- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:316.13-316.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德434a22的论断,注疏者论证了为何必死生物从产生到消灭都必须具备营养性灵魂,以对抗质料的流失并维系生命形式。
" Τὴν μὲν οὖν θρεπτικὴν ψυχὴν ἀνάγκη πᾶν ἔχειν ὅ τί περ ἂν ζῇ, καὶ ψυχὴν ἔχει ἀπὸ γενέσεως ἕως φθορᾶς." Τοῖς ὁπωσοῦν ζῶσι θνητοῖς δὲ τροφῆς δεῖ. οὐ γὰρ οἷά τε μὴ κατὰ σμικρὸν τρεφόμενα φυλάττειν τὸ τῆς ζωῆς εἶδος, διότι οὐκ ἄνευ ὕλης αὐτοῖς ἡ τῆς ζωῆς ὑποδοχή, ὡς δηλοῖ τὸ ποτὲ ζῆν καὶ ποτὲ μή, καὶ τὸ εἶναί τι ἐν αὐτοῖς οὐ συμφυῶς, ἀλλ’ ἐπικτήτως δεχόμενον τὴν ζωήν, ὃ καὶ πρὶν δέξασθαι καὶ μετὰ τὴν ἀποβολὴν στερίσκεται αὐτῆς. τὸ δὲ ἐπικτήτως δεχόμενον ἡ ὕλη, ὥσπερ τὸ συμφυῶς δεχόμενον αὐτὸ τὸ ζῷόν ἐστιν,1 οὗ μηδὲν ὑπομένει μετὰ τὴν ἀποβολὴν τῆς ζωῆς ὡς ζῶντος, μηδὲ πρὸ τῆς ὑποδοχῆς ἦν τι ὡς ζῶν προυπάρχον. καὶ ταῦτα ἡμῖν ἤδη πλεοναχοῦ ὑπέμνησται καὶ ἐν τοῖς εἰς τήνδε γεγραμμένοις τὴν πραγματείαν. διὰ δὲ τὴν ὕλην τὴν ἐπικτήτως δεκτικὴν τῆς ζωῆς καὶ διὰ τοῦτο καὶ πρὸς στέρησιν αὐτῆς ἐπειγομένην καὶ ἀπορρέουσαν καὶ ὅσον ἐπὶ τῇ ἀπορροῇ ὡς τάχιστα αὐτὴν ἀποβάλλουσαν ἀντανισοῦσα ἡ φύσις τῇ θρεπτικῇ δυνάμει, ἅτε δὴ τῆς τροφῆς ἐπιρροίας οὔσης τὴν ἀπορροὴν ποτὲ μὲν μᾶλλον ἐπικρατούσης ὡς ἐν τῇ αὐξήσει, ποτὲ δὲ ἐξισουμένης ὡς ἐν τῇ ἀκμῇ, ποτὲ δὲ ἐπικρατουμένης ὡς ἐν τῇ φθίσει. καὶ ἐν ταύτῃ οὖν τῆς τροφῆς δεῖ,2 ὅτε καὶ πολλὴ γίνεται ἡ ἀπορροή, ἵνα τῇ γοῦν ὁποσῃοῦν ἐπιρροῇ χρόνον τινὰ ἀντέχῃ πρὸς τὴν πλείονα ἀπορροήν. εἰκότως οὖν ἀπὸ γενέσεως ἕως φθορᾶς τὰ οὕτως ζῶντα τροφῆς δεῖται. ἀνάγκη γὰρ αὐτὰ ἢ αὔξεσθαι ἢ ἀκμάζειν ἢ φθίνειν· ἐν ἑκάστῳ δὲ τούτων τροφῆς δεῖται τὰ οὕτω ζῶντα. οὔτε γὰρ ἐν τοῖς ἀψύχοις πάντῃ ἡ θρεπτικὴ ἔνεστι δύναμις (φέρε γὰρ ἐὰν δῷ τις καὶ τὰ μέταλλα αὔξεσθαι, καὶ ἐν ἐκείνοις ἀμυδρουμένην ἔτι μᾶλλον ἢ ἐν τοῖς φυτοῖς συγχωρήσει τὴν φυτικὴν ἐνυπάρχειν ζωήν), οὔτε ἐν τοῖς ἀϊδίως ζῶσιν, ἅτε οὐκ ἐνύλοις οὐδὲ ἐπικτήτως δεχομένοις τὴν ζωήν, ἀλλὰ κατὰ τὸ συμφυῶς μόνον ἐρριζωμένον αὐτὴν ζῶσι, καὶ διὰ τοῦτο οὐδεμιᾶς ἐπεισάκτου βοηθείας δεομένοις πρὸς τὸ ζῆν.
“因此,凡活着之物皆必然具有营养性灵魂,且从产生直到消灭都具有灵魂。” 凡以任何方式活着的必死之物皆需要营养。因为若不渐渐摄取营养,它们便不可能保持生命的形式,这是由于对它们而言生命的承受并非不藉由质料,正如有时活着而有时不活着这一事实所表明的,以及它们之中存在着某种并非同生性地、而是后得性地承受生命的事物,此物在承受生命之前与丧失生命之后皆匮乏生命。而后得性地承受者乃是质料,犹如那同生性地承受者乃是动物自身一样,动物自身作为活物,在丧失生命之后不再有任何东西存留下来,在承受之前亦无任何作为活物的东西预先存在。这些事我们此前已在多处提及,亦在为本篇论著所撰写的评注中提及。 而且,由于那后得性地承受生命、并因此趋向于匮乏生命、流失并就流失而言尽可能迅速舍弃生命的质料,自然以营养能力与之相抗衡——既然营养是一种流入,它相对于流失而言,有时占有更大优势如在生长中,有时均等如在全盛期,有时被压制如在衰退中——因此即便在衰退中亦需要营养,在流失变得巨大之时,以便凭借无论何等程度的流入,能在一定时间内抗衡更大的流失。因此,以这种方式活着的事物从产生直到消灭皆需要营养,乃是理所当然的。因为它们必然处于生长、全盛或衰退之中;而在这每一状态中,以这种方式活着的事物都需要营养。因为营养能力既不存在于完全无灵魂之物中(设若有人即便承认矿物亦生长,他也将认同植物性生命亦内在存在于它们之中,只是比在植物中更为微弱),亦不存在于永恒活着之物中,既然它们并非质料性的,亦非后得性地承受生命,而是仅仅依据同生性地植根之物而过此〔生命〕,因此为了活着并不需要任何外加的帮助。
- 3.190τὸ δὲ ἐπικτήτως δεχόμενον ἡ ὕλη, ὥσπερ τὸ συμφυῶς δεχόμενον αὐτὸ τὸ ζῷόν ἐστιν
在“τὸ δὲ ἐπικτήτως δεχόμενον ἡ ὕλη”中省略了系动词ἐστί,“ἡ ὕλη”(质料)为表语名词,与后半句“ὥσπερ τὸ συμφυῶς δεχόμενον αὐτὸ τὸ ζῷόν ἐστιν”构成鲜明对比。这清晰地确立了两种承受生命的方式:质料是后得性地(ἐπικτήτως)承受生命,而动物复合体本身则是同生性地(συμφυῶς)承受生命。
- 3.190ἀντανισοῦσα ἡ φύσις ... καὶ ἐν ταύτῃ οὖν τῆς τροφῆς δεῖ
主格分词短语“ἀντανισοῦσα ἡ φύσις”(自然予以抗衡)在经过插入的属格绝对结构(“ἅτε δὴ τῆς τροφῆς ἐπιρροίας οὔσης...”)等成分之后,并未接续以自然为主语的限定动词,而是以破格结构(anacoluthon)转入了非人称小句“καὶ ἐν ταύτῃ οὖν τῆς τροφῆς δεῖ”(因此在此阶段亦需要营养)。其句法核心在于表达自然以营养对抗质料的流出,说明即便在衰退期亦不可或缺营养。
