← 辛普里丘

亚里士多德《论灵魂》注释

§310.10-311.6

非理性欲望的推论与欲望冲突中的球喻

辛普里丘将亚里士多德“欲望不具有审议部分”的命题重构为第二格三段论,并通过对比抛球游戏与天体运转这两种注疏观点,详细阐释了解释欲望冲突的“如球一般”的比喻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.187

" Διὸ τὸ βουλευτικὸν οὐκ ἔχει ἡ ὄρεξις." Ὄρεξιν νῦν ἰδίως καλῶν τὴν ἄλογον, καὶ συμπλέκει τὸν συλλογισμὸν ἐν δευτέρῳ σχήματι· ἡ ἐν τοῖς ἀλόγοις ὄρεξις οὐκ ἔχει τὸ λογιστικόν· τὸ βουλευτικὸν ἔχει τὸ λογιστικόν· ἡ ἄρα τοιαύτη ὄρεξις οὐκ ἔχει τὸ βουλευτικόν. τοσοῦτον δὲ τῆς ὀρέξεως τῆς ἐν τοῖς ἄλλοις ἡ ἡμετέρα ὀρεκτικὴ φαντασία πλεονεκτεῖ, ὡς παρισοῦσθαί πως τῷ λόγῳ, καθάπερ εἴρηται, καὶ τῇ τοῦ λόγου βουλήσει, ὡς ἐπὶ τῶν πρακτῶν καὶ ἀνθίστασθαι καὶ διαμάχεσθαι, ἐνίοτε δὲ καὶ ἐπικρατεῖν αὐτῆς, ποτὲ μέντοι καὶ νικᾶσθαι. ὅτε μὲν οὖν ἀπὸ τῆς ἀλόγου ἐν ἡμῖν ὀρέξεως ἡ ἀρχὴ γίνεται, κινεῖ μὲν αὖθις αὐτή, κινεῖται δὲ τότε ἡ λογικὴ βούλησις· καὶ ἐνίοτε ἡ βούλησις ὅλη ἐκείνῃ ἕπεται ὡς ἐπὶ τῶν ἀκολάστων, ἐνίοτε δὲ ἀνθίσταται μὲν οὐ κρατεῖ δέ, ὡς ἐπὶ τῶν ἀκρατῶν. ὥσπερ, φησί, σφαῖρα ἡ ὄρεξις τὴν ὄρεξιν,1 εἰκόνα φέρων τοῦ εἰρημένου τὴν ἐπὶ τῶν ἀντιρριπτούντων ἀλλήλοις μίαν σφαῖραν, κινοῦντος μὲν τοῦ ῥιπτοῦντος, κινουμένου δὲ τοῦ δεχομένου καὶ πάλιν τῷ ῥιπτεῖν κινοῦντος. οὕτω γὰρ καὶ ἐπὶ τῶν ἀκρατῶν καὶ ἡ χείρων τὴν κρείττονα κινεῖ ὄρεξιν καὶ ἡ κρείττων τὴν χείρονα ὡς ἀνθισταμένην. καὶ νικᾷ, ὡς ἐπὶ τῶν σφαιριζόντων ὁ σφοδρότερον πλήξας, ἐπὶ δὲ τῶν ἀκρατῶν ἡ χείρων ὄρεξις, ὥς γε ἐπὶ τῶν ἐγκρατῶν ἡ κρείττων. καὶ ἔοικεν ἀκρασίαν νῦν καλεῖν πᾶσαν τὴν διαμάχην, κἂν μὴ τὸ φαυλότερον ἀλλὰ τὸ κρεῖττον ἐπικρατῇ, καθ’ ὅσον ὅλως μὴ ἑνὸς τὸ κράτος, ἀλλὰ ποτὲ μὲν θατέρου, ποτὲ δὲ τοῦ λοιποῦ. οἵ γε μὴν ἐξηγηταὶ τὴν τῆς σφαίρας εἰκόνα ἐπὶ τῶν οὐρανίων ἀκούουσιν, ὡς τῆς ἀπλανοῦς καὶ τὴν ἰδίαν κίνησιν ἐνδιδούσης ταῖς πλανωμέναις, ἵνα καὶ ἑκάστη τῶν πλανωμένων ἰδίαν κινῆται κίνησιν καὶ αὐτὴ ἡ ἀπλανὴς τὴν ἑαυτῆς, καὶ τρίτη ἡ ἀπὸ τῆς ἀπλανοῦς ἐνδιδομένη κρατῇ τῆς δευτέρας. ἐπειδὴ φύσει, τουτέστιν κατὰ φύσιν ἡ βούλησις κρείττων καὶ ἀρχικωτέρα, ἅτε καὶ ἀφ’ ἑαυτῆς ὅλη δυναμένη ἐγείρεσθαι καὶ ὡς τὸ ἀγαθὸν σκοπὸν τιθεμένη, κατὰ φύσιν ἂν αὕτη κινοίη τὴν δευτέραν. ἢ ὅτε στασιάζει πρὸς τὴν κρείττονα, κινεῖ πως καὶ αὕτη ἐκείνην, ὡς ἐπὶ τῶν τὴν σφαῖραν ἀντιρριπτούντων εἴρηται. ἐὰν οὖν μὴ θέλγηται μηδὲ βιάζηται, ἀλλὰ τοὐναντίον ἐπικρατεῖν μέλλῃ ἡ βούλησις, τρίτη ἔσται κίνησις ἡ ὑπὸ τῆς βουλήσεως, κατασταλτικὴ τῆς ἀλόγου, πρώτης μὲν τῆς οἷον κελευστικῆς προστάξεως κατὰ φύσιν ὑπαρχούσης·2 κελεύει γὰρ φύσει, ὡς εἴρηται, ἡ βούλησις τῇ φανταστικῇ ὀρέξει, αὕτη δὲ ἔτι ἀπαιδεύτως ἔχουσα ἀνάπαλιν ἐκείνην οὐκέτι κατὰ φύσιν πρὸς τὸ οἰκεῖον αἱρετὸν καθέλκειν ἐπιχειρεῖ, μὴ καθελκυσθεῖσα δὲ ἡ βούλησις καταστέλλει μετά τινος ἐνστάσεως τὴν ἐκείνης κίνησιν.

“因此欲望不具有审议的部分。” 在此他将无理性的欲望特称为欲望,并在第二格中组织推论:无理性动物中的欲望不具有推论的部分;审议的部分具有推论的部分;因此这类欲望不具有审议的部分。然而,我们的欲望表象比起其他动物中的欲望具有极大的优势,正如所言,它在某种程度上与理性以及理性的意愿相匹敌,以至于在实践事务中抗拒并抗争,有时甚至压制意愿,不过有时亦会被击败。因此,当开端在我们身上的无理性欲望中产生时,欲望本身便再次推动,而此时理性意愿则被推动;有时意愿完全顺从于那欲望,如在放荡者身上那样,有时它虽抗拒却不能压制,如在不能自制者身上那样。他说,欲望“如球一般”[推动]欲望,他引入了彼此投掷同一球者的形象作为所言之事的比喻,其中投掷者推动,接受者被推动并通过再次投掷而推动。因为在不能自制者身上亦是如此,较劣的欲望推动较优的欲望,而较优的欲望亦推动作为抗拒者的较劣的欲望。正如在击球者中,击得更猛烈者获胜一样,在不能自制者身上较劣的欲望获胜,正如在能自制者身上较优的欲望获胜一样。而且他现在似乎将这一整场冲突称为无自制,即使占据优势的不是较差者而是较优者,只要统治权根本不属于单一者,而是时而属于这一方,时而属于另一方。然而注解家们将球的形象理解为关涉天体:正如恒星天球亦将自身特有的运动赋予行星天球,以使每一个行星天球各自进行特有的运动,恒星天球自身亦进行其自身的运动,且从恒星天球赋予的第三种运动压制了第二种运动。由于在本质上、即依照自然,意愿更为优越且更具主导性,因为它亦能够完全由自身唤起并将善设定为目标,依照自然它本会推动第二者。或者当欲望反叛较优者时,正如对彼此投掷球者所说的那样,欲望自身亦以某种方式推动意愿。因此,若意愿既未被诱惑亦未被强迫,反而将要占据支配,那么由意愿所产生的运动将是第三种运动,以镇抑无理性欲望,而那犹如命令式的指令依照自然作为第一者而存在;因为正如所说,依照自然意愿向表象欲望发号施令,而表象欲望仍处于未经训育的状态,反过来不再依照自然而试图将意愿拉向欲望自身的选择对象,但未被拉下的意愿则带着某种抗拒镇抑了那欲望的运动。

语法注2 条
  1. 3.187ὥσπερ, φησί, σφαῖρα ἡ ὄρεξις τὴν ὄρεξιν

    引自亚里士多德省略动词的原文(434a13 ὥσπερ σφαῖρα ἡ ὄρεξις τὴν ὄρεξιν),句中省略了及物谓词 κινεῖ(推动)。σφαῖρα 作主格;注解者通过对比抛球游戏(相互抛接推动)与同心天球(外层天球推动内层)这两种解释来补充这一省略结构。

  2. 3.187πρώτης μὲν τῆς οἷον κελευστικῆς προστάξεως κατὰ φύσιν ὑπαρχούσης

    独立属格结构。此结构与主句谓语 τρίτη ἔσται κίνησις(将是第三种运动)相对照,标示在依循自然的理想秩序中率先成立的“第一种命令式指令”(πρώτης μὲν ... 与 τρίτη 的层级对应)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:310.10-311.6