← 辛普里丘

亚里士多德《论灵魂》注释

§29.24-31.6

自身运动的数与早期哲学家的灵魂本原说

针对亚里士多德在《论灵魂》404b21–30中关于灵魂的认知与运动面向以及色诺克拉底将灵魂定义为“自身运动的数”的讨论,辛普利丘阐明了认知者与可知对象向相同本原的还原、灵魂的居中本性及其自身运动的含义,并解释了早期哲学家关于灵魂本原(物体的、非物体的或火)的分歧依据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.52

" Ἔτι δὲ καὶ ἄλλως." Τρόπου μὲν ἑτέρου τὸ ἄλλως σημαντικόν. δηλοῖ δὲ τὴν ἐπὶ ὄντων μὲν καὶ αὐτὴν γινομένην διαίρεσιν, οὐ μὴν ᾗ γνωστά, ἀλλ’ ᾗ γνωστικά, καὶ τούτων εἰς τὰς αὐτὰς ἀνηρτημένων ἀρχάς.1

“此外还可以以另一种方式。” “以另一种方式”这一表述表示另一种模式。它指明了同样是在存在者中所作的划分,但不是就其作为可知对象而言,而是就其作为认知者而言,并且指明这些[认知者]也被系连于相同的诸本原。

§1.53

"Οἱ μὲν γὰρ ἀριθμοὶ τὰ εἴδη αὐτὰ καὶ ἀρχαὶ ἐλέγοντο." Μετὰ τὸ διελεῖν ἑκάτερα ἰδίως τά τε γνωστὰ καὶ τὰ γνωστικά, τὴν πρὸς ἄλληλα αὐτῶν ἐν τούτοις ἐπιδείκνυσιν ὁμοιότητα, ἵνα καὶ κατὰ τοὺς ἄνδρας τῷ ὁμοίῳ τὸ ὅμοιον γνωρίζηται. οἱ γὰρ ἀριθμοὶ τὰ αὐτὰ καὶ πρώτιστα εἴδη ὄντες ἦσαν μὲν ἐκ τῶν στοιχείων τοῦ αὐτοενὸς δυάδος τε καὶ τριάδος καὶ τετράδος, ἀρχαὶ δὲ ἐλέγοντο τῶν τε γνωστικῶν καὶ τῶν γνωστῶν οὐσιῶν. καὶ γὰρ τὰ οἷς κρίνεται τὰ πράγματα2 ταῖς στοιχειώδεσιν ὡρίζετο ἀρχαῖς, καὶ αὐτὰ τὰ γνωστὰ πράγματα, ὅτι εἴδη οἱ ἀριθμοὶ οὗτοι, τουτέστιν οἱ εἰδητικοί, καὶ αἱ τούτων στοιχειώδεις ἀρχαὶ τῶν πραγμάτων· πάντα γὰρ τὰ γνωστὰ πράγματα τοῖς εἴδεσιν ὁρίζεται, ἢ εἴδη ἐστίν.

“因为数被说成是形式自身与本原。” 在分别划分了可知对象与认知者这两者之后,[亚里士多德]在这些论述中展示了它们彼此之间的相似性,以便根据那些人的观点,“同类由同类所认知”也能成立。因为数作为形式自身与最首要的形式,确实是由一自身、二、三和四这些元素所构成的,但它们被说成是认知实体与可知实体两者的本原。因为事物借以被判定的根据是由元素性本原所规定的,而可知事物本身也是如此,因为这些数即形式数是形式,且这些形式数的元素性本原是事物的[本原];因为一切可知事物都是由形式所规定的,或者本身就是形式。

§1.54

"Ἐπεὶ δὲ καὶ κινητικόν γε ἐδόκει ἡ ψυχὴ εἶναι καὶ γνωριστικόν, οὕτως ἔνιοι συνέπλεξαν ἐξ ἀμφοῖν, ἀποφηνάμενοι τὴν ψυχὴν ἀριθμὸν κινοῦνθ’ ἑαυτόν." Ξενοκράτους ὁ τῆς ψυχῆς οὗτος λόγος βουλομένου τὴν μεσότητα αὐτῆς τῶν τε εἰδῶν καὶ τῶν εἰδοποιουμένων ἅμα καὶ τὸ ἴδιον αὐτῆς ἐνδείξασθαι· ὁ γὰρ ἀριθμὸς τὸ εἶδος, τὸ δὲ κινητὸν τοῖς εἰδοποιουμένοις προσήκει. ἐκ μὲν οὖν τῶν ἄκρων μονονοὺ † δηλοῖ τὸ οὔτε ἀριθμὸς ἁπλῶς ἔσται οὔτε κινητόν· τοῦ μὲν γὰρ ὑφεῖται, ᾗ τοῦ ἀμερίστου ἐκβέβληται, τοῦ δέ ἐστι κρείττων, ᾗ τοῦ μεριστοῦ ὑπερέχει. τὸ συναμφότερον οὖν ἄν πως εἴη ὡς ἀμφοτέροις κοινωνοῦσα, ἀριθμὸς κινητός. κατὰ δὲ τὸ οἰκεῖον τῆς μεσότητος ὑφ’ ἑαυτοῦ κινητὸς λέγεται,3 ὅτι οὐχ ὡς διαστατική ἐστι μέση ἡ ψυχή, οἷος ὁ φυσικὸς λόγος καὶ πρὸ τούτου κατὰ τοὺς ἄνδρας ἡ μαθηματικὴ οὐσία, οὐδὲ οἷα κατὰ τὸ προϊὸν ἀπὸ νοῦ φῶς οὐσία νοερὰ μὲν ἔτι μένουσα, τῷ δὲ εἰς τὸ φανὸν καὶ σύμμετρον τοῖς ὑπὸ νοῦ καταλαμπομένοις προέρχεσθαι ἐξαγγέλλουσα τὸ μόνιμον καὶ κρύφιον τῆς νοερᾶς φύσεως, ἀλλὰ κατ’ αὐτὴν τὴν ζωτικὴν ἰδιότητα ἔγερσιν καὶ ζέσιν τινὰ πάσης δηλούσης ζωῆς, ἀμέριστον μὲν καὶ ἐν ἑαυτῇ μένουσαν τῆς νοερᾶς, περὶ δὲ τὰ σώματα μεριζομένην καὶ ἑτέρωθεν εἰς ἕτερα ὑφιζάνουσαν τῆς σωματοειδοῦς, τῆς δὲ ψυχικῆς τὴν ἀφ’ ἑαυτῆς εἰς † ἀνέλιξιν καὶ εἰς διάστασιν ἅμα συναγωγήν. διὰ ταῦτα μὲν οὖν ὁ Ξενοκράτης ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα τὴν ψυχὴν ἀπεφήνατο. ὁ δὲ Ἀριστοτέλης τὸν ἀριθμὸν ὁριστικὸν προειπὼν καὶ τῶν γνωστῶν καὶ τῶν γνωστικῶν, ἐπὶ τῆς ψυχῆς εὐλόγως ὡς γνωστικὸν εἰρῆσθαι ἀκούει, καὶ διὰ τοῦτο τοὺς εἰπόντας τὴν ψυχὴν ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα συμπλέξαι ἔφη τὸ κινητικὸν καὶ τὸν γνωστικόν.

“然而,既然灵魂既被认为是引起运动的,又被认为是具有认识能力的,于是有些人从这两者加以编织,宣称灵魂是自身运动的数。” 这是色诺克拉底对灵魂的定义,他意图指明灵魂在形式与被赋予形式者之间的居中性,以及它自身的固有属性;因为数属于形式,而可动性则适合于被赋予形式者。因此,从两极来看,它几乎表明[灵魂]既非单纯的数,亦非单纯的可动者;因为就其脱离不可分者而言它不及前者,而就其超越可分者而言它又优于后者。因此,作为同时分有两者的存在,它在某种意义上将是两者的结合体,即“可动的数”。而根据这种居中性的本性,它被称为“被自身运动的”,因为灵魂并非作为具有广延者而居中(犹如自然的形式,以及根据那些人的说法在此之前的数学实体那样),亦非犹如从理智发出的光那样——它仍保持为理智实体,但通过走向明亮且与被理智照耀之物相称的状态,传达理智本性的恒常与隐秘——而是依据生命固有的本性本身[而居中],因为一切生命都表明某种觉醒与沸腾:理智的生命是不可分且居于自身之内的,物体的生命则是围绕物体而被分割并从此物沉降入他物的,而灵魂的生命则是从自身走向展开并同时走向广延的汇聚。正因这些缘故,色诺克拉底宣称灵魂是“自身运动的数”。但亚里士多德由于先前已说过数对于可知对象和认知者都是规定性的,因此合乎逻辑地理会到,关于灵魂所说的[数]是指作为认知者的数,并且因此他说,那些称灵魂为自身运动之数的人是将引起运动者与认知者编织在了一起。

§1.55

"Διαφέρονται δὲ περὶ τῶν ἀρχῶν, τίνες καὶ πόσαι." Ἐπειδὴ ἐκ τῶν ἀρχῶν συμπληροῦσι τὴν ψυχὴν οἱ περὶ αὐτῆς, ὡς αὐτὸς ἱστορεῖ, φιλοσοφήσαντες, ὁποίας ἄν καὶ ὁπόσας ἕκαστος ὑπέθετο ἀρχάς, ἐκ τοιούτων καὶ τοσούτων καὶ τὴν ψυχὴν συνέστησαν,4 σωματικὰς μὲν οἱ φυσιολόγοι θέμενοι, ἀσωμάτους δὲ οἱ Πυθαγόρειοι καὶ Πλάτων, μίξαντες δὲ ἀπ’ ἀμφοῖν Ἐμπεδοκλῆς τε καὶ Ἀναξαγόρας. ἑπομένως δὲ τούτοις καὶ τὴν ψυχὴν ἀποδιδόασιν, ἕκαστος τὴν παρ’ αὐτοῦ ἀρχὴν εἰς τὴν ψυχὴν φέρων ἢ τὰς ἀρχάς, οὐχ ὡς γνωστικὴν μόνον τῶν ὄντων, ἀλλὰ καὶ ὡς κινητικήν. οὐκ ἀλόγως γάρ φησιν αὐτοὺς τῶν πρώτων ὑπειληφέναι τὸ κινητικὸν αἴτιον, ἐπειδὴ αἰτιατὸν μὲν πάντως τὸ κινούμενον, τὸ δὲ καθ’ ἑαυτὸ κινοῦν καὶ μὴ τῷ ἑτέρωθεν κινεῖσθαι τῆς αἰτιώδους φύσεως. οἱ δὲ πῦρ τὴν ἀρχὴν ὑποθέμενοι καὶ ὡς τὸ λεπτομερέστατον σῶμα τῇ ψυχῇ ἀπονέμοντες οἰκειότερόν τι αὐτῇ προσάπτουσι τῶν ἄλλο τι αὐτὴν οἰομένων σῶμα· ἀσώματος γὰρ κατ’ ἀλήθειαν ἡ ψυχὴ οὖσα, διὸ οἰκειότερον αὐτῇ τὸ λεπτομερέστερον ὡς ἀσωματώτερον ἢ τὸ παχυμερές. καὶ ὡς εὐκίνητόν τε φαινόμενον αὐτὸ καὶ τἄλλα κινοῦν συγγενέστερον ἔδοξε τῇ ψυχῇ.

“然而关于本原,他们在本原是何种性质以及有多少个的问题上存在分歧。” 正如他自己所记述的那样,由于那些研究灵魂的哲学家们由本原构建灵魂,因而各人假定了何种性质以及多少个本原,他们就由何种性质以及同样多数目的本原构成了灵魂:自然哲学家设定了物体的本原,毕达哥拉斯派与柏拉图设定了非物体的本原,而恩培多克勒与阿那克萨哥拉则设定了二者的混合。顺理成章地,他们也以此界定灵魂,各人将自己所主张的本原或诸本原赋予灵魂,不仅将其视为存在者的认知者,而且视为引起运动者。因为[亚里士多德]说,他们认为引起运动的原因属于最初之物,这并非没有道理,因为被运动者全然是结果,而依自身引起运动且不因外力而被运动者则属于原因的本性。那些假定火为本原、并将其作为最精细的物体分配给灵魂的人,比起那些认为灵魂是其他某种物体的人,赋予了灵魂更为相称的东西;因为灵魂在真理上是非物体的,所以更精细的物体作为更接近非物体者,比粗糙的物体对灵魂而言更为适称。并且火表现为自身容易运动又运动其他事物,因而被认为与灵魂更为同类。

语法注4 条
  1. 1.52καὶ τούτων εἰς τὰς αὐτὰς ἀνηρτημένων ἀρχάς

    属格绝对结构,附属于前述作 δηλοῖ 宾语的宾格短语(τὴν ... διαίρεσιν),说明认知者(γνωστικά)同样系连于同一形式本原的伴随情况。

  2. 1.53τὰ οἷς κρίνεται τὰ πράγματα

    关系代词 οἷς(与格,表示手段)在关系从句中充当 κρίνεται 的手段,整个名词化的中性复数短语作为被动动词 ὡρίζετο 的主语,表示“事物借以被判定的根据(即认知能力)”。

  3. 1.54κατὰ δὲ τὸ οἰκεῖον τῆς μεσότητος ὑφ’ ἑαυτοῦ κινητὸς λέγεται

    主句句式骨架为 κατὰ ... λέγεται ὅτι οὐχ ὡς ... οὐδὲ οἷα ... ἀλλὰ κατ’ αὐτὴν ...。否定的 οὐχ ὡς ... οὐδὲ οἷα ...(否定广延性的中间以及理智之光的中间)与肯定的 ἀλλὰ κατ’ αὐτὴν τὴν ζωτικὴν ἰδιότητα(肯定依据生命活动本身的固有属性而居中)构成了长篇的对照结构。

  4. 1.55ὁποίας ἄν καὶ ὁπόσας ἕκαστος ὑπέθετο ἀρχάς, ἐκ τοιούτων καὶ τοσούτων καὶ τὴν ψυχὴν συνέστησαν

    关联结构(correlative construction)。关系从句 ὁποίας ... ὁπόσας ... 与主句中的指示形容词 ἐκ τοιούτων καὶ τοσούτων 严格呼应,表明所假定本原的性质与数量与由此构成的灵魂的性质与数量精确对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:29.24-31.6