- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:309.1-310.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》第3卷第11章(434a7–10),阐明涉及行为选择的审议表象乃是基于单一标准将多个表象整合的推论活动,并论证了无理性动物所缺乏的“信念”特指基于推论与普遍者的信念。
" Πότερον γὰρ πράξει τόδε ἢ τόδε, λογισμοῦ ἤδη ἐστὶν ἔργον." Ἐν γὰρ τοῖς ἀμφιβόλοις καὶ οὐκ ἀναγκαίως ἔχουσιν ἕνα καὶ τὸν αὐτὸν ὅρον καὶ ἓν τὸ τέλος τὸ πότερον τόδε ἢ τόδε.1 καὶ ὁμοῦ τὸ λογικὸν τῆς βουλευομένης ζωῆς σαφηνίζει. τὰ γὰρ ἄλογα ζῷα πρὸς τὸ φαινόμενον ἡδὺ μόνον ἵεται, διὰ τὸ ἀπεστενωμένον πρὸς ἕν τι βλέποντα τὸ ἡδύ, καὶ οὐχ ὡς ὁ λόγος διὰ πλατυτέραν καὶ ἐπὶ πολλὰ διατείνουσαν θεωρίαν τε καὶ ὄρεξιν ποτὲ μὲν πρὸς τὸ ἀγαθόν, ποτὲ δὲ πρὸς τὸ ἡδύ. ὥστε λογικὴ μέν, περὶ τὰ ἐνδεχόμενα δὲ καὶ ἡ τῶν λογιστικῶν φαντασία. αἰσθητικὴν δὲ καλεῖ φαντασίαν τὴν ἀπὸ μόνης ἐγειρομένην αἰσθήσεως. δεῖ γάρ, ὡς ἐν τοῖς περὶ αὐτῆς ὑπ’ αὐτοῦ διώρισται λόγοις, αἰσθέσθαι πάντως πρότερον, καὶ τότε τοὺς ἀπὸ τῶν αἰσθητῶν τύπους ἐγγενέσθαι τῇ φαντασίᾳ, καθ’ οὓς λοιπὸν ἐκείνη κινεῖται. ἡ γὰρ βουλευτικὴ παρ’ αὐτῶν κινουμένη πάντως μὲν καὶ αὐτὴ ἀπὸ αἰσθήσεως τὴν ἀρχὴν ἐγείρεται, ἀλλ’ οὐκ ἀπὸ μόνης, διὰ δὲ τὸ κατ’ οὐσίαν πρὸς λόγον συγγενὲς παραπολαύει πως καὶ τῆς ἐκείνου βουλῆς καὶ συνεργεῖ πρὸς αὐτὴν οὕτως, ὡς ἐνίοτε μὲν ἕπεσθαι, ἐνίοτε δὲ πρὸς θάτερον ἐπικλίνειν τοῦ ὑπὸ τοῦ λόγου ἐγκρινομένου, καὶ ἢ ἐπικρατεῖν ὡς ἐπὶ τῶν ἀκρατῶν ἢ ἐπικρατεῖσθαι ὡς ἐπὶ τῶν ἐγκρατῶν. καὶ τί τὸ βουλευτικὸν παρέστησεν; οὐ μόνον ὅτι ἐν τοῖς ἐνδεχομένοις καὶ πρακτοῖς καὶ ἄλλοτε ἄλλως ἔχουσι, ἀλλ’ ὅτι καὶ πρὸς ἓν ὁρᾶν ἀνάγκη τὸν βουλευόμενον καὶ πρὸς τοῦτο ὡς αἱρετώτατον ἀναφέρειν, ὅπερ ἓν ἔφη μέτρον. καὶ γὰρ ὅτε ἢ τὸ ὠφέλιμον αἱρεῖσθαι δεῖ ἢ τὸ ἡδύ, βουλεύεται πρὸς τὸ αἱρετώτατον ἀποβλέπων. ἀλλὰ καὶ ὅτε ὁρισάμενος ὠφέλιμον εἶναι τὸ αἱρετώτατον, πότερον τόδε ὠφελιμώτερον ἢ τόδε, βουλεύεται, πάλιν ἑνὶ καὶ τῷ αὐτῷ ὠφελίμῳ ἐπερειδόμενος τὰς βουλὰς ποιεῖται· ὡσαύτως δὲ καὶ ὁ τὸ ἡδὺ θέμενος τέλος. ὥστε δύναται ἓν ἐκ πλειόνων φαντασμάτων ποιεῖν. ὁ δὴ βουλευόμενος οὐκ ἀπεστενωμένως, ὡς εἴρηται, εἰς τοδὶ ἀποβλέπει μόνον, ἀλλ’ εἰς πλείω, καὶ ταῦτα καὶ μερικὰ καὶ γενητὰ καὶ ποτὲ ὄντα καὶ ἐνδεχόμενα ἄλλως καὶ ἄλλως ἔχειν καὶ παραβαλλόμενα πρὸς ἄλληλα, καὶ διὰ τοῦτο τὸ ἐκ πλειόνων τοιούτων εἰς ἓν τῷ λογισμῷ συναιρούμενον,2 καθάπερ ἔφη που Πλάτων, καὶ φαντασίᾳ πάντως συνεργῷ χρώμενος, ἧς ἔργον τῶν τοιούτων προσεχῶς ἀντιλαμβάνεσθαι γνωστῶν.
“因为究竟实行此者还是彼者,已是推论的作为了。” 因为“究竟此者还是彼者”的问题,发生在那些两可的、并非必然具有同一界限与单一终点的事物中。同时[亚里士多德]阐明了审议生活的理性特质。因为无理性动物仅奔向显现的快适,这是由于其狭隘性使得它们只注视着单一的快适,而不像理性那样通过更为广阔且延展至众多事物的审视与欲望,有时朝向善,有时朝向快适。因此,具推论能力者的表象虽是理性的,但也关涉偶然可变的事物。而他所谓的感觉表象,是指仅从感觉中被唤起的表象。因为正如他在关于表象的论述中所界定的那样,无论如何必须首先感知,然后来自可感觉对象的印痕才在表象中产生,其后表象便依循这些印痕而运动。因为由其所推动的审议表象,其自身固然毫无疑问亦是以感觉为开端而被唤起,但并非仅从感觉而来,而是由于它在本性上与理性的亲缘性,在某种程度上亦分享了理性的审议,并与之协力,其方式为有时顺从,有时却偏向与理性所认可者相反的一方,并且要么如在不能自制者身上那样占据支配,要么如在能自制者身上那样被压制。那么他是如何呈现审议特性的呢?不仅在于它存在于偶然可变、可实行且因时而异的事物中,而且在于审议者必须注视单一之物,并将其作为最值得选择者而与此相联系,他把这单一之物称为标准。因为即使在必须选择有益者还是快适者时,人亦是注视着最值得选择者而进行审议。不仅如此,在确定了最值得选择者是有益者之后,当审议究竟此者更有益还是彼者更有益时,人再次依凭同一且单一的有益者而做出审议;设定快适为终点者亦是如此。因此,人能够从多个表象像中造出单一者。于是,正如所说,审议者并不狭隘地仅注视于此单一之物,而是注视于更多事物,并且这些事物是个别的、生成的、在特定时间存在的、能够呈现不同状态且相互比较的,因此,正如柏拉图在某处所说的那样,[使用着]通过推论从诸多此类事物整合为单一者的东西,并无论如何都把表象用作协力者,表象的功用正是直接把握此类可认识对象。
"Καὶ αἴτιον τοῦτο τοῦ δόξαν μὴ δοκεῖν ἔχειν, ὅτι τὴν ἐκ συλλογισμοῦ οὐκ ἔχει, αὕτη δὲ ἐκείνην.3" Εἰ μέν τις δόξαν ἁπλῶς τὴν κατὰ τὸ ἐπιπόλαιον καὶ δοκοῦν καλοίη γνῶσιν, μάλιστα τοῖς ἀλόγοις ταύτην ἀποδοτέον ζῴοις, καὶ δὴ καὶ ὁ Ἰάμβλιχος ἐν τῇ ἀλόγῳ τάττει ζωῇ καὶ τὴν δόξαν· εἰ δὲ τὴν ἐκ λόγου καὶ συλλογισμοῦ καὶ τὴν ἐκ πολλῶν μερικῶν εἰς ἓν τὸ καθόλου συναιρουμένην, οὐκ ἂν τοῖς ἀλόγοις ζῴοις ταύτην ἀπονείμειεν. αἴτιον οὖν φησι τοῦ μὴ πᾶσαν φαντασίαν, περὶ ἧς ὁ λόγος, ᾗ καὶ ὄρεξις ἕπεται, δόξαν δοκεῖν ἔχειν, ὅτι τὴν ἐκ συλλογισμοῦ οὐκ ἔχει, ἐπεὶ τήν γε κατὰ τὸ δοκοῦν γνῶσιν πᾶσα ὄρεξις ἔχει. οὐ γὰρ οἷόν τε ἄνευ γνώσεως ὀρέγεσθαί του, καὶ γνώσεως πάντως τῆς κατὰ τὸ δοκοῦν· περὶ γὰρ τὰ πρακτὰ ἡ δόκησις, ὡς περὶ τὰ θεωρητὰ ἡ ἀκρίβεια. αὕτη δὲ ἐκείνην, τουτέστιν ἡ ἐκ συλλογισμοῦ δόξα ἑπομένην ἔχει τὴν φαντασίαν, ἅτε περὶ πρακτὰ οὖσα καὶ ἐνδεχόμενα ἄλλως καὶ ἄλλως ἔχειν καὶ ἡ τοιαύτη δόξα.
“而这是它们看起来不具有信念的原因:即它们不具有出于推论的信念,而这一信念则具有那表象。” 若有人将依循表面和显现的认识单纯地称为信念,则尤其应当将此赋予无理性动物,事实上伊安布利柯亦甚至将信念归入无理性的生命之中;但若是指源于理性与推论、从诸多特殊事物综合为单一普遍者的认识,则不会将之赋予无理性动物。因此他说,之所以并非现在所讨论的、欲望亦随之发生的一切表象都看起来具有信念,原因就在于它不具有源于推论的信念,因为凡是欲望都必定具有依随显现的认识。因为不凭借任何认识便欲望某物是不可能的,而且必定是依随显现的认识;因为表象信念属于实践事务,正如精确性属于理论事务一样。“而这一信念则具有那表象”,即源于推论的信念具有伴随它的表象,因为此类信念亦关涉实践事务以及能够呈现不同状态的事物。
- 3.185τὸ πότερον τόδε ἢ τόδε
在开篇句 Ἐν γὰρ τοῖς ἀμφιβόλοις... 中,带有定冠词 τὸ 的间接疑问从句 τὸ πότερον τόδε ἢ τόδε 充当主语,存在动词 ἐστί 被省略。该结构意为“‘究竟此者还是彼者’的问题发生于两可的事物中”,将引文中的语句名词化并作为论述的主题。
- 3.185καὶ διὰ τοῦτο τὸ ἐκ πλειόνων τοιούτων εἰς ἓν τῷ λογισμῷ συναιρούμενον
化用了柏拉图《斐德罗篇》249b–c的名句。句法上,主语 ὁ δὴ βουλευόμενος ... ἀποβλέπει μόνον, ἀλλ’ εἰς πλείω... 统领下,中性单数宾格分词短语 τὸ ... συναιρούμενον 充当宾语,意为“通过推论由诸多此类事物综合为单一者”,与后续分词 χρώμενος 等所表示的审议运作相呼应,构成长跨度的倒装与插入结构。
- 3.186αὕτη δὲ ἐκείνην
在亚里士多德极度紧凑的对仗句中,近指代词 αὕτη 指代紧接在前文出现的“信念(ἡ δόξα / ἡ ἐκ συλλογισμοῦ δόξα)”,而远指代词 ἐκείνην 则指代较早前提及的“表象(ἡ φαντασία)”。正如辛普利丘自身所解释的(τουτέστιν ἡ ἐκ συλλογισμοῦ δόξα ἑπομένην ἔχει τὴν φαντασίαν),由前分句承前补出动词 ἔχει,αὕτη 充当主语,ἐκείνην 充当直接宾语。
