← 辛普里丘

亚里士多德《论灵魂》注释

§311.7-312.18

科学部分的静止与关于灵魂顶点的疑难

辛普里丘解释了亚里士多德关于“科学的部分不推动/不被推动,而是驻留”的论述,阐明了作为完全现实态的知识、大前提在实践理智中的作用,以及与超越理智相连的灵魂顶点的静止不动,并进而提出了关于灵魂顶点何以不被上位理智所推动的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.188#1

" Τὸ δὲ ἐπιστημονικὸν οὐ κινεῖ "ἤτοι οὐ κινεῖται (διπλῆ γὰρ ἡ γραφὴ φέρεται), ἀλλὰ μένει. διὰ τῶν ἐφεξῆς δοκεῖ μὲν συμπεραίνεσθαι κεφαλαιωδῶς τὰ προειρημένα πάντα, ἄνωθεν ἀρχόμενος ἀπὸ τῆς ἀκροτάτης τῶν ἡμετέρων ψυχῶν οὐσίας. καὶ γὰρ ὁ πᾶς αὐτῷ ἐξ ἀρχῆς ἐτέτατο λόγος πρὸς πᾶσαν τὴν τῶν θνητῶν ζῴων ψυχήν. τὸ γὰρ ἐπιστημονικὸν λέγει νῦν οὐ τὸ δυνάμει, ἀλλὰ τὸ τέλειον καὶ ἐνεργείᾳ ὂν ἐπιστῆμον, ὡς τὸ ὑφαντόν φαμεν τὸ ἤδη ὑφανθὲν καὶ χρυσωτὸν τὸ κεχρυσωμένον· ἐπεὶ τό γε δυνάμει ὡς καὶ ἔτι ἀτελὲς καὶ κινεῖ καὶ κινεῖται, κινοῦν μὲν τὸ ζῷον ὡς δι’ αὐτοῦ καὶ δι’ αἰσθήσεων καὶ φαντασιῶν ἐπὶ τὴν τῶν εἰδῶν ἀναληφθησόμενον θέαν, κινούμενον δὲ ὡς τελειούμενον ὑπὸ τῶν οὐσιωδῶν τῆς ψυχῆς νοητῶν εἰδῶν. ἀλλὰ καὶ τὸ ἤδη τελειωθὲν ὡς ἤδη δυνάμενον καὶ ἑαυτὸ νοεῖν, καθ’ ἕξιν δὲ καὶ προβολὴν τελειωθέν, καὶ τοῦτο κινεῖται ὡμολογημένως ὑπὸ τοῦ τὰ οἷον ἀφώτιστα ἐν αὐτῷ χρώματα ἐνεργείᾳ γνωστὰ ἀποτελοῦντος φωτός, καὶ ὡς ὑπὸ τῆς τέχνης τὰ τεχνητά, καὶ ὡς τὴν ἐνέργειαν ἀπὸ τῆς οὐσίας μερίζον. ἀλλὰ καὶ κινεῖ οὐ τὸ ζῷον προσεχῶς, ὡς δὲ τοῦ πρακτικοῦ αἴτιον νοῦ· δεῖ γὰρ τὴν μείζονα λεγομένην πρότασιν προτεθεωρῆσθαι καὶ τότε ἐπισυναφθεῖσαν τὴν μερικὴν ποιῆσαι τὸν πρακτικὸν νοῦν. αὐτὴν δὲ καθ’ αὑτὴν τὴν μείζονα ὁ καθ’ ἕξιν ἐπιστήμων θεωρεῖ, ὥσπερ τὴν μερικὴν καθ’ ἑαυτὴν ἡ βουλευτικὴ φαντασία ἐπὶ τῶν λογικῶν ζῴων, ἀμφοτέρας δὲ κατὰ συμπλοκὴν ὁ πρακτικὸς καλούμενος νοῦς. διὸ καὶ αὐτὸς ἐφεξῆς ἐπιζητεῖ, πότερα μᾶλλον κινεῖ τὸ ζῷον ἡ μείζων ἢ ἡ ἐλάττων πρότασις. εἰ γὰρ ὁπωσοῦν καὶ ἡ μείζων κινήσει καὶ ὁ ἐπιστημονικὸς λόγος, ἀλλ’ ὁ καθ’ ἕξιν καὶ ὁ προϊών. ὁ μέντοι χωρισθεὶς καὶ τοῦτο μόνον ὤν, ὅπερ ἐστί, καὶ κατὰ τὴν οὐσιώδη ἑστὼς ἐνέργειαν δευτέρως μετὰ τὸν καὶ τῆς οὐσίας τῆς ψυχικῆς ὑπερέχοντα νοῦν (διὸ καὶ νοῦς ἅμα καὶ ἐπιστημονικὸς λέγεται, τὸ δευτερεῦον αὐτοῦ τοῦ ἐπιστημονικοῦ δηλοῦντος)1 ὁ δὴ τοιοῦτος οὔτε κινεῖ οὔτε κινεῖται, ἀλλὰ μένει. μόνον γὰρ τοῦτό ἐστι, φησίν, ὅπερ ἐστίν, οὐκέτι οὐδεμιᾷ δευτέρᾳ συμπλεκόμενος ζωῇ, ἀλλὰ καὶ τὴν ἐνέργειαν εἰς τὴν οὐσίαν συνάγων διὰ τὴν πρὸς τὸν ὑπερέχοντα νοῦν συναφήν, οὐ δι’ ἑτερότητος γινομένην (οὐ γὰρ ὡς ἡ φύσις καὶ τὰ σώματα ἐξῆπται τῶν εἰδῶν), ἀλλὰ καθ’ ἕνωσιν καὶ ταυτότητα μᾶλλον συμφυῆ, ὀλίγης τῆς ἑτερότητος ἐγγινομένης. ὅθεν καὶ δευτέρως τὰ αὐτὰ ἐπὶ τῆς ἀκρότητος τῆς ψυχῆς κατηγοροῦμεν, ὅσα καὶ ἐπὶ τοῦ ἐξῃρημένου αὐτῆς νοῦ, τὸ δευτερεῦον αὐτῆς ἐνδεικνύμενοι διὰ τῆς τοῦ ἐπιστημονικοῦ τῷ νῷ προσθήκης, τὸ οἷον μεταξὺ δηλοῦντος τοῦ τε μένοντος καὶ τοῦ προϊόντος καὶ τοῦ νοεροῦ καὶ τοῦ ἀνελιττομένου τῆς γνώσεως εἴδους· τὴν μὲν οὐσίαν καὶ μονὴν διὰ τοῦ μένοντος καὶ προϊόντος, τὴν δὲ ἐπιστήμην διὰ τοῦ νοεροῦ καὶ ἀνελιττομένου τῆς γνώσεως εἴδους.2 ἡ μὲν γὰρ γνῶσις ἐνέργειά τις· μονὴ δὲ καὶ πρόοδος οὐσιώδεις ὑποστάσεις τὴν ἀμέριστον ὁμοῦ καὶ μεριστὴν ἤτοι τὴν μεταξὺ παρὰ τῷ Πλάτωνι ἐμφαίνουσαι ὕπαρξιν, ὡς ὁ νοῦς καὶ ἡ ἐπιστήμη τῷ Ἀριστοτέλει δηλοῦσι τὰς παρ’ ἐκείνῳ κατὰ τὸν ταὐτοῦ καὶ θατέρου κύκλον περιφοράς. ἀλλὰ πρὶν τῶν ἐφεξῆς ἔχεσθαι, μικρὸν ἐπιστάντες ἀπορήσωμεν πρὸς ἡμᾶς αὐτοὺς διττὰς ἀπορίας, τὴν μὲν ἀπὸ τῶν πραγμάτων, τὴν δὲ ἀπὸ τῶν δοξῶν τῶν ἄκρως πεφιλοσοφηκότων ἀνδρῶν. ὧν ἡ μὲν ἀπὸ τῶν πραγμάτων ζητεῖ τὸ πῶς οὐχὶ καὶ ἡ ἀκρότης τῆς ψυχῆς κινεῖται ὑπὸ τοῦ ἐξῃρημένου αὐτῆς νοῦ, ὑπὸ μὲν τοῦ παντελῶς τῆς ψυχῆς ἐξῃρημένου ὡς ποιητικοῦ, ὑπὸ δὲ τοῦ μετεχομένου ὑπ’ αὐτῆς ὡς ὁριστικοῦ, διὸ ὡς κινουμένη καὶ ὡς αὐτοκίνητος τῷ Πλάτωνι παραδέδοται. πῶς οὖν ἡμεῖς οὔτε κινεῖσθαι οὔτε κινεῖν τὴν τῆς ψυχῆς ἀκρότητα, ἀλλὰ μένειν φαμὲν χωρισθεῖσαν καὶ τοῦτο μόνον οὖσαν ὅπερ ἐστί, καίτοι γε καὶ τότε νοῦ ἐξηρτημένην καὶ ὑπὸ νοῦ οὐσιουμένην;

“而科学的部分并不推动,”或者“不被推动”(因为流传着双重异文),“而是驻留。”通过接续的论述,他似乎概括性地总结了前面所说的一切,从最高处即从我们灵魂的最高实体开始。因为实际上,他的全部论证自始便是指向凡俗动物的全部灵魂的。因为他现在所说的科学部分不是潜能中的,而是完全的、在现实中具有科学知识的,正如我们把已经织就的称为织物,把已镀金的称为镀金物一样;既然潜能中的部分作为仍不完全者既推动又被推动,作为推动者,它推动动物,使其通过自身并通由感觉和表象被提升到对形式的观照,而作为被推动者,它因受到灵魂本质的可理知形式的完善而被推动。然而,即使那已经作为能够理解自身而已被完善者,按照状态与发显而已被完善者,它公认也是被光推动的,这光使得它内部犹如未被照亮的颜色在现实中成为可知的,正如人工物被技术[推动]一样,且作为将现实活动与实体分离开来者而被推动。然而它亦推动,虽非直接推动动物,却是作为实践理智的原因而推动;因为必须预先观照所谓的大前提,然后附加个别前提以构成实践理智。而处于状态中的具有知识者单就大前提自身进行观照,正如在理性动物中审议表象单就个别前提自身进行[观照],而所谓的实践理智则在结合中观照二者。因此他本人随后亦探究,大前提与小前提究竟哪一个更能推动动物。因为即使大前提与科学理性以某种方式能够推动,那也只是处于状态中并正在发显者。然而,那已被分离且仅为其所是者本身,并按照本质的现实活动居于超越灵魂实体的理智之后第二位者(因此它兼被称为理智与科学的,‘科学的’表明其居于次席),这类东西既不推动亦不被推动,而是驻留。因为他说,它仅为其所是者本身,不再与任何第二级的生命相纠缠,反而由于与超越的理智相结合而将其现实活动收归于其实体之中,这种结合并非通过相异性而发生(因为它并非如自然和物体那样系于形式),而是依照更为同质的合一与同一性,仅有微弱的相异性产生于其中。因此,凡是针对灵魂的超越理智所表述的一切,我们亦以第二位的方式表述于灵魂的顶点之上,通过在理智之上附加‘科学的’来显示其次要地位,因为这一名称表明了那犹如处于驻留者与发显者之间、知性形式与展开的认识形式之间的中介:即通过驻留者与发显者[表明]实体与驻留,通过知性形式与展开的认识形式[表明]科学。因为认识是某种现实活动,而驻留与发显则是本质的实体化存在,彰显出在柏拉图那里既不可分又可分的、即中介的实存,正如理智与科学在亚里士多德那里表示柏拉图那里依照同之圈与异之圈的旋转运转一样。但在紧接着讨论后续内容之前,让我们稍作停留,在我们自身中提出双重疑难,其一来自事理本身,其二来自哲思极深的人们的见解。其中来自事理本身的疑难探究,灵魂的顶点如何竟不被那超越于它的理智所推动——既被完全超越于灵魂的理智作为使动原因所推动,又被灵魂所分有的理智作为规定原因所推动,因此在柏拉图那里[灵魂]被传述为既是被推动的又是自我推动的。那么,我们如何能说,灵魂的顶点在被分离且仅为其所是者自身时,即使在彼时仍依附于理智并由理智赋予实体,却既不被推动亦不推动,而是驻留呢?

语法注2 条
  1. 3.188τὸ δευτερεῦον αὐτοῦ τοῦ ἐπιστημονικοῦ δηλοῦντος

    此为独立属格结构,其实质主语是名词化的中性单数短语 τοῦ ἐπιστημονικοῦ(即“‘科学的’这一称谓/规定”)。αὐτοῦ 作为所有属格依附于 τὸ δευτερεῦον(“显示出它的次要地位”),起到了解释该知性为何兼被称为科学的原因状语作用。

  2. 3.188τὴν μὲν οὐσίαν καὶ μονὴν διὰ τοῦ μένοντος καὶ προϊόντος, τὴν δὲ ἐπιστήμην διὰ τοῦ νοεροῦ καὶ ἀνελιττομένου τῆς γνώσεως εἴδους

    宾格短语 τὴν μὲν οὐσίαν καὶ μονήν 与 τὴν δὲ ἐπιστήμην 是前文分词 δηλοῦντος(或主句中的 ἐνδεικνύμενοι)在语义上的支配对象,此处省略了相应的动词或分词,构成了并列的承接结构:“通过驻留者与发显者[表明]实体与驻留,通过知性形式与展开的认识形式[表明]科学”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:311.7-312.18