- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:312.18-313.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过灵魂与理智的直接合一及运动定义的分歧,解释了灵魂顶点何以不被理智推动,进而将自身关于潜能与现实理智的看法与扬布利柯的解释调和为从结果溯源与从原因下观的观照次序之别。
ἢ, ὡς εἴρηται, οὐκ ἦν μετὰ ἀποστάσεως ἡ ἐξάρτησις, ἀλλὰ μόνον μετὰ συμφύσεως καὶ ἄμεσος, ὅπου γε καὶ τῶν φυσικῶν εἰδῶν οὐ τὸ σῶμα προσεχῶς, ἀλλ’ οἱ φυσικοὶ λόγοι τοῦ εἴδους ἐξάπτονται, καὶ διὰ μέσων αὐτῶν καὶ τὸ μεριστόν. οἱ γὰρ λόγοι μετὰ τὰ εἴδη πανταχοῦ προσεχεῖς. λόγος δὲ καὶ ἡ ψυχικὴ οὐσία, καὶ κρείττων ἢ κατὰ τοὺς φυσικούς· διὸ καὶ τῷ οἰκείῳ εἴδει προσεχέστερον καὶ συμφυέστερον συνάπτεται. τῶν δὲ μεριστῶν ἴδιος ἡ κίνησις, ἐνέργεια οὖσα κατά γε Ἀριστοτέλην, ἐπὶ ταύτης τῷ τῆς κινήσεως χρώμενον ὀνόματι,1 καὶ οὐχ ὡς ὁ Πλάτων ἐνίοτε καὶ ἐπὶ τῆς τῶν ἀμερίστων ἐνεργείας ὡς ἐπὶ τῆς ἄκρας νοερᾶς. καὶ γὰρ τὸν νοῦν ἐκεῖνος περὶ τὰ αὐτὰ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως κινεῖσθαι λέγει καὶ αὐτὴν τὴν ἀρίστην ἐνέργειαν αὐτοῦ κίνησιν καλεῖ· οἶδε δὲ καὶ τὰς φυσικὰς πάσας, ὧν ἐξαίρει τὴν ψυχικήν. ὁ μέντοι Ἀριστοτέλης, κατὰ τὴν ἑαυτοῦ συνήθειαν ἀκίνητον καλῶν τὴν ψυχικὴν οὐσίαν τε καὶ ἐνέργειαν, διὰ τὸ μόνοις τοῖς μεριστοῖς ἀποδιδόναι τὴν κίνησιν, εἰκότως ἀκίνητον καὶ νῦν λέγει, καὶ οὐδὲ κινεῖν ἀξιοῖ, ἕως ἂν ἐν ἑαυτῇ καθαρῶς μένῃ· κινεῖν γάρ, ὅταν προΐῃ πως. μήποτε δὲ καὶ τὸ παρὰ τῷ Πλάτωνι αὐτοκίνητον τοιοῦτον, οὐχ ὡς τὸ κινούμενον ἁπλῶς, ἀλλ’ ὡς τὸ μέσον διὰ τῆς τῶν ἄκρων συνθέσεως δηλούμενον, τοῦ τε ‘αὐτὸ’ φημι καὶ τοῦ ‘κινητοῦ’. πῶς οὖν οὐσιοῖ τὴν ψυχὴν ὁ νοῦς; οὐ δι’ ἀποστάσεως ἀλλὰ συμφύσεως ἀμέσου, διὸ διὰ μονιμότητος μᾶλλον καὶ οὐ τῷ κινεῖν, ἀλλὰ τῷ ἑδράζειν ἐν ἑαυτῷ καὶ τελειοῦν οὐ κεχωρισμένως, ἀλλὰ τῷ χωρίζειν μὲν ἀπὸ τῶν ἔξω, ἐπιστρέφειν δὲ καὶ συνάπτειν μάλιστα πρὸς ἑαυτήν τε καὶ πρὸς ἑαυτόν. ταῦτα μὲν οὖν ἐζητήσθω τε καὶ λελύσθω κατὰ τὴν πραγματειώδη ἀπορίαν τε καὶ θεωρίαν. ζητείσθω δὲ καὶ ὅπως τῷ θείῳ συμφωνήσωμεν Ἰαμβλίχῳ, καὶ τὸν δυνάμει νοῦν καὶ τὸν ἐνεργείᾳ ἐπὶ τοῦ κρείττονος τῆς ψυχῆς ἀκούοντι ἢ τοῦ ὁριστικοῦ τῆς ψυχῆς ἢ τοῦ ἀμεθέκτου, ἡμεῖς οἰόμενοι ἐπ’ αὐτῆς τῆς ψυχικῆς οὐσίας ἀμφότερα παραδίδοσθαι, ὡς καὶ ἐξ αὐτῶν πολλαχοῦ τῶν Ἀριστοτέλους ῥημάτων ὑπεμνήσαμεν. ἀλλ’ οὐ δήπου ἐναντία φθέγγεσθαι τῷ Ἰαμβλίχῳ τολμήσομεν, συμφωνήσομεν δὲ κατὰ δύναμιν, τοσοῦτο ἐλαττούμενοι ὅσον οἱ τέως προκόπτειν ἀξιούμενοι τῶν ἀκροτάτων ἐπιστημόνων, ὧν οἱ μὲν ἀπὸ τῆς τῶν αἰτιατῶν ἐπὶ τὴν τῶν αἰτίων ἀναβαίνουσι θεωρίαν, οἱ δὲ ἀνάπαλιν, ὥσπερ ἀπὸ σκοπιᾶς τὰ κοιλότερα, ἐκ τῶν αἰτίων τὰ αἰτιατὰ κατασκοποῦσιν. ὁ γὰρ αὐτός πως γίνεται λόγος, ἐπειδὴ τρόπον τινὰ καὶ τὰ αὐτά ἐστι τά τε αἴτια καὶ τὰ αἰτιατά, διότι κατὰ τὴν τῶν αἰτίων ἰδιότητα καὶ ἐνέργειαν τὰ αἰτιατὰ τὸ εἶναι ἔχει, καὶ οἷον ἂν τὸ αἴτιον φανῇ κατ’ εἶδος καὶ ἁπλότητα, τοιοῦτον καὶ τὸ αἰτιατὸν δευτέρως καὶ κατὰ μέθεξιν· καὶ ἀνάπαλιν τοῖς τὰ αἰτιατὰ πρότερον θεωροῦσιν οἷον ταῦτα δευτέρως καὶ ἐν μεθέξει, τοιοῦτον τὸ αἴτιον ἁπλοϊκῶς καὶ ἀμεθέκτως. ὅσα οὖν ἐπὶ τοῦ αἰτίου θεωρεῖται κατ’ ἰδιότητα, τοσαῦτα καὶ ἐπὶ τῶν αἰτιατῶν. ὁ μὲν οὖν θεῖος ἀνὴρ ἐκεῖνος, κατὰ τὴν ἑαυτοῦ ἄκραν θεωρίαν ἐπὶ τοῦ αἰτίου πρώτως θεωρῶν ταύτην, δίδωσιν ἡμῖν καὶ ἐπὶ τῆς ψυχῆς ταύτην νοεῖν· ἡμῖν δὲ ἀγαπητὸν ἐπὶ τῆς ψυχῆς αὐτὴν πρῶτον ἐπισκεψαμένοις οὕτως εἰς τὸ αἴτιον ἀναδραμεῖν. οἷον τὸ ποτὲ μὲν καθαρῶς μένον, ποτὲ δὲ ἀφιστάμενον μὲν τῆς εἰλικρινοῦς μονῆς, ἐπὶ δὲ τὸ προβλητικὸν τῶν ῥεουσῶν ζωῶν προϊὸν καὶ ταύταις συμπλεκόμενον θεωρήσαντες ἐπ’ αὐτῆς τῆς ἡμετέρας ψυχῆς ὡς κατὰ τοῦτο οὐσιωμένης, ἀξιοῦμεν καὶ τὸν ὁριστικὸν αὐτῆς νοῦν τοιοῦτον εἶναι, ὡς τοιούτου πράγματος ὁριστικόν, καὶ πάλιν τὸ ποτὲ εἰς ἐνέργειαν καθαρὰν αὐτῆς ἀποκαθιστάμενον, ἐκ τοῦ δυνάμει μέντοι, καὶ τὸν τῆς τοιαύτης οὐσίας ὁριστικὸν νοῦν τῆς ποτὲ μὲν δυνάμει ποτὲ δὲ ἐνεργείᾳ εἰλικρινεῖ γινομένης δυνάμει καὶ αὐτὸν ἀποτελεσθῆναι,2 οὐχ ὡς πάσχοντα τὸ δυνάμει ἀλλ’ ὡς ὁριστικὸν καὶ ὑποστατικὸν τῆς οἷον πασχούσης οὐσίας καὶ τὸ δυνάμει ποτὲ καὶ τὸ εἰς ἐνέργειαν αὖθις ἀποκαθίστασθαι. ταῦτα ἡμῖν ἀπολελογήσθω καὶ πρὸς τὴν δευτέραν ζήτησιν. ἀλλὰ τῶν ἑξῆς τοῦ Ἀριστοτέλους ἐχώμεθα.
或者,正如已经说过的,那种依附并非伴随着间距,而仅仅伴随着同质的合一且是直接的,既然即使在自然形式的情况下,亦非物体直接依附于形式,而是形式的自然理路依附于它,并通过它们的中介,可分之物亦依附于它。因为理路紧随形式之后,在各处都是直接的。而灵魂的实体亦是一种理路,且优于自然理路;因此它更为直接、更为同质地结合于其本有的形式。另一方面,运动是可分之物所特有的,至少按照亚里士多德,它是一种现实活动,他对这种[可分之物的现实活动]使用运动之名,而非如柏拉图有时亦用于不可分之物的现实活动,例如用于最高级的知性现实活动。因为确实,后者说理智围绕相同之物、按照相同之物并以同样的方式运动,并将理智自身最完满的现实活动称为运动;他亦知晓所有自然的运动,并使灵魂的运动超拔于它们之上。然而亚里士多德由于仅将运动赋予可分之物,按照他自己的习惯将灵魂的实体与现实活动均称为不动的,现在亦理所当然地称其为不动的,并且只要[灵魂的顶点]纯粹驻留于自身之中,甚至不认为它在推动;因为唯当它以某种方式发显向前时,它才推动。或许柏拉图那里的‘自我运动者’亦是如此,并非作为单纯的‘被推动者’,而是作为通过两端的结合所表明的中介,即我所说的‘自身’与‘可动的’之结合。那么,理智如何使灵魂实体化呢?并非通过间距,而是通过无中介的同质合一,因此是更多地通过持存而非通过推动,是通过将其安置于自身之中并赋予完全,非以分离的方式,而是通过将其从外部事物中分离出来,并最完全地使其回归并结合于自身以及理智自身。关于切合事理的疑难与观照,且让我们做上述的探究与解决。 其次,亦应当探究我们如何能与神圣的扬布利柯相一致,他将潜能中的理智与现实中的理智理解为优于灵魂者,即理解为灵魂的规定性理智或不可分有的理智,而我们则认为二者均就灵魂实体自身而被传述,正如我们亦在多处从亚里士多德的文句本身所提示的那样。但我们绝不敢说出与扬布利柯相反的言论,而是在能力所及的范围内求得一致,我们落后于彼,仅仅如同那些暂且被认为处于进步之中的人落后于最高深的通晓者一样;在这些人中,一部分人从结果的观照上升到原因的观照,而另一部分人则相反,犹如从俯视低洼的高台上,从原因来审视结果。因为论证在某种方式上变得相同,既然在某种意义上原因与结果是同一回事,因为结果按照原因的特质与现实活动而拥有存在;无论原因在形式与单纯性上显为何等样貌,结果在第二位上且按照分有亦显为何等样貌;反之,对于先观照结果的人而言,无论这些结果在第二位上且在分有中显为何等样貌,原因在单纯性与不可分有中亦显为何等样貌。因此,凡在原因中按照特质所观照到的一切,亦同样在结果中被观照。那位神圣的人物按照他自己最高的观照,首先在原因中观照这一点,并准许我们亦在灵魂中思惟这一点;而对我们而言,先在灵魂中考察它,然后再由此溯回到原因,则是更为相宜的。 例如,在观照到我们自身的灵魂——作为依照这一点而被实体化者——有时纯粹地驻留,有时则离开纯正的驻留,走向流变生命的显发并与之纠缠之后,我们认为其规定性理智作为此类事物的规定者亦是如此的;反过来,在观照到它有时恢复到其纯粹的现实活动——虽则是从潜能出发——之后,我们亦认为这一有时处于潜能、有时进入纯正现实活动的实体的规定性理智自身亦在潜能中生成,这并非指它自身承受潜能,而是指它是那犹如承受者的实体的规定性与基底性原因,规定其有时处于潜能、有时再次恢复到现实活动。对于第二个探究,且以此作为我们的答辩。但让我们继续探讨亚里士多德接续的文句。
- 3.188ἐπὶ ταύτης τῷ τῆς κινήσεως χρώμενον ὀνόματι
阳性宾格单数分词 χρώμενον 语法上照应前文 κατά γε Ἀριστοτέλην 中的亚里士多德,对其用词习惯作修饰补充。指示代词 ταύτης 指代前文所述“可分之物的现实活动(ἐνέργεια οὖσα [sc. τῶν μεριστῶν])”。
- 3.188καὶ πάλιν τὸ ποτὲ εἰς ἐνέργειαν καθαρὰν αὐτῆς ἀποκαθιστάμενον ... δυνάμει καὶ αὐτὸν ἀποτελεσθῆναι
主格复数分词 θεωρήσαντες 统辖两个并列的宾格对象(即 τὸ ποτὲ μὲν καθαρῶς μένον... 与 καὶ πάλιν τὸ ποτὲ εἰς ἐνέργειαν καθαρὰν αὐτῆς ἀποκαθιστάμενον),主动词 ἀξιοῦμεν 则分别支配两个对应的“宾格加不定式”从属结构(τὸν ὁριστικὸν αὐτῆς νοῦν τοιοῦτον εἶναι 以及 καὶ τὸν ... νοῦν ... δυνάμει καὶ αὐτὸν ἀποτελεσθῆναι)。
