← 辛普里丘

亚里士多德《论灵魂》注释

§315.3-316.12

实践理智的总结与生命层级及器官元素构成

辛普里丘总结了实践理智以及普遍前提与部分前提交织产生运动的论述,并进而转向关于生命层级(植物性生命、不动动物、可行步动物)及其相应身体器官的元素构成(土的优势与居中状态、远隔感觉器官)的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.189#2

ἀΐδιος μὲν γάρ, ᾗ τὸ ἀγαθὸν τίμιον εἶναι ἀποφαίνεται· ᾗ δὲ τῇ ποτὲ μὲν Σωκράτην, ποτὲ δὲ Πυθαγόραν ἢ Πλάτωνα λεγούσῃ εἶναι ἀγαθὸν συμπλέκεται καὶ συμπεραίνεται ἄλλοτε ἄλλον εἶναι τὸν τίμιον (τὸ γὰρ συμπέρασμα οὐκ ἐκ μόνης τῆς μερικῆς, ἀλλὰ καὶ ἐκ τῆς καθόλου), ταύτῃ πως καὶ αὐτὴ κινεῖται, καὶ διὰ τοῦτο τὸ μᾶλλον ἐπὶ τῆς καθ’ ἑαυτὴν ἠρεμούσης πρόσκειται δηλωτικὸν τοῦ καὶ αὐτήν πως κινεῖσθαι κατὰ τὴν συμπλοκήν. συνεπεράνατο οὖν καὶ τὰ περὶ τοῦ πρακτικοῦ νοῦ ὡς καὶ φαντασίᾳ χρωμένου τῇ ἐν τοῖς λογικοῖς καὶ ὡς συμπλέκοντος τὸ μερικὸν τῷ καθόλου καὶ ἄμφω θεωροῦντος καὶ ὡς κινητικοῦ κατὰ τόπον τῶν ζῴων κατ’ ἀμφοτέρας μὲν τὰς προτάσεις, προσεχέστερον μέντοι καὶ ἐναργέστερον κατὰ τὴν ἐλάττονα, ἀκριβέστερον δὲ φάναι κατ’ ἀμφοτέρας· καὶ ὅπως καθ’ ἑκατέραν. ὅτι δὲ καὶ τὸ ἁπλῶς κινοῦν τὸ ὀρεκτικόν ἐστιν, ἀνωτέρω μὲν διὰ πλειόνων ἐπιδείξας, νῦν δὲ ἐν τῷ περὶ τοῦ πρακτικοῦ νοῦ λόγῳ ὑπομνήσας τῷ καὶ τὴν μερικὴν φαντασίαν μάλιστα κινητικὴν εἰπεῖν, οὐκέτι ἰδίως καὶ περὶ τούτου συμπεραίνεται, ἀλλ’ ὡς περὶ πάσης εἰπὼν καὶ αἰσθήσεως καὶ θεωρίας καὶ ὀρέξεως (διὰ γὰρ τῆς φαντασίας καὶ τὰ περὶ τῆς αἰσθήσεως ἐνεδείξατο, ταύτην δ’ αὖ εἴληφεν ἀντ’ αὐτῆς, ὡς ἀπὸ τῶν αἰσθημάτων οἱ φανταστικοὶ γίνονται τύποι, καὶ ἐκ τῆς αἰσθήσεως ἡ φαντασία ἐγείρεται ὡς ἐκείνη ἐκ τῶν αἰσθητῶν) μέτεισι λοιπὸν ἐπί τε τοὺς περὶ ὀργάνου λόγους (καὶ γὰρ ἐξ ἀρχῆς ἐμέμψατο τοῖς μὴ καὶ τὸ ὄργανον ὁποῖον εἶναι δεῖ τὸ ζωτικὸν ὁρίζουσιν, ἀλλὰ μόνον τὸ τῆς ζωῆς εἶδος θεωροῦσιν, οὐ μέντοι γε καὶ τὸ δεκτικόν, ὁποῖον εἶναί τι χρή, διορίζουσι) καὶ ἐπὶ τὸ διακρῖναι, τίνες μέν εἰσιν ἐν τοῖς ὁπωσοῦν ζῶσιν ἔσχαται ζωαί, τίνες δὲ αἱ ἀεὶ προσεχῶς ἐπαναβαίνουσαι, ὅσαι ὅλως ὡς ὀργάνων πρὸς τὸ ἐνεργεῖν δέονται τῶν σωμάτων (τὰς γὰρ μηδέποτε χρηζούσας ὡς ἐναργῶς ἐξῃρημένας ἀφίησι) καὶ ἐπὶ τὸ συμπεράνασθαι, ὡς τὰ μὲν τελειότερα τῶν θνητῶν ζῴων πάσας ἔχει καὶ τὰς ὑφειμένας, οὐκέτι δὲ καὶ τὸ ἀνάπαλιν, καὶ τίνα τὰ ἀτελέστερα τῶν ζώντων, τίνα δέ, ὡς εἴρηται, τὰ προσεχῶς ἀεὶ ἐπαναβαίνοντα. ἔστιν οὖν περὶ τοῦ ὀργάνου αὐτῷ ὁ σκοπὸς εἰπεῖν, μᾶλλον δὲ συμπερασματικῶς συγκεφαλαιώσασθαι τὰ πλατύτερον αὐτῷ εἰρημένα, ὡς τὸ μὲν τῶν φυτικῶς καὶ ἀναισθήτως ζώντων ὄργανον ἁπλούστερον τυγχάνει ὂν πολλῆς ἐπικρατούσης τῆς γῆς, δι’ αὐτὸ τὸ δυσπαθὲς εἶναι, καὶ αὐτὸ τὸ δυσπαθὲς οὐκ ἐν μεσότητι τῶν στοιχείων, ἀλλ’ ἐν ἐπικρατείᾳ τῆς γῆς οὐσιωμένον τε καὶ ὑπὸ τῶν προσπιπτόντων αἰσθητῶν δυσπαθέστερόν τε γινόμενον καὶ αἰσθήσεως ἐντεῦθεν ἀπολειπόμενον· τὸ γὰρ αἰσθητικὸν ὁπωσοῦν ἐν μεσότητι μᾶλλον τῶν στοιχείων καὶ οὐκ ἐν ἐπικρατείᾳ τῆς γῆς, ὡς δηλοῖ τὸ ἁπτικόν, ἔσχατον ὂν αἰσθητήριον, ἵνα καὶ τῶν διαφόρων ἐν αὐτοῖς ποιοτήτων ᾖ γνωριστικόν, θερμότητος φέρε τῆς ἐν πυρί, ψυχρότητος δὲ τῆς ἐν ὕδατι, ὑγρότητος δὲ τῆς ἐν ἀέρι καὶ ξηρότητος τῆς ἐν γῇ· ὡς τό γε καθ’ ἓν ἐπικρατοῦν οὐσιωμένον οὐχ ἕξει τὴν μεσότητα ὁμοίαν πρὸς τὸ ἐναντίον.1 ὁρίζει οὖν πρῶτον μὲν τὸ φυτικὸν ὄργανον ὁποῖον, δεύτερον δὲ ὁποῖον τὸ μόνως ἁπτικὸν καὶ γευστικόν, οἷον τὸ τῶν καθ’ ὅλα ἀκινήτων κατὰ τόπον ζῴων, καὶ τρίτον ὁποῖον τὸ τῶν πορευτικῶν καὶ τελειοτέρων, κατὰ μὲν τὸ ἁπτικὸν οὐδὲν τῶν ἀκινήτων καθ’ ὅλα ἑαυτὰ διαφέρον, ὡς δὲ πορευτικῶν καὶ πόρρωθεν αἰσθάνεσθαι δεομένων καὶ οὐκέτι ἀμέσως τῶν προσπιπτόντων ἐφαπτομένων, ἀλλὰ διὰ τῶν μεταξύ, κατὰ τὰ κρείττω στοιχεῖα τῶν τοιούτων αἰσθητηρίων οὐσιωμένων. ἔδει δὲ αὐτῷ πρὸς τὴν τούτων συγκεφαλαίωσιν ὑπομνῆσαι, ὡς ἅπαν τὸ ὁπωσοῦν ζῶν τὴν γενητὴν ζωὴν τῆς φυτικῆς δεῖται ψυχῆς, τὸ δὲ αἰσθητικὸν ὁπωσοῦν τῆς ἁπτικῆς τε καὶ γευστικῆς αἰσθήσεως, τὸ δέ γε πορευτικὸν καὶ τῶν τελειοτέρων αἰσθήσεων. ὅθεν ἀρξάμενος προσθήσει καὶ τὰ περὶ τοῦ οἰκείου ἑκάστῃ ὀργάνου.

因为就它宣称善是应当受尊重的而言,它是永恒的;但就它与有时称苏格拉底、有时称毕达哥拉斯或柏拉图为善的[意见]相交织,且结论出有时是此人、有时是彼人应当受尊重而言(因为结论并非仅出自部分前提,亦出自普遍前提),在这一方面它自身亦以某种方式被推动,正因如此,“更”字被附加于就其自身而言处于静止的[意见]之上,以表明它自身亦依据交织而以某种方式被推动。因此,关于实践理智的诸事,他亦作出了结论:它亦使用存在于具理性者之中的表象,将部分与普遍相交织并观照两者,且依据两条前提在位置上推动动物——不过更直接且更显明地是依据小前提,但更精确地说则是依据两条前提——,以及它是如何依据每一前提[进行推动]的。至于那单纯推动者乃是欲求能力这一事实,他此前已通过更为详尽的论述作了证明,而如今在关于实践理智的论说中,又通过称部分表象最具推动力而提示了这一点,因而他不再就此单独作结论,而是犹如已论述了全部的感觉、观照与欲求一样(因为通过表象,他亦指明了关于感觉之事,反过来又以表象代替感觉,既然表象的印迹源自感觉印象,且表象从感觉中被唤起犹如感觉从感觉对象中被唤起一样),在余下的部分中,他进而转向关于器官的论说(因为从一开始他就谴责那些未曾界定生命器官应当是何种样貌,而仅仅观照生命的形式、却并未确定承受者应当是何种事物的人),并转向区分:在以任何方式活着的事物中,何者是最低级的生命,何者是但凡需要身体作为工具以进行现实活动的依序直接上升的诸生命(因为对于那些绝不需要身体的生命,他作为显然超拔之物而略去不谈),并进而结论道,在必死动物中更为完全者亦拥有全部较低级的生命,但反之则不然,以及活物中何者是较为不完全的,何者正如所说的那样是依序直接上升的。因此,他的意图在于论述器官,或者毋宁是以结论性的方式总括他先前较为宽泛地论及的内容:即以植物方式且无感觉地生活着的物类的器官,由于土的大量优势,由于它自身不易受影响,因而较为单纯,而这不易受影响自身并非在元素的居中状态中得以本质化,而是在土的优势中得以本质化,并因逼近的感觉对象而变得更加不易受影响,从而由此缺乏感觉;因为以任何方式具有感觉能力者毋宁是处于诸元素的居中状态中,而非处于土的优势中,正如触觉器官所表明的那样(它是最低级的感官),以便它亦能认知它们之中不同的性质,例如火中的热、水中的冷、空气中的湿与土中的干;因为那依据单一占据优势的[元素]而得以本质化者,对于相反者将不具有均衡的居中状态。因而他首先界定植物性器官是何种样貌,其次界定仅仅具有触觉和味觉的器官是何种样貌(例如在位置上完全不动的动物的器官),第三界定行步的且更为完全的动物的器官是何种样貌(就触觉而言它与完全不动的动物并无不同,但作为行步的、需要自远处进行感觉且不再直接触碰逼近之物而是通过媒介物进行触碰的动物,其这类感官是依据更优等的元素而得以本质化的)。而为了总括这些内容,他理应提示道:凡以任何方式过着受生之生命的事物皆需要植物性灵魂,而以任何方式具有感觉能力者皆需要触觉与味觉,行步的动物则进一步需要更为完全的诸感觉。他将由此出发,进而补充关于适合于每一者的器官的诸事。

语法注2 条
  1. 3.189ὡς τό γε καθ’ ἓν ἐπικρατοῦν οὐσιωμένον οὐχ ἕξει τὴν μεσότητα ὁμοίαν πρὸς τὸ ἐναντίον.

    连词 ὡς 引导原因从句,主语是名词化分词短语 τό γε καθ’ ἓν ἐπικρατοῦν οὐσιωμένον(依据单一主导元素得以本质化者)。对于动词 οὐχ ἕξει,τὴν μεσότητα 为直接宾语,ὁμοίαν πρὸς τὸ ἐναντίον(针对相反者具有均衡/平等的)作其表语性修饰语。

  2. 3.189ὅτι δὲ καὶ τὸ ἁπλῶς κινοῦν τὸ ὀρεκτικόν ἐστιν, ἀνωτέρω μὲν διὰ πλειόνων ἐπιδείξας, νῦν δὲ ἐν τῷ περὶ τοῦ πρακτικοῦ νοῦ λόγῳ ὑπομνήσας τῷ καὶ τὴν μερικὴν φαντασίαν μάλιστα κινητικὴν εἰπεῖν, οὐκέτι ἰδίως καὶ περὶ τούτου συμπεραίνεται, ἀλλ’ ὡς περὶ πάσης εἰπὼν καὶ αἰσθήσεως καὶ θεωρίας καὶ ὀρέξεως (...) μέτεισι λοιπὸν ἐπί τε τοὺς περὶ ὀργάνου λόγους (...) καὶ ἐπὶ τὸ διακρῖναι (...) καὶ ἐπὶ τὸ συμπεράνασθαι

    该句的句法骨架为:前置的 ὅτι 从句引出两个分词短语(ἐπιδείξας 与 ὑπομνήσας),随后经由否定分句 οὐκέτι ἰδίως καὶ περὶ τούτου συμπεραίνεται,再通过分词短语 ὡς ... εἰπών 达到主动词 μέτεισι λοιπόν。转变的目标由三个并列的介词短语引导:ἐπί τε τοὺς περὶ ὀργάνου λόγους、καὶ ἐπὶ τὸ διακρῖναι 以及 καὶ ἐπὶ τὸ συμπεράνασθαι。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:315.3-316.12