- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:313.32-315.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘针对亚里士多德《论灵魂》第3卷第11章(434a16)的引文,探讨在发显向前的理智与实践理智中,普遍的大前提与个别的小前提如何引发动物的位置运动,并阐明为何普遍前提被说成是‘更处于静止’。
" Ἐπεὶ δ’ ἡ μὲν καθόλου ὑπόληψις καὶ λόγος, ἡ δὲ τοῦ καθ’ ἕκαστα (ἡ μὲν γὰρ λέγει ὅτι δεῖ τὸ τοιόνδε πράττειν, ἡ δὲ ὅτι τόδε τοίνυν τοιόνδε, κἀγὼ τοιόσδε), ἤδη αὕτη κινεῖ ἡ δόξα, οὐχ ἡ καθόλου; ἢ ἄμφω, ἀλλ’ ἡ μὲν ἠρεμοῦσα μᾶλλον, ἡ δὲ οὔ." Τὰ περὶ τοῦ θεωρητικοῦ νοῦ τῆς ψυχῆς μέχρι τοῦδε κεφαλαιωδῶς συμπερανάμενος, ὡς ὁ ἀκρότατος μένει μόνον καὶ οὔτε κινεῖ οὔτε κινεῖται, διὰ τῶν ἑξῆς ἐνδείκνυται περὶ τοῦ προϊόντος νοῦ ὅπως κινεῖται, κἂν ἤδη τέλειος ᾖ καὶ διὰ τοῦτο ἐπιστημονικός. ἐνδεικνύμενος δὲ καὶ ὅπως κινεῖται, τῷ καθόλου φάναι αὐτοῦ τὴν θεωρίαν, ἀλλ’ οὐχὶ ἀμέριστον, ἵνα ἀίδιον μὲν καὶ ἀναγκαίαν αὐτοῦ τὴν θεωρίαν διασώζῃ, ἥτις ἐστὶν ἡ καθόλου παρ’ αὐτῷ λεγομένη πρότασις, εἰδῶν δὲ ἀντιλαμβανομένη οὐ τῶν οὐσιωδῶν καὶ αἰτιωδῶν, ἀλλὰ τῶν ἤδη προϊόντων καὶ τοῖς αἰτιατοῖς καὶ μερικωτέροις ἐν τῇ ψυχῇ λόγοις συναρμοζομένων (τοιαῦτα γὰρ τὰ καθόλου λεγόμενα, κατὰ τῶν μερικωτέρων κατηγορούμενα καὶ σὺν αὐτοῖς ἀχωρίστως τὸ εἶναι ἔχοντα), ὅτι δὲ καὶ κινεῖ, σαφέστερον ἐπιδεικνὺς διὰ τοῦ τὴν καθόλου ταύτην πρότασιν παραδιδόναι τῷ πρακτικῷ, ἣν καὶ αὐτὴν σὺν τῇ μερικῇ κινεῖν τὸ ζῷον, καὶ ἐντεῦθεν ἐπ’ αὐτὸν τὸν πρακτικὸν μεταβὰς νοῦν συμπεραίνεται1 καὶ τὰ περὶ αὐτοῦ παραδεδομένα, ὡς τῆς μὲν καθόλου θεωρητικῆς οὔσης καὶ ἠρεμαιότερον καὶ ἐξῃρημένως μᾶλλον κινούσης, τῆς δὲ μερικῆς τῇ βουλευτικῇ μᾶλλον γινωσκομένης φαντασίᾳ καὶ προσεχῶς καὶ μᾶλλον κινούσης τὸ ζῷον περὶ τὰ πρακτὰ καὶ ἐνδεχόμενα ἄλλοις ἄλλως ἔχειν, ἅτε μερικὰ ὄντα καὶ μερικῆς ἀεὶ δεόμενα πρὸς τὸ ἀποτελεσθῆναι κινήσεως, τοῦ πρακτικοῦ ἐν ἡμῖν νοῦ ἀμφοτέρας ὁμοῦ τὰς προτάσεις θεωροῦντός τε καὶ συμπλέκοντος, τὴν μὲν ἀπὸ τοῦ θεωρητικοῦ παραλαμβάνοντος, τὴν δὲ σὺν τῇ λογοειδεῖ ἐπισκοποῦντος φαντασίᾳ, καὶ κινοῦντος τὸ ζῷον πρὸς τὰ ποτὲ ὄντα ἢ δοκοῦντα αἱρετά, ἐξῃρημένως μέν, ὡς εἴρηται, καὶ κατ’ ἠρεμίαν μᾶλλον τῆς μείζονος, προσεχέστερον δὲ καὶ κατὰ πολλὴν μεταβολὴν ἄλλοτε ἀλλοίαν τῆς ἐλάττονος. ποία δὲ ἡ καθόλου καὶ μείζων, καὶ ποία ἡ ἐλάττων καὶ μερικὴ ὑπέμνησεν, ἑκατέραν μὲν λογικὴν ἀποφηνάμενος τῷ ὑπόληψίν τε καὶ λόγον φάναι (καὶ γὰρ ἡ μερικὴ λογική, ὡς καὶ τῆς φαντασίας ἡμῶν οὔσης βουλευτικῆς καὶ ὡς τῷ νῷ νῦν γνωριζομένη) διακρίνων δὲ αὐτὰς ἀπ’ ἀλλήλων τῷ τὴν μὲν τὸ τοιόνδε ἀξιοῦν πράττειν (τὸ τοιόνδε εἰωθὼς ὡς καὶ ἐν Κατηγορίαις τῷ καθόλου πεφυκότι γίνεσθαι ἀπονέμειν, οἷον ὅτι τὸ ἀγαθὸν τιμητέον, οὐ τοδὶ ἢ τοδὶ ἀλλὰ ἁπλῶς πᾶν ἀγαθόν) τὴν δὲ τὸ μερικὸν ὁρίζουσαν, ὅτι ἀγαθόν, τουτέστιν ὅτι φέρε Σωκράτης ἀγαθός· τὸ μὲν ὑποκείμενον ἐν ταύτῃ τόδε καλῶν ὡς μερικὸν τὸν Σωκράτη τυχόν, τὸ δὲ τοιόνδε τὸ κατηγορούμενον, ὡς ἄνευ προσδιορισμοῦ ἀεὶ τὸ κατηγορούμενον ὑπάρχον καὶ διὰ τοῦτο οὐκ ὂν τόδε, ἀλλὰ μᾶλλον τοιόνδε. δύο δὲ μερικῶν παραδείγματα τέθεικε προτάσεων, τῆς μὲν ὡς περὶ τρίτου προσώπου ποιουμένης τὸν λόγον, ἔνθα τόδε τοίνυν τοιόνδε εἶναί φησιν, ὡς εἰ ἐπὶ Σωκράτους ποιοῖτο τὸν λόγον, τῆς δὲ ὡς περὶ πρώτου,2 ὅτε κἀγὼ τοιόσδε. ἤδη αὕτη κινεῖ ἡ δόξα, ταύτην λέγων τὴν μερικήν, καὶ ὡς ἐναργέστερον κινούσῃ τὴν ὅλην τέως ἀποδιδοὺς αἰτίαν τῆς κινήσεως τῆς κατὰ τόπον τοῦ ζῴου, καὶ οὐχὶ τῇ καθόλου, εἶτα οἷον ἐπὶ διορθώσεως τὸ ἀκριβὲς λέγων, ὡς ἄμφω μὲν κινοῦσιν, ἀλλ’ ἡ μὲν ἠρεμοῦσα μᾶλλον, ὅτι οὐ κινουμένη αὐτὴ κινεῖ. μένει γὰρ ἡ αὐτὴ ἀεὶ οὐδέποτε μεταβαλλομένη οὐδὲ ἄλλοτε ἄλλως ἔχουσα· ἐπιστημονικὴ γὰρ ἦν. διὰ τί οὖν μᾶλλον ἀλλ’ οὐχ ἁπλῶς ἠρεμοῦσα; διότι συμπλεκομένη τῇ μερικῇ καὶ μεταβαλλομένῃ κατ’ αὐτὴν τὴν συμπλοκὴν συμμεταβάλλεται.
“既然一种把握是普遍的且为理路,而另一种是关乎个别事物的(因为一者说应当做这般之事,而另一者则说这件东西便是这般的,而我自己亦是这般的),难道便已是这一意见在推动,而非普遍的意见在推动?抑或两者皆推动,只是一者更处于静止,而另一者则否。” 在迄此为止总括地结论了关于灵魂的观照理智的诸事——即最高的理智仅仅驻留,既不推动亦不被推动——之后,他通过接续的文句,就发显向前的理智指明它是如何被推动的,即便它已然完全并因此具有科学性。而他在指明它是如何被推动时,是通过称其观照是普遍的而非不可分的——以此保全其观照为永恒且必然的,这在他那里即被称为普遍前提,但所把握的并非实体性与原因性的形式,而是已经发显向前、并与灵魂中作为结果且更为部分的诸理路相协调的形式(因为所谓普遍之物正是如此,它们被述说于更为部分之物,且与它们不可分地拥有存在)——,并且,通过将这一普遍前提交付给实践理智,更为明晰地表明它亦推动;这普遍前提自身亦与部分前提一同推动动物;由此转向实践理智自身,他亦结论了关于它所传述的内容:即普遍前提由于是观照性的,因而更平静且更超拔地推动,而部分前提由于更多地被审思性表象所认知,因而在关乎可行之事以及可有其他状态之事上,更直接且更有力地推动动物,因为这些事物是部分的,且为了得以成就总是需要部分的运动;而我们内部的实践理智则同时观照并交织这两条前提,从观照理智那里接纳其一,并与具理性特征的表象一同审视另一前提,推动动物趋向于在特定时刻实为或看似可欲之物——正如已经说过的,在大前提上更是超拔地且依据静止而推动,在小前提上则更直接地且依据不同时刻的大量相异变化而推动。 而且他提示了何种前提是普遍且为大前提,何种前提是小前提且为部分的,并通过称它们为‘判断把握’与‘理路’,表明二者皆具理性(因为部分前提亦具理性,既然我们的表象是审思性的,且〔部分前提〕此刻正被理智所认知),并通过一者认为应当做‘这般之事’(正如在《范畴篇》中一样,他习惯于将‘这般的’赋予天生构成普遍之物者,例如‘善是应当受尊重的’,非指这个或这个,而是单纯地指一切善),而另一者规定部分事物,即规定其为善,换言之例如‘苏格拉底是善的’,从而将它们彼此区分开来;在这一前提中,他将主词作为部分之物称为‘这个’,如偶然碰巧是苏格拉底,而将述词称为‘这般的’,因为述词总是不带限定词而存在,并因此不是‘这个’,而毋宁是‘这般的’。并且他提出了部分前提的两个范例:一者作为关于第三人称的陈述,即他说‘这件东西便是这般的’之处,犹如他就苏格拉底作陈述;另一者则作为关于第一人称的陈述,即当[他说]‘而我自己亦是这般的’之时。 ‘便已是这一意见在推动’,这是就部分意见而言的,并且由于它更为显明地推动,他暂且将动物位置运动的全部原因归于它,而不归于普遍意见;随后仿佛作为修正而道出准确之实情:即两者皆推动,但一者‘更处于静止’,因为它自身未被推动而推动。因为它始终保持同一,绝不变化,亦不因时而异;因为它原是具有科学性的。那么,为何是‘更处于’而非单纯地‘处于静止’呢?因为在与那处于变化的部分前提相交织时,它依凭这交织自身而随之一同发生变化。
- 3.189ἐνδεικνύμενος δὲ καὶ ὅπως κινεῖται... ὅτι δὲ καὶ κινεῖ, σαφέστερον ἐπιδεικνὺς... συμπεραίνεται
该长句的骨干由并列的分词短语 ἐνδεικνύμενος(指明其如何被推动)与 σαφέστερον ἐπιδεικνὺς(更明晰地表明它亦推动),以及随后的 μεταβὰς(由此转向……)构成,均附属于主要动词 συμπεραίνεται(得出结论)。中间插入的手段与格句(τῷ... φάναι)、目的从句(ἵνα...)及定语从句虽然繁复,但全句结构始终维系于此骨架之上。
- 3.189δύο δὲ μερικῶν παραδείγματα τέθεικε προτάσεων, τῆς μὲν ὡς περὶ τρίτου προσώπου ποιουμένης τὸν λόγον... τῆς δὲ ὡς περὶ πρώτου
这是辛普利丘对亚里士多德正文中括号内小前提“ἡ δὲ ὅτι τόδε τοίνυν τοιόνδε, κἀγὼ τοιόσδε”的句法剖析。τῆς μὲν... 与 τῆς δὲ... 作 δύο... προτάσεων 的部分属格,分别将前者解释为第三人称的小前提范例(“这件东西是这般的”),将后者解释为第一人称的小前提范例(“我自己亦是这般的”)。
