← 辛普里丘

亚里士多德《论灵魂》注释

§305.19-306.27

推拉运动与伴随表象的欲求

辛普里丘将433b25“一切皆由推与拉而被推动”的命题应用于自然运动、动物情感及工具性生命,并借助圆周运动的比拟,推导出运动的直接动因是伴随表象的欲求这一结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.182

" Πάντα γὰρ ὤσει καὶ ἕλξει κινεῖται." Ὅπως μὲν αἱ ἔξωθεν γινόμεναι κινήσεις εἰς ὦσιν καὶ ἕλξιν ἀνάγονται, ἐν τῇ Φυσικῇ παρ’ αὐτοῦ μεμαθήκαμεν ἀκροάσει· ὅπως δὲ καὶ αἱ κατὰ φύσιν, ἐπιστῆσαι ἄξιον· πάντα γὰρ ἔφη, ὥστε καὶ τὰ κατὰ φύσιν κινούμενα. καὶ ἔοικεν ὠθοῦν μὲν καὶ ἕλκον λέγειν τὸ αἴτιον τῆς κινήσεως ἢ ἐκτεῖνον ἢ συνάγον τὸ κινούμενον, ὠθοῦν μὲν ὅταν ἐκτείνῃ, ἕλκον δὲ ὅταν συνάγῃ, οὐ τὸ ποιητικὸν μόνον αἴτιον ὡς τὸ ὑφ’ οὗ, ἀλλὰ καὶ τὸ εἰδητικὸν ὡς τὸ καθ’ ὅ· ἑλκόμενον δὲ καὶ ὠθούμενον αὐτὸ τὸ κινούμενον ἢ ἐκτεινόμενον ἢ συστελλόμενον, ὡς ἔχει τὸ θερμαινόμενον καὶ ψυχόμενον ζῷον, ἐν τῷ αἰδεῖσθαι μὲν θερμαινόμενον διαχεομένου καὶ ἐκτεινομένου τοῦ αἵματος, ἐν δὲ τῷ φοβεῖσθαι 〈ψυχόμενον〉 συστελλομένου καὶ συναγομένου, ὅθεν καὶ ἡ ὠχρίασις κατὰ τὴν ἐπιφάνειαν συμβαίνει. ἀλλὰ καὶ ἐν ταῖς φυσικαῖς καὶ μὴ ζωτικαῖς κινήσεσιν, οἷον ἐν τῇ τοῦ πυρὸς ἐπὶ τὸ ἄνω φορᾷ ἡ κουφότης ἐστὶν ἡ καθ’ ἣν κινεῖται1 δύναμις, αὐτὸ δὲ τὸ πῦρ κινούμενον, ἑλκόμενον μὲν κατὰ φύσιν καὶ οὐ βιαίως τῇ οἰκείᾳ ὁλότητι συναγόμενον καὶ πρὸς ταύτην σπεῦδον, κατ’ αὐτὴν δὲ τὴν διαστατικὴν πορείαν ὠθούμενον οὐ βιαίως οὐδὲ ταύτην, ἀλλ’ οἷον ἑκουσίως, ἐκτεινόμενον δὲ ὅμως. τῷ δὲ προκειμένῳ ἐφαρμοστέον τὸ ὤσει καὶ ἕλξει κινεῖσθαι, 〈τῷ〉 “τὸ μὲν ἠρεμεῖ” τοῦ ᾧ κινεῖ τὸ κινοῦν, “τὸ δὲ κινεῖται”, ἵνα τὸ μὲν ἠρεμοῦν ὠθῇ ἢ ἕλκῃ, τὸ δὲ κινούμενον ὠθῆται ἢ ἕλκηται· ὡς ἐπὶ τοῦ περιεχομένου κρίκου τὸ κυρτόν ἐστι τὸ ὠθοῦν ἢ ἕλκον κατά τινα ἀναλογίαν, τὸ δὲ κοῖλον ὠθούμενον ἢ ἑλκόμενον, ᾗ μὲν ἀφίσταται τῆς κοιλότητος τοῦ περιέχοντος κρίκου, ὠθούμενον, ᾗ δὲ ἐπὶ τὸ αὐτὸ κυκλικῶς φέρεται, ἑλκόμενον. ὡς εἴ γε μὴ ὁ ἐμπεριεχόμενος, ἀλλ’ ὁ περιέχων κρίκος κινοῖτο περὶ μένοντα τὸν ἔνδοθεν, κατὰ τὸ κοῖλον τῆς ἔνδον ἐπιφανείας ἕξει τὸ μένον, κατὰ δὲ τὸ κυρτὸν τὸ κινούμενον. κατὰ γὰρ τὴν κυρτότητα τὸ πλησιάζον μᾶλλον ἕξει τῷ ἑαυτοῦ βάθει, κατὰ δὲ τὴν κοιλότητα τὸ πορρωτέρω μὲν τοῦ οἰκείου βάθους, ἔγγιον δὲ τοῦ μένοντος κρίκου ἢ τῆς περόνης, ὡς ὁ Ἀλέξανδρος τὸν γίγγλυμον ἤκουσεν. ἡ δὲ ζωή, καθ’ ἣν κινεῖται τὸ κινούμενον, τὸ μὲν μόνιμον ἕξει κατὰ τὴν πρὸς τὸ κινοῦν συναφήν, τουτέστι πρὸς τὴν ὄρεξιν, τὸ δὲ κινούμενον κατὰ τὴν πρὸς τὸ ζῷον· τοῦτο γὰρ ἦν τὸ κυρίως κινούμενον. ἐπεὶ οὖν τὸ ὠθοῦν καὶ ἕλκον κατὰ τὸ μένον, τὸ δὲ ὠθούμενον καὶ ἑλκόμενον κατὰ τὸ κινούμενον, ἐν πάσῃ κινήσει ἔσται τὸ μὲν μένον τὸ δὲ κινούμενον· ὡς ἐν κύκλῳ τὸ μὲν κέντρον μένει, ὠθοῦν μὲν τὸν κύκλον, ᾗ ἐξιστάμενον αὐτὸν ἀφ’ ἑαυτοῦ κινεῖ, ἕλκον δέ, ᾗ περὶ αὑτὸ κινεῖ, αὐτὸς δὲ ὁ ὅλος κύκλος οὕτως ὠθούμενός τε καὶ ἑλκόμενος. ἐφ’ οἷς τὸ συμπέρασμα τοῦ προτεθέντος αὐτῷ προβλήματος ἐπήγαγε,2 κινητικὸν μὲν προσεχῶς αἴτιον τὸ ὀρεκτικὸν εἶναι βουλόμενος, τὸ δὲ ὀρεκτικὸν μετὰ φαντασίας γίνεσθαι πάντως ἀποφαινόμενος, ἢ λογικῆς οὔσης τῆς φαντασίας, ὁποία ἡ ἐν ἀνθρώποις λογοειδὴς οὖσα κατ’ οὐσίαν (οὐ γὰρ ἂν τῷ λόγῳ συνηρμόζετο), ἢ ἀλόγου, ὁποία ἡ ἐν τοῖς θηρίοις. ὁ μὲν γὰρ θεωρητικὸς νοῦς οὐ πάντως δεῖται τῆς φαντασίας, εἰ μὴ ὅτε τὰ αἰσθητὰ ἢ ἐξ ἀφαιρέσεως ἐπισκοπεῖ, ὁ δὲ ὀρεκτικὸς καὶ πρακτικός, ἀεὶ περὶ μερικὰ ἔχων καὶ τῇ καθόλου τὴν μερικὴν συμπλέκων πρότασιν, συνεργοῦ ἀεὶ αὐτὸς δεῖται τῆς φαντασίας πρὸς τὴν τῶν μερικῶν ἐπίγνωσιν. κινεῖ δὲ τὸ ζῷον καὶ ἡ φαντασία καὶ ὁ νοῦς οὐ κατὰ τὸ γνωστικὸν ἀλλὰ κατὰ τὸ ὀρεκτικόν, ὡς εἴρηται. ὡς γὰρ ὀρεκτικὸν κινεῖ, κἂν μετὰ φαντασίας ᾖ λογικῆς ἢ ζωῆς ἀλόγου. διὸ ἔφη ὅλως τὸ ὀρεκτικὸν εἶναι τὸ κινοῦν.

“因为一切皆由推与拉而被推动。” 外在产生的诸运动如何被归结为推与拉,我们在《物理学》中已从他那里学到;但合乎本性的诸运动如何也是如此,则值得注意;因为他说了“一切”,从而也包含合乎本性而被推动之物。他似乎将运动的原因称为推者与拉者,它们或伸展或收聚被推动者——在伸展时为推,在收聚时为拉——不仅作为动力因即“借以[被推动]者”,也作为形式因即“依之[被推动]者”;而被拉与被推者是被推动者自身,或伸展或收缩,正如受热与受冷的动物的情形一样:在感到羞耻时受热,血液扩散并伸展;而在感到恐惧时[受冷],血液收缩并收聚,由此表面也出现苍白。不仅如此,在合乎本性的非生命性运动中也是如此,例如在火的向上位置移动中,轻性是依之而运动的潜能,火自身是被推动者,它合乎本性而非受强迫地因被收聚于其固有的整体性并向其奔赴而被拉,而在其延展性的进程中被推——这同样不是受强迫的,而是宛如自发地,然而毕竟是在伸展着。 然而,必须将“由推与拉而被推动”应用于当前论题,应用于动者用以推动之工具的“一部分静止,另一部分被推动”这一表述,以便静止者推或拉,而被推动者被推或被拉;正如在被包容的环上,依某种比附,凸面是推者或拉者,而凹面是被推或被拉者:在脱离包容环的凹面限度内是被推的,而在圆周性地运向同一处限度内是被拉的。因为设若不是被包容的环、而是包容的环围绕保持静止的内侧环而被推动,它将依内表面的凹面拥有静止者,而依凸面拥有被推动者。因为依凸面而言,它将拥有更接近其自身深度的部分,而依凹面而言,则拥有离自身固有深度较远、但更接近静止的环或轴销的部分(如亚历山大所理解的铰链)。而那依之被推动者得以运动的生命,将依其与推动者即欲求的结合而拥有恒常的部分,依其与动物的结合而拥有被推动的部分;因为这原本就是严格意义上的被推动者。 因此,既然推者与拉者属于静止者,而被推者与被拉者属于被推动者,那么在一切运动中都将是一部分静止而另一部分被推动;正如在圆中圆心保持静止,在其使圆偏离自身而推动它的限度内是推,在其围绕自身推动它的限度内是拉,而整个圆自身就这样既被推又被拉。 在此之上,他引出了为他所提出的问题的结论:他意在使欲求能力成为直接的推动原因,但表明欲求能力必定伴随表象而产生,无论该表象是理性的(如在人之中在本质上具理性之形式者,否则它就不会与理性相契合),还是非理性的(如在野兽之中者)。因为理论理智绝非必定需要表象,除非当它审视可感觉之物或通过抽象而考察之时;但欲求与实践理智始终关涉个别事物,并将个别前提与普遍前提编织在一起,它自身为了对个别事物的认知而始终需要表象作为协助者。然而表象与理智推动动物,并非依其认知性而是依其欲求性,正如前述。因为它是作为欲求性的而推动,无论它伴随理性表象抑或非理性生命。因此他说“总括而言,欲求性的东西即是推动者”。

语法注2 条
  1. 3.182〈τῷ〉 “τὸ μὲν ἠρεμεῖ” τοῦ ᾧ κινεῖ τὸ κινοῦν, “τὸ δὲ κινεῖται”

    属格短语 τοῦ ᾧ κινεῖ τὸ κινοῦν 是依存于整个被引文句 τὸ μὲν ἠρεμεῖ... τὸ δὲ κινεῖται 的部分属格(或限定属格)。增补的与格冠词 〈τῷ〉 将整个引文作为 ἐφαρμοστέον 的与格补足语,意即“必须将……应用于‘动者借以推动之物’的‘一部分静止,另一部分被推动’之上”。

  2. 3.182ἐφ’ οἷς τὸ συμπέρασμα τοῦ προτεθέντος αὐτῷ προβλήματος ἐπήγαγε

    介词短语 ἐφ’ οἷς(“在这些之上/接着这些”)修饰主谓语 ἐπήγαγε(主语为亚里士多德)。其后的分词 βουλόμενος 与 ἀποφαινόμενος 与该主语保持一致,说明亚里士多德引出结论时的意图与论断。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:305.19-306.27