀλλὰ τοῦ εὖ εἶναι μᾶλλον ἀντέχεται, τούτοις τὸ εὐπαθέστατον ἀπονέμει κατὰ τὴν ὅλην τοῦ σώματος σύστασιν, ἵνα καὶ αἰσθητικώτατον ᾖ. διὸ μάλιστα τὸ ἀνθρώπειον σῶμα, ὡς τὸ ὅλον φάναι, εὐπαθές, εὐκρασίᾳ τε τῶν ἄλλων ζῴων προέχον καὶ λεπτότητι δέρματος κατὰ ἀναλογίαν τοῦ μεγέθους, ἵνα τὴν καθ’ ὅλον τὸ σῶμα αἴσθησιν ἀκριβεστέραν ἔχῃ, ἐν ταῖς κατὰ μέρος αἰσθήσεσι πολλῶν ἀπολειπόμενον ζῴων. καλῶς οὖν οὐκ ἀναγκαῖον εἴρηται πᾶσι τοῖς ζῶσιν αἴσθησιν ὑπάρχειν, ἐπειδὴ μήτε ἁφὴν ἔχει μήτε ταύτης ἄλλην προηγεῖσθαι δεῖ. οὐκ ἀνάγκη δὲ αἴσθησιν πᾶσιν ὑπάρχειν, διότι τὰ ἔσχατα ἔσχατον ἔχει καὶ τὸ τέλος, ὅπερ πάντως μὲν ἀγαθόν, ὁποῖον ἄν ᾖ τέλος, ἀλλὰ τὸ μὲν κρεῖττον, τὸ δὲ ὑφειμένον, καὶ οἰκεῖον ἑκάστοις τοῖς τελειουμένοις· ὡς καὶ τοῖς ἐσχάτοις τὸ ἔσχατον. τὸ δὲ αἰσθητικὸν ἀγαθὸν οὐκ ἔσχατον, ἀλλὰ διεγηγερμένον καὶ κατ’ ἐνέργειαν κριτικὴν ἑστὼς φαίνεται. διὸ ἀπαιτεῖ τὸ ἔτι ὑφειμένον, ἵνα καὶ τὰ ἔσχατα ᾖ ἀγαθά. τοιοῦτον δὲ μᾶλλον τὸ τῷ εἶναι κατ’ αὐτὸ μόνον τὸ εἶναι σύνδρομον ἀγαθόν. ἔνια δὲ ἴσως καὶ τούτων ὑφειμένα ὄντα γέ πώς ἐστιν ἀγαθά, ὡς τὸ ἄψυχον, ὡς τὸ δυνάμει, ὡς τὸ ὑλικόν, ὡς τὸ στερητικόν· ἀλλ’ οὐ περὶ τούτων νῦν ὁ λόγος. ἄνευ δὲ ἁφῆς, ᾗ πάντως καὶ ἡ γεῦσις συμπέπλεκται, ἀδύνατον εἶναι ζῷον, διότι εὐπαθὲς ὂν τὸ ζῷον, ὡς εἴρηται, ἵνα καὶ αἰσθάνηται, καθ’ ὅλον τε ἑαυτὸ αἰσθητικὸν εἶναι χρή, ἐπεὶ λήσεται φθειρόμενον καθ’ ὃ ἀναίσθητον, καὶ κατά τι, καθ’ ὃ τοῦ ἐν τῇ τροφῇ οἰκείου τε καὶ ἀλλοτρίου ἕξει τὴν διάκρισιν, ταύτῃ μὲν γευστικὸν ὄν, κατὰ δὲ τὴν καθ’ ὅλον ἁπτικόν· ἡ γὰρ ἁφὴ δι’ ὅλου. τούτων οὖν πάντως δεῖ τῷ ὁπωσοῦν αἰσθητικῷ. ἀλλὰ τί τὸ ἐπαγόμενον τὸ2
“然而感觉在所有活着之物中并非必然。” 这似乎是在预先假定所探究之事。因为为何不能说一切活着之物为了辨别相合之物与相异之物,至少也具有触觉与味觉,以至于一切活着之物亦皆有感觉?因为其他一切以感觉方式活着之物的身体,作为处于中庸之中且具有触觉的身体,正如前文已言,因单一元素即土的占优势而具有触觉构造,我们亦称之为“单纯的”身体——显而易见,若总归依凭单一元素的占优势,它并非完全单纯,而是如他自身在各处所意图且昭然的事实所表明的那样,亦由其余元素复合而成。那么,是什么妨碍了这些[植物]由于整个地由对立面构成而以某种方式处于中庸之中(即便不是均等的中庸),从而具有某种感觉,只是比以其他方式活着之物的感觉更为隐微,正如柏拉图所说的那种“睡眠中的感觉”呢? 但亚里士多德或许不认为适宜将感觉赋予它们:其一,由于它们并非拥有一种宛如清醒的感觉,而是如那位哲人所言具有睡眠中的感觉;其二,由于植物的不易受影响性与土性,正如他自己所言。因为具有感觉者必然是容易受影响的。确实,凡在自然仅着眼于存在之处,自然便赋予它们不易受影响性而无需感觉,因为它们自身便具有不易受影响的特性;但在自然并非仅仅执着于存在、而是执着于完好存在之处,自然则依据身体的整个构造将最易受影响的性质分配给它们,以便它亦最具有感觉能力。因此,总括而言,人的身体尤为容易受影响,在混合的优良上胜过其他动物,且在与其体量相应的皮肤轻薄度上亦占优势,以便在整个身体上具有更为精准的感觉,即便在局部诸感觉上逊色于许多动物。 因此,“感觉并非必然属于所有活着之物”这话讲得很好,既然[植物]既无触觉,亦无任何其他感觉应当先于触觉存在。感觉并非必然属于一切事物,是因为最底层的诸事物亦具有最底层的目的;这一目的无论为何种目的,固然全然是善的,但一种目的较为优越,另一种则较低微,并且对各被完满之物而言皆是本己的,正如最底层的目的对于最底层之物是本己的一样。然而感觉之善并非最底层的,而是显现为清醒的且处于现实的判别活动之中的善。因此,为了使最底层的事物亦为善,它要求还有更低微的善存在;而这样的善宁可说是与仅仅依据存在本身的存在相伴随的善。或许某些甚至比这些更低微之物亦在某种意义上是善的,如无灵魂之物、潜能之物、质料之物、匮乏之物;但当下的论述并非关乎这些。 然而若无触觉——味觉必然亦与触觉交织在一起——动物便不可能存在,因为正如已言,动物为了感知必然是易受影响的,且必须在其自身的全体上具有感觉能力,否则在无感觉之处它将在不知不觉中被毁灭;动物亦必须在某个特定的局部具有感觉能力,借此能够辨别营养中的相合之物与相异之物,在此局部它是味觉的,而在全体上则是触觉的;因为触觉贯穿全体。因此,对于无论以何种方式具有感觉之物而言,这些皆是全然必要的。然而接下来所引入的……究竟意味着什么呢?
- 3.191Δόξειεν ἂν προσλαμβάνειν τὸ ζητούμενον.
主句使用了潜能希求语气(δόξειεν ἄν)。不定式短语 προσλαμβάνειν τὸ ζητούμενον 为逻辑学术语,意为“预先假定所探究之事(窃取论题)”。
- 3.191ἀλλὰ τί τὸ ἐπαγόμενον τὸ
末尾的中性冠词 τό 是先取用法,用于引出紧随其后的亚里士多德文本的引用。该句构成省略疑问句:ἀλλὰ τί τὸ ἐπαγόμενον [ἐστι](“然而接着引入的……究竟是什么意思?”)。
