← 辛普里丘

亚里士多德《论灵魂》注释

§306.28-307.40

仅具触觉的不完全动物的表象与运动

探讨仅具触觉的不完全动物(如定居性贝类)中的推动原因,论证它们亦具有基于对不在场的适意者之记忆的表象与欲望,并阐明其表象与运动的不确定性源于其空间的狭隘性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.183

" Σκεπτέον δὲ καὶ περὶ τῶν ἀτελῶν, τί τὸ κινοῦν ἐστιν." Τίνα μὲν ἀτελῆ καλεῖ, αὐτὸς ἐξηγήσατο, οἷς ἁφὴ μόνη αἴσθησις ὑπάρχει. πάντως μὲν γάρ, οἷς ἁφή, τούτοις καὶ γεῦσις, ἵνα διὰ τοῦ ἡδέος καὶ λυπηροῦ τῶν κατὰ τοὺς χυμοὺς τὸ τρόφιμον καὶ ἄτροφον διακρίνῃ καὶ τὸ μὲν προσίηται τὸ δὲ ἀποστρέφηται, ὥσπερ διὰ τῆς ἁφῆς τὸ τοῦ ὅλου σώματος σωστικόν τε καὶ φθαρτικόν. ἀμφοτέρων γὰρ δεῖ τῶν αἰσθήσεων τοῖς ζῴοις. τοῖς μὲν γὰρ τὸ χθόνιον ἔχουσι πολὺ ἐν τῇ ὕλῃ τοῦ σώματος φύσει οὐδὲ αἰσθήσεως δεῖ ὁποιασούν, ἅτε μηδὲ ὁπωσοῦν κινεῖσθαι πεφυκόσι καὶ διὰ τοῦτο μήτε διώκειν τὸ αἱρετὸν μήτε φεύγειν τὸ φευκτόν, ἀλλὰ καὶ διὰ τὸ τὴν ἐσχάτην ζωὴν μόνην αὐτοῖς παρεῖναι τὴν φυτικὴν ἀπολισθαίνουσιν ἤδη καὶ ἐγγύς τι βάλλουσιν εἰς τὰς φυσικὰς κινήσεις· ἡ δὲ αἴσθησις ἐν τοῖς ὁπωσοῦν κινουμένοις ἔνδοθεν,1 ἐπειδὴ καὶ τὰ ἀτελῆ λεγόμενα ζῷα φαίνεται κινούμενα, οὐ καθ’ ὅλα ἑαυτὰ ἀλλὰ κατὰ μέρη. καὶ χωρὶς τοῦ παρεῖναι τὸ ἡδὺ ἢ λυπηρὸν τὸ κατὰ χυμοὺς διανοίγει τὸ περιβεβλημένον τῇ σαρκὶ ὀστρεῶδες ἐπιζητοῦντα τὸ τρόφιμον· εἰ δέ τις κάρφος ἢ ἀλλοῖόν τι σκληρὸν ἐμβάλλοι, μύονται ὡς ἐκκλίνοντα τὸ ἀνιαρόν, καὶ * * * τὸ ἐμπεσὸν δεξάμενα, ὡς τὸ τρόφιμον προσιέμενα. δῆλον οὖν ὡς οὐχὶ αἴσθησις αὐτὰ κινεῖ εἰς τὸ διανοίγειν καὶ συγκλείειν. μόνον γὰρ τῶν παρόντων ἡ αἴσθησις, καὶ ἀπόντων δὲ λόγος τε καὶ φαντασία. ἀλλ’ οὔτι που λόγος ἐν ἐκείνοις· καὶ γὰρ τῶν καθόλου ὁ λόγος, ἡ δὲ φαντασία ἐπὶ τοῖς ἀτόμοις αἰσθητοῖς, κἂν ἀπῇ ἔτι ταῦτα, τῇ μνήμῃ τῶν ἤδη ὁμοίων προσγεγονότων. δοτέον οὖν ἐξ ἀνάγκης αὐτοῖς τὴν φαντασίαν, ὃ δὴ καὶ Ἀριστοτέλης συλλογίζεται διὰ τοῦ λύπην καὶ ἡδονὴν ἐνεῖναι τοῖς τοιούτοις ζῴοις (τοῦτο δὲ ἐναργὲς ἐκ τοῦ προσίεσθαι μὲν τὰ τρέφοντα, ἀποσείεσθαι δὲ τὰ ἀλλότρια), οἷς δὲ ἡδονὴ καὶ λύπη, τούτοις ἕπεσθαι πάντως ἐπιθυμίαν. ὅπερ καὶ αὐτόθεν μὲν ἐναργές· ἡ γὰρ ὄρεξίς ἐστιν ἡ πρὸς τὸ ἡδὺ καὶ λυπηρὸν τεταμένη, ἢ καὶ πρὸς τὸ ἀγαθὸν καὶ κακὸν ὡς ἐν τοῖς λόγον ἔχουσι (διὸ καὶ ἀντιστρέφει ἐν τοῖς θνητοῖς ζῴοις· εἴτε δοίη τις ἐπιθυμίαν ἐνεῖναι, πάντως ἔσται ἡδονή τε καὶ λύπη ἐν τούτοις, εἴτε τὸ ἀνάπαλιν ἡδονὴ ἐνείη καὶ λύπη, πάντως καὶ ἐπιθυμία)· ἔτι δὲ ἐναργέστερος ὁ λόγος γίνεται, ὅταν καὶ μήπω παρόντος τοῦ ἡδέος ἐπ’ αὐτὸ ὁπωσοῦν κινούμενα φαίνηται. δῆλον γὰρ ὅτι κατ’ ὄρεξιν ἀλλ’ οὐ κατ’ αἴσθησιν ἁπλῶς κινεῖται· ἡ μὲν γὰρ αἴσθησις μόνων τῶν παρόντων, ἡ δὲ ὄρεξις καὶ τῶν ἀπόντων. οἷς δὲ ὄρεξις ὑπάρχει ἤτοι ἐπιθυμία, τούτοις καὶ φαντασία, ἵνα τῇ μνήμῃ, ὡς εἴρηται, τοῦ ἡδέος ἐπ’ αὐτὸ κινῆται. ἀλλ’ ἡ φαντασία ἐν τοῖς τοιούτοις ζῴοις πλεῖστον ἔχει τὸ ἀόριστον. ἀόριστος μὲν γὰρ καὶ ἡ εὐλῶν καὶ καμπῶν καὶ τῶν ἀορίστως ὧδε κἀκεῖσε κινουμένων, ἀλλ’ ἐν πλάτει μᾶλλον καὶ οὐκ ἀπεστενωμένως ἐχουσῶν τὸ ἀόριστον.2 οὐ γὰρ ἐκεῖ μόνον ζητοῦσι τὸ ἡδύ, ὅπου τέως ἔμενον ἀκίνητοι, ἀλλὰ καὶ ὡδὶ καὶ ὡδὶ ἐπ’ ἄλλο καὶ ἄλλο φερόμεναι, τοῦ μὲν ἡδέος, ἁπλῶς εἰπεῖν, ὡρισμένως ἀντεχόμεναι καὶ πολλαχοῦ αὐτὸ μεταδιώκουσαι, ἀορισταίνουσαι δὲ τῷ ὡς ἔτυχεν αὐτὸ ἐπιζητεῖν καὶ μὴ ὡς αἱ μέλιτται πρὸς τὴν εἰωθυῖαν νομὴν ἢ πρὸς τοὺς οἰκείους σίμβλους αἴρεσθαι. τὰ μέντοι ἀτελῆ ζῷα καὶ αὐτὰ μὲν ὡρισμένως τοῦ ἡδέος ἀντέχεται, τῷ δὲ μὴ ἐν πλείοσι τὸ ἡδὺ τοῦτο ἐπιζητεῖν,3 ὡς καὶ ὡδὶ καὶ ὡδὶ αὐτοῦ τευξόμενα, ἀλλ’ ἐν μόνῳ ἐν ᾧπερ καὶ μένει, ἀπεστενωμένον τε ἔχει τὸν ὅρον καὶ μᾶλλον ἀόριστον ἢ ἐκεῖνα, τῷ μὴ πολλαχοῦ τὸν ὅρον τίθεσθαι, ἀλλ’ ἐν ἑνὶ μόνῳ, ὡς εἴρηται, τόπῳ. ταύτῃ δὲ καὶ ἡ κίνησις αὐτοῖς ἀόριστος λέγεται ὑπάρχειν διὰ τὸ ἀπεστενωμένον καὶ κατὰ μέρος, ἀλλ’ οὐχ ὡς ὅλοις τόπον ἐκ τόπου ἀμείβουσι, καὶ ὡς μὴ ὡδὶ καὶ ὡδὶ μηδὲ ὡς ἀφ’ ἑαυτῶν ὁρμῶσιν ἐπὶ τὴν οἴκοθεν τοῦ ἡδέος ἀντίληψιν, ἀλλ’ ἐπὶ μόνην τὴν οἵαν αὐτοῦ ὑποδοχήν, ὁπότε ἂν ἐκεῖνο ἔξωθεν προσπέσῃ.

“关于不完全的动物,也必须考察推动者是什么。” 他将何种动物称为不完全的,他自己已作了解释:即那些仅具有触觉的动物。因为在一切情形中,凡具有触觉者,亦具有味觉,以便通过关涉滋味的快与苦来辨别滋养物与非滋养物,接纳前者而避开后者,正如通过触觉辨别对整个身体具有保存性与毁灭性的东西一样。因为动物需要这两种感觉。对于那些身体质料中含有大量土性成分者(植物),自然并不需要任何感觉,因为它们生来就完全不以任何方式运动,因此既不追逐当择者,亦不逃避当避者;不仅如此,还因为唯有最低级的、植物性的生命存在于它们之中,它们已然滑落并极其接近于自然运动;而感觉则存在于那些从内部以无论何种方式运动的动物之中,因为即使所谓不完全的动物也被观察到在运动,但并非作为整体,而是就部分而言。并且,即使关涉滋味的快或苦尚不存在,它们在寻找滋养物时也会张开包裹肉体的贝壳状外壳;若有人投入谷壳或某种其他坚硬之物,它们便闭合,宛如在避开令人痛苦之物,而在 * * * 接纳了落入之物时,宛如在接纳滋养物[而闭合]。由此显然,并非感觉在推动它们进行张开与闭合。因为感觉仅关涉在场之物,而理性与表象亦关涉不在场之物。但在那些动物中绝无理性;因为理性关涉普遍者,而表象则关涉个别的可感觉之物,即使这些事物仍然不在场,也是通过对既已发生的类似事物的记忆而起作用。因此必然要赋予它们表象,这正是亚里斯多德通过此类动物中存在苦与快(这从它们接纳滋养物而排除异物中显而易见),以及凡有快与苦者欲望必定相随所推论的。这一点本身亦是明显的;因为欲求即是朝向快与苦而延展的,或如在具有理性者中那样朝向善与恶(因此在有死的动物中这是可逆的:无论有人假设欲望存在于其中,快与苦必定在它们之中;反之,若快与苦存在,欲望也必定存在);而当即使快尚未在场、它们也表现出以某种方式向其运动时,这一论证便变得更加显然。因为显然它们是依欲求而非单凭感觉被推动的;感觉仅关涉在场者,而欲求亦关涉不在场者。凡具有欲求即欲望者,亦具有表象,以便如前所述,通过对适意者的记忆而向其运动。然而此类动物中的表象具有最大程度的不确定性。因为蛆虫、毛虫以及那些不确定地在各处运动者的表象固然也是不确定的,但它们的不确定性是在广度上而非狭隘地拥有的。因为它们不仅在先前静止不动的那个地方寻求适意者,而且也运向此处与彼处、一个又一个不同的事物,简言之,确定地抓住适意者并在多处追逐它,但其不确定在于随意地寻求它,而不像蜜蜂那样飞向习以为常的采蜜之地或各自的蜂巢。然而不完全的动物虽然自身也确定地依附于适意者,但由于并不在多处寻求此适意者,宛如能在此处与彼处获得它,而仅仅在它所居留的唯一地方寻求,因而拥有的界限既狭隘,又比那些动物〔的界限〕更具不确定性,因为正如前述,它们并不将界限置于多处,而是置于唯一的地方。在这一方面,它们的运动也被称为是不确定的,这是由于其狭隘性与局部性,而非作为整体由一处换至另一处,亦非走向此处彼处,或自主地出于自身冲向对适意者的自发把握,而仅仅是当适意者从外部降临时,冲向对其之某种接纳。

语法注3 条
  1. 3.183ἡ δὲ αἴσθησις ἐν τοῖς ὁπωσοῦν κινουμένοις ἔνδοθεν

    承接前句(植物无需感觉)的反差,此处省略了系动词 ἐστί。后接的原因从句 ἐπειδὴ καὶ τὰ ἀτελῆ λεγόμενα ζῷα φαίνεται κινούμενα(因为所谓不完全的动物亦被见及在运动)构成了赋予这些从内部运动者以感觉的依据。

  2. 3.183ἀλλ’ ἐν πλάτει μᾶλλον καὶ οὐκ ἀπεστενωμένως ἐχουσῶν τὸ ἀόριστον

    属格分词 ἐχουσῶν 与前文的属格名词 εὐλῶν καὶ καμπῶν(蛆虫与毛虫)保持性数格一致,作其修饰语。它将此类昆虫的表象方式界定为“在广度上”(ἐν πλάτει μᾶλλον)拥有不确定性,以此与不完全动物的“狭隘的”(ἀπεστενωμένως)不确定性形成对照。

  3. 3.183τῷ δὲ μὴ ἐν πλείοσι τὸ ἡδὺ τοῦτο ἐπιζητεῖν

    由中性与格定冠词引导的带有否定词的定式不定词短语(τῷ ... ἐπιζητεῖν)表示原因,修饰主句的 ἀπεστενωμένον τε ἔχει τὸν ὅρον(拥有狭隘的界限)。其后并列的 τῷ μὴ πολλαχοῦ τὸν ὅρον τίθεσθαι 同样充当原因与格,共同解释其局限性与不确定性的成因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:306.28-307.40