← 辛普里丘

亚里士多德《论灵魂》注释

§308.1-308.39

感觉表象与审议表象的区别

关于亚里士多德在434a5中对感觉表象与审议表象的区分,辛普里丘探讨了人类与无理性动物表象的差异、动物受驯化能力的限度、审议所关涉的偶然对象领域,以及天体中表象与感觉的缺失。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.184

" Ἡ μὲν οὖν αἰσθητικὴ φαντασία, ὥσπερ εἴρηται, καὶ ἐν τοῖς ἄλλοις ζῴοις ὑπάρχει, ἡ δὲ βουλευτικὴ ἐν τοῖς λογιστικοῖς." Εἰπὼν καὶ τοῖς ἀτελέσι ζῴοις φαντασίαν ἐνυπάρχειν, εἰ καὶ ἀόριστον, καὶ πολλῷ δηλονότι μειζόνως ἐνδιδοὺς αὐτὴν ἐνεῖναι ὡς καὶ τελειοτέροις τοῖς κατὰ τόπον κινουμένοις, εἰρηκὼς δὲ πολλάκις καὶ τὸν ἐν ἡμῖν λόγον φαντασίᾳ χρῆσθαι, ὡς καὶ ἐν ἀνθρώποις καὶ οὐκ ἐν μόνοις θηρίοις φαντασίας ἐνούσης, διορίζει φιλοσοφώτατα τὸ διάφορον τῆς τε ἀνθρωπίνης καὶ τῆς τῶν ἀλόγων ζῴων φαντασίας, τῆς μὲν ὡς καὶ δόξῃ καὶ λόγῳ συνούσης καὶ βουλῆς τινος μεταλαμβανούσης καὶ ἐνίοτε μὲν ἰθυνομένης ὑπὸ τῆς λογικῆς βουλήσεως, ἐνίοτε δὲ καὶ ἀνθισταμένης πρὸς αὐτήν, ὡς ποτὲ καὶ κατακρατεῖν ἐν τοῖς ἀκρατέσι (τοσοῦτον ἔχει τὸ πρὸς τὸ λογοειδὲς κατὰ φύσιν συγγενές), τῆς δὲ μὴ πεφυκυίας λόγῳ ἢ βουλῇ συνάπτεσθαι,1 εἰ καὶ ἐν ἐνίοις, ὅσα ἐμφαίνει τι καὶ λογοειδὲς ἐν αὑτοῖς, τὸ συνεθίζεσθαι ὑπὸ τῶν λογικῶν καὶ ῥυθμίζεσθαί πως οὐκ οἴκοθεν ἀλλ’ ἔξωθεν ὑπάρχει, διὰ τὸ τὴν φύσιν μὴ ἀθρόως μετιέναι ἐπὶ τὰ πολὺ διεστῶτα, ἀλλὰ διὰ τῶν ἀεὶ προσεχῶν. κύνες γὰρ καὶ πίθηκοι καὶ ἄρκτοι καὶ ἵπποι, εἰ καὶ μὴ οἰκεῖον ἔχουσι λόγον, ἀλλὰ τῷ ἀνθρωπίνῳ ῥυθμίζονται λόγῳ τινὰ δηλονότι ῥυθμόν, καὶ οὐχ οἷον οὐδὲ ὅσον αὗται αἱ ἡμέτεραι φαντασίαι· οὐκέτι μέντοι μύρμηκες καὶ μέλισσαι ἢ τὰ ἑρπετὰ ἢ νηκτά, οὐδ’ ἔτι μᾶλλον τὰ ἀόριστον ἔχοντα τὴν φαντασίαν. οὗτος μὲν οὖν ὁ σκοπὸς τῆς λέξεως, διακρῖναι τὴν ἀνθρωπίνην φαντασίαν, ἣν νῦν βουλευτικὴν καλεῖ, ἀπὸ τῆς ἐν τοῖς ἀλόγοις. τὸ δὲ κατὰ μέρος τοῦ ῥητοῦ ἐπισκεπτέον. τὴν ἐν τοῖς λογιστικοῖς βουλευτικὴν προσαγορεύει, ὡς πάσῃ φαντασίᾳ τὸ ἀμφίβολόν πως ἀποδιδοὺς καὶ περὶ τὰ ἐνδεχόμενα ἔχον. οὐ γάρ ἐστι περὶ τὰ ἀΐδια καὶ ὡσαύτως ἔχοντα ἀεὶ καὶ ὧν ἀναγκαῖον τὸ τέλος ὁποιαοῦν τις βουλή, ἀλλ’ ἐν τοῖς πρακτοῖς καὶ μερικοῖς καὶ τοιούτοις, οἷα ποτὲ μὲν ἐκβαίνειν ποτὲ δὲ μή, καὶ οἷα μὴ ἀεὶ τὸ αὐτὸ αἱρετὸν εἰσφέρειν. διὸ φαίνεται, ὥσπερ οὐδὲ αἴσθησιν, οὕτως οὐδὲ φαντασίαν τοῖς οὐρανίοις ἀπονέμειν ὡς κατὰ μόνον νοῦν ἐνεργοῦσι. καὶ πῶς γὰρ ἂν εἴη βουλή τις ὁποιαοῦν ἐν ἐκείνοις ἀεὶ ὡσαύτως κινουμένοις καὶ ἀεὶ ἐν τέλει οὖσιν; εἰ δέ τις ἄλλως αἴσθησιν αὐτοῖς ἀπονέμει, ἄλλως φιλοσοφεῖ περὶ αἰσθήσεως καὶ οὐ περὶ ταύτης, καθ’ ἣν ἡμεῖς καὶ τὰ θνητὰ πάντα ζῷα αἰσθανόμεθα, τῆς ὑπὸ τῶν ἔξωθεν πληγῆς προσδεόμενοι καὶ ὀργάνῳ τῷ αἰσθητηρίῳ χρώμενοι, ἀλλὰ τὴν ἔνδοθεν ὅλην ἐγειρομένην τῶν αἰσθητῶν γνῶσιν, 〈οὐ〉 πληγῆς οὐδὲ ὀργάνων δεομένην, οὐδὲ κατὰ πάθος, ἀλλ’ ὅλην κατ’ ἐνέργειαν κρείττονα ἑστῶσαν, καὶ οὐκ ἐκ τοῦ σώματος εἰς τὸν νοῦν ἀνατρέχουσαν, ἀλλ’ ἐκ τοῦ νοῦ εἰς τὸ σῶμα προϊοῦσαν, καὶ διὰ τὸ αἰσθητῶν εἶναι πραγμάτων αἴσθησιν προσαγορεύει.2 εἴ τις οὖν οὕτω καὶ φαντασίαν τιθείη ἐν αὐτοῖς, ὁμοίως ἀποδώσει τῇ αἰσθήσει. τὸ ἀμφίβολον δὴ τῆς βουλῆς καὶ αὐτὸς σαφῶς ἐπιδεικνὺς ἐπήγαγε τό

“因此,正如所说,感觉表象亦属于其他动物,而审议表象则属于具推论能力者。” 在谈到表象即使是不确定的但也内在属于不完全动物,并且显然极为强调它作为更为完全者内在属于依空间运动的动物,又屡次谈到我们之中的理性也使用表象,因为表象亦存在于人类之中而非仅存在于兽类之中以后,[亚里士多德]以极其哲学的方式界定了人类表象与无理性动物表象之间的差异:前者伴随着信念与理性并分有某种审议,有时受理性意愿的导向,有时亦反抗之,以至有时在不能自制者身上甚至占据支配地位(它与具理性形态者具有如此巨大的本性亲缘性);后者则依本性不能与理性或审议相结合,即使在某些显现出某种理性形态的动物身上,存在着被具理性者所驯化并以某种方式受到规范的特性,这种规范不是来自自身内部,而是来自外部,这是由于自然并不骤然跨向相距甚远者,而是始终通过相邻之物而过渡。因为狗、猿猴、熊和马,即使没有自身固有的理性,显然也是被人类的理性规范到某种节奏,虽然绝不像我们这些表象那样,程度也不及;然而蚂蚁和蜜蜂,或是爬行动物和游泳动物便不再如此,而具有不确定表象的动物就更不如此了。因此,这段文句的主旨在于把人类表象(他现在称之为审议表象)与无理性动物中的表象区分开来。但必须考察该语句的具体细节。他把推论者中的表象称为审议表象,宛如将某种两可的、关涉偶然可变事物的特征赋予了一切表象。因为任何审议都不关涉永恒且始终处于同一状态、其终点必然的事物,而是存在于可实行的、个别的、并且属于有时发生有时不发生、以及不总是带来同一可选择对象的事物中。因此看来,正如不赋予感觉一样,他亦不将表象赋予天体,因为它们仅依理智而活动。因为在那些始终以同一方式运动且始终处于其终点之中的事物中,怎能有任何审议呢?但如果有人以另一种方式将感觉赋予它们,他便是在以另一种方式对感觉进行哲学考察,而非考察我们和一切必死动物感知时所依循的这种感觉——即需要外在事物的触碰并使用感觉器官的感觉——而是称那种完全从内部被唤起的对可感觉事物的认识为感觉,这种认识既不需要触碰亦不需要器官,亦不依随遭受,而是完全依随更卓越的现实活动而确立,并且不是从身体上升至理智,而是从理智生发并走向身体,并且由于它是关涉可感觉事物的认识而称之为感觉。因此,若有人亦如此在它们之中设定表象,他便会以类似于感觉的方式将之赋予。于是,他自己明确展示了审议的不确定性,随之接续道:

语法注2 条
  1. 3.184διορίζει φιλοσοφώτατα τὸ διάφορον τῆς τε ἀνθρωπίνης καὶ τῆς τῶν ἀλόγων ζῴων φαντασίας, τῆς μὲν ὡς καὶ δόξῃ καὶ λόγῳ συνούσης ... τῆς δὲ μὴ πεφυκυίας λόγῳ ἢ βουλῇ συνάπτεσθαι

    主动词 διορίζει(主语为亚里士多德)的宾语是 τὸ διάφορον,支配属格 τῆς τε ἀνθρωπίνης [φαντασίας] 和 τῆς τῶν ἀλόγων ζῴων φαντασίας。随后的 τῆς μὲν ὡς ... τῆς δὲ μὴ πεφυκυίας ... 分别承接这两个属格,构成部分同位结构(partitive apposition),并通过分词短语展开两种表象的本质特征。

  2. 3.184ἀλλὰ τὴν ἔνδοθεν ὅλην ἐγειρομένην τῶν αἰσθητῶν γνῶσιν ... αἴσθησιν προσαγορεύει

    在 οὐ περὶ ταύτης [αἰσθήσεως] ... ἀλλὰ ... αἴσθησιν προσαγορεύει 的对照中,长宾语短语 τὴν ἔνδοθεν ὅλην ἐγειρομένην ... γνῶσιν 是 προσαγορεύει 的直接宾语,而 αἴσθησιν 则是谓语宾格(“称之为感觉”)。中间一系列宾格分词(δεομένην, ἑστῶσαν 等)均一致修饰 γνῶσιν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:308.1-308.39