- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:304.20-305.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘围绕亚里士多德“在量度上不可分离”的文句考察了亚历山大的解释,并通过铰链凸凹面在底层物上的同一性,阐明工具推动者(接触面及动物生命)如何既被推动又居于静止。
ἀλλ’ οὐ δοκεῖ μοι ταῦτα συμφωνεῖν τῇ λέξει, ἀχώριστα ἐνταῦθα τῷ μεγέθει ὑποτιθεμένῃ τὸ ἠρεμοῦν τε καὶ κινούμενον,1 μόνῳ τῷ λόγῳ ὄντα ἕτερα, εἰωθότος τοῦ Ἀριστοτέλους ἀχώριστα καλεῖν τῷ μεγέθει οὔτε τὰ συνεχοῦς μόρια, διὰ τὸ καὶ ἐν τῇ συνεχείᾳ ἄλλα ἀλλαχοῦ κινεῖσθαι, οὔτε ἔτι μᾶλλον τὰ ἐφαπτόμενα, διὰ τὸ ταῦτα μηδὲ κατὰ συνέχειαν ἀλλήλοις συνῆφθαι, ἀλλ’ ἐκεῖνα ὅσα ὅλα δι’ ὅλων τῷ ὑποκειμένῳ ἥνωται πρὸς ἄλληλα. διὸ καὶ ὁ Ἀλέξανδρος ἐπιστήσας τούτῳ, οὐκ ἀκούει ὡς ἐπὶ τοῦ γιγγλύμου τὰ ἐφεξῆς ἐπαγόμενα, τὸ ἀχώριστα εἶναι τῷ μεγέθει τὴν ἀρχὴν καὶ τὸ τέλος, καὶ τὸ ἠρεμοῦν καὶ κινούμενον, ἀλλ’ ὡς ἐπὶ ἡμῶν ταῦτα εἰρῆσθαι, ὅταν τῶν ἀντικειμένων μερῶν, λέγω δὲ τῶν ἄνω καὶ κάτω ἢ τῶν δεξιῶν καὶ ἀριστερῶν καμπτομένων, καὶ θατέρου μένοντος τῶν ἀντικειμένων, θατέρου δὲ κινουμένου, ἡ μεταξὺ ἐπιφάνεια ὡς πέρας μὲν τοῦ κινουμένου 〈κινουμένη〉 ᾖ καὶ αὐτή, ὡς δὲ ἀρχὴ τῶν ἠρεμούντων μένουσα ὅλη δι’ ὅλης ἑαυτῆς·2 οὐ γὰρ ἔχει βάθος καὶ ἠρεμοῦσα καὶ κινουμένη. ἀλλ’, οἶμαι, ἐχρῆν καὶ ἐπὶ αὐτοῦ τοῦ γιγγλύμου τὴν εἰκόνα λαβεῖν, ἵνα μὴ μάτην ᾖ παρειλημμένος. πῶς οὖν ἐπὶ σώματος ληψόμεθα βάθος ἔχοντος καὶ ἀλλαχοῦ μὲν τὸ κυρτόν, ἀλλαχοῦ δὲ τὸ κοῖλον; ἤ, ὡς εἰρήκαμεν, οὐ κατὰ τὸ σωματικὸν αὐτοῦ ληπτέον τὴν εἰκόνα, ἀλλὰ κατὰ τὴν τοῦ σώματος ἐπιφάνειαν, εἴτε τὴν κοίλην εἴτε τὴν κυρτὴν καλουμένην. καὶ γὰρ ἡ κυρτὴ πάντως καὶ κοίλη ἡ αὐτὴ ὅλη δι’ ὅλης, καὶ ἡ κοίλη ὁμοίως πάντως κυρτή. εἴτε οὖν τὸν ἐντοσθίδιον κρίκον νοήσειας κινούμενον κατὰ τὸ κυρτὸν ἑαυτοῦ, καθ’ ὃ ἐφάπτεται τοῦ περιέχοντος αὐτόν, κινούμενον οὖν ἔσται ὁ κρίκος δηλαδὴ ὁ περιεχόμενος· σῶμα γὰρ ἔσται τὸ κινούμενον. ἡ δὲ ἐπιφάνεια αὐτοῦ ἡ ἅμα κυρτὴ καὶ κοίλη, ἡ πρὸς τῷ περιέχοντι, ᾗ μὲν προσεχής ἐστι τῷ κινουμένῳ (ἔστι δὲ τὸ κοῖλον) κινεῖται ὡς πέρας μᾶλλον ἐφαπτόμενον τοῦ κινουμένου, ᾗ δὲ τῷ ἠρεμοῦντι καὶ περιέχοντι κρίκῳ προσεγγίζει κατὰ τὸ κυρτόν, ἠρεμεῖ· ἐπειδὴ πέρας μέν ἐστι τοῦ κινουμένου καὶ κατὰ τὸ κυρτόν, ἀλλὰ ἀπωτέρω ἢ κατὰ τὸ κοῖλον. τὸ δὲ κυρτὸν καὶ τὸ κοῖλον τῷ μὲν ὑποκειμένῳ ἀχώριστα, ὅπερ τῷ μεγέθει ἔφη ὁ Ἀριστοτέλης.3 ὅλον γὰρ δι’ ὅλου ὅπερ ἂν ᾖ κοῖλον, τοῦτο καὶ κυρτόν ἐστι. κἂν οὖν ἐν γραμμῇ κἂν ἐν ἐπιφανείᾳ κἂν ἐν σώματι αὐτὸ θεωρῇ τις, ἴσως ὅλον φανήσεται καὶ κινεῖσθαί πως καὶ ἠρεμεῖν· οὐδέτερον δὲ καθ’ αὑτό (τὸ γὰρ καθ’ αὑτὸ καὶ κινεῖσθαι καὶ ἠρεμεῖν σώμασιν, ὡς εἴρηται, προσήκει), ἀλλὰ κατὰ συμβεβηκὸς καὶ κατὰ σχέσιν τὴν πρὸς τὸ κινούμενον ἢ πρὸς τὸ ἠρεμοῦν πλησιάζουσαν. καὶ ταύτῃ καὶ τῇ μεταξὺ τῶν ἀντικειμένων μορίων ἐπιφανείᾳ προσέοικεν ἡ εἰκὼν καὶ τῇ, ὡς ἡμεῖς ἐθέμεθα, τοῦ ὀργάνου χαρακτηριστικῇ ὡς ὀργάνου ζωῇ. ἣν ἄν τις καὶ κατὰ τοῦτο εὐλογώτερον ἀκούσοι, ἐπειδή, ὡς τὸ κινοῦν οὐσία ἡ ὀρεκτικὴ ζωὴ καὶ τὸ κινούμενον (τὸ γὰρ ζῷον),4 δεῖ καὶ τὸ μεταξὺ τὸ ᾧ κινεῖ τὸ κινοῦν οὐσίαν εἶναι. οὐσία δὲ ἡ ζωὴ καὶ οὐχ ἡ ἐπιφάνεια, καὶ ὡς μεταξὺ κρείττων μὲν τοῦ ζῴου, ὑφειμένη δὲ τῆς ὀρεκτικῆς ζωῆς.
但在我看来,这些说法与文句并不相符,因为文句在此假定静止者与被推动者在量度上不可分离,仅在定义上相异。亚里士多德习惯于将既非连续体的各部分(因为即使在连续体中也是不同的部分在不同处被推动),更非相互接触之物(因为这些甚至不是依连续性相互连结),而唯独将那些通体在底层物中相互合一者称为量度上不可分离的。因此亚历山大也注意到了这一点,并不把接续补充的内容——即始端与终端、以及静止者与被推动者在量度上不可分离——理解为针对铰链而言,而是理解为这是就我们自身而言被陈述的:当相对的各部分,我说的是上下或左右的部分发生屈折,且相对部分之一保持静止而另一部分被推动时,介于其间的接触面,作为被推动者的限界其自身也[被推动],而作为静止部分的始端则通体自身保持静止;因为接触面在静止并被推动时并无深度。然而,我认为本应在铰链本身上也把握这意象,以免它被徒然引入。那么,在具有深度且在一处为凸、在另一处为凹的物体上,我们该如何把握呢?或者正如我们所言,不应依其物体性来把握该意象,而应依物体的表面来把握,无论称之为凹面还是凸面?因为凸面通体完全与凹面为同一,凹面通体也同样完全是凸面。因此,无论你设想内侧的环是依其自身凸面被推动(依此它接触包容它的环),那么被推动者将是环,显然是被包容的环;因为被推动者将是物体。然而它那同时既凸又凹、朝向包容者的表面,在其紧邻被推动者的限度内(即凹面),是作为较贴近被推动者的限界而被推动;而在其依凸面接近静止且起包容作用的环的限度内,则是静止的;因为依凸面而言它固然也是被推动者的限界,但比依凹面而言更远。凸与凹在底层物上是不可分离的,这正是亚里士多德所说的在量度上不可分离。因为通体而言,凡是凹的也就是凸的。因此无论在一条线、一个面还是一个物体中考察它,整体或许都将显出既在某种方式上被推动又居于静止;但两者都不是依其自身(因为如前所述,依自身被推动与静止属于物体),而是偶性地,并且依其接近被推动者或接近静止者的关联而如此。在这方面,这意象既类似于相对各部分之间的接触面,也类似于如我们所设定的、作为工具的工具之特征性生命。人们甚至根据以下理由可以更合理地领会这种生命:因为推动者是作为实体的欲求性生命,而被推动者也是实体(即动物),介于其间、推动者借以推动之物也必须是实体。生命是实体而非表面,并且作为中介者,它固然优于动物,却从属于欲求性生命。
- 3.181ἀχώριστα ἐνταῦθα τῷ μεγέθει ὑποτιθεμένῃ τὸ ἠρεμοῦν τε καὶ κινούμενον
分词 ὑποτιθεμένῃ 是与先行与格短语 τῇ λέξει(“文句”)相一致的与格形式。其宾语/不定式主语为 τὸ ἠρεμοῦν τε καὶ κινούμενον,ἀχώριστα 则充当谓语性补足语。
- 3.181ὡς πέρας μὲν τοῦ κινουμένου 〈κινουμένη〉 ᾖ καὶ αὐτή, ὡς δὲ ἀρχὴ τῶν ἠρεμούντων μένουσα ὅλη δι’ ὅλης ἑαυτῆς
校勘者所补入的分词 〈κινουμένη〉 是由其后与 μένουσα ὅλη δι’ ὅλης ἑαυτῆς 构成的对照(μέν...δέ)所要求的。它作为主语 ἡ μεταξὺ ἐπιφάνεια 的谓语性分词,构成了“作为被推动者的限界其自身也[被推动],而作为静止者的始端则通体保持静止”的对应平衡结构。
- 3.181τὸ δὲ κυρτὸν καὶ τὸ κοῖλον τῷ μὲν ὑποκειμένῳ ἀχώριστα, ὅπερ τῷ μεγέθει ἔφη ὁ Ἀριστοτέλης
关系代词 ὅπερ 的先行内容为 τῷ ὑποκειμένῳ ἀχώριστα(“在底层物上不可分离”)。辛普里丘将亚里士多德所用的表达 τῷ μεγέθει(“在量度上”)解释为在底层物中不可分离。
- 3.181καὶ τὸ κινούμενον (τὸ γὰρ ζῷον)
在 ὡς τὸ κινοῦν οὐσία ... καὶ τὸ κινούμενον 的结构中,述语名词 οὐσία(实体)在 τὸ κινούμενον 处被省略,需补充理解为“推动者是实体,而被推动者也[是实体]”。
