- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:303.17-304.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨亚里士多德关于“工具推动者”的论述,主张其不仅仅指心脏等物体,更恰当地指赋予动物相状的不可分离的生命,并考察了普鲁塔克与亚历山大对铰链比喻的不同解释。
" Νῦν δὲ ὡς ἐν κεφαλαίῳ εἰπεῖν τὸ κινοῦν ὀργανικῶς, ὅπου ἀρχὴ καὶ τελευτὴ τὸ αὐτό." Ἔστι μέν, ὡς εἴρηται, καὶ σωματικόν τι αὐτόθεν ὀργανικῶς κινοῦν· νῦν γε μὴν τὴν τοῦ ὀργάνου ὡς ὀργάνου χαρακτηριστικὴν ζωὴν βούλεται εἶναι τὴν ὀργανικῶς κινοῦσαν, ἣν καὶ ἐρεῖ μένειν τε καὶ κινεῖσθαι. εἰ δὲ καὶ ταύτην ἐν τῷ Περὶ κινήσεως ζῴων ἢ σαφῶς λέγει ἢ καὶ ἐνδείκνυται, ἐκεῖθεν ληπτέον. ἔοικε δὲ καὶ ἐκεῖ πάντως λέγειν περὶ αὐτῆς· νῦν γὰρ ἐν κεφαλαίῳ φησί, τουτέστι συνωψισμένως, τὰ πλατύτερον εἰρημένα ἐν ἐκείνοις ῥητέον.1 καὶ δὴ λέγει τὸ ὀργανικῶς κινοῦν, ὅπερ δηλαδὴ μετὰ τὴν ὄρεξιν μέν ἐστιν, ἥτις οὐκ ὀργανικῶς ἀλλὰ πρώτως καὶ αὐτὴ κινεῖ διὰ τὸ κἂν ὑπὸ τοῦ ὀρεκτοῦ ἐγείρηται, ἀφ’ ἑαυτῆς ὅμως πρὸς τὸ ὀρεκτὸν φέρεσθαι (τὸ δὲ ὀργανικὸν πᾶν μετὰ τὸ πρώτως κινοῦν), πρὸ δὲ τοῦ κινουμένου ἐστίν, εἴπερ οὐ μόνως κινούμενον ἀλλὰ καὶ κινοῦν ὑπάρχει· τοιοῦτον γὰρ τὸ ὀργανικῶς κινοῦν, κινούμενον μὲν ὑπὸ τοῦ πρώτως κινοῦντος, κινοῦν δὲ τὸ μόνως κινούμενον. ἔστω μὲν οὖν, ὡς εἴρηται, καὶ σωματικόν τι τοιοῦτον ὡς ἡ καρδία, ὡς τὸ πνεῦμα τὸ ζωτικόν, ὡς ἡ μεταξὺ τῶν ἀντικειμένων μορίων ἐπιφάνεια, ἔστι δὲ καὶ ἡ εἰδοποιοῦσα τὸ ζῷον ἀχωρίστως ζωὴ ὡς κινούμενον αὐτὸ χαρακτηρίζουσα, ἥτις καὶ αὐτὴ κινεῖν λέγεται τὸ ζῷον, διότι κατ’ αὐτὴν κινεῖται, ἀλλ’ οὐχ ὡς ὑπ’ αὐτῆς, κινεῖσθαι δὲ ὑπὸ τοῦ πρώτως κινοῦντος τοῦ κινουμένου ἀχωρίστως, καὶ ὡς τοῦ κινουμένου οὖσα τὸ εἶδος, καὶ μᾶλλον ὡς κατὰ συμβεβηκὸς κινουμένη μᾶλλον ἢ καθ’ αὑτήν· τὸ γὰρ καθ’ αὑτὸ κινούμενον σῶμα πάντως. καὶ κυριώτερον τὴν τοιαύτην ζωὴν ἀκούειν τὸ ὀργανικὸν ἢ ὁτιοῦν σῶμα· τὸ μὲν γὰρ σῶμα ἀδύνατον κατὰ τὸ αὐτὸ μόριον δι’ ὅλου ἀρχὴν εἶναι καὶ τελευτήν (σαφῶς γὰρ τοῦτο ἐπήγαγεν ὁ Ἀριστοτέλης, τὸ αὐτὸ βουλόμενος εἶναι ἀρχὴν καὶ τελευτὴν τὸ ᾧ κινεῖ),2 ἡ μέντοι ζωὴ ἡ ἐνδοθεῖσα ὅλη δι’ ὅλης ἑαυτῆς ἡ κινοῦσά ἐστι τὸ ζῷον ὡς τὸ καθ’ ὃ ἀλλ’ οὐχὶ τὸ ὑφ’ οὗ κινητικόν, καὶ κινουμένη κατὰ συμβεβηκὸς ὡς εἰδητικὴ αἰτία τοῦ κινουμένου. καὶ ὁ γίγγλυμος δὲ εἴληπται αὐτῷ εἰκὼν τοῦ ὅλου δι’ ὅλου κινουμένου πως καὶ ἠρεμοῦντος· οὐ γὰρ ὡς σῶμα, ἀλλ’ ὡς ἐπιφάνεια. ἔστι δὲ ὁ γίγγλυμος, ὡς καὶ ὁ Πλούταρχος βούλεται, δύο κρίκων συμπλοκή, τοῦ ἑτέρου εἰς τὸν λοιπὸν ἐμβεβλημένου, ὅτε τὸ κυρτὸν τοῦ ἑτέρου τοῦ κοίλου ἐφάπτεται τοῦ λοιποῦ· καὶ ὡς ὁ Ἀλέξανδρος ἐνδείκνυται, ὅτε περὶ μίαν περόνην ἑστῶσαν κρίκος περικείμενος αὐτῇ εἴσω τε καὶ ἔξω στρεφομένῃ τῇ θύρᾳ συνεργεῖ, τῆς περόνης μενούσης ἀκινήτου, αὐτὸς ὁ κρίκος τὰς ἐναντίας ἐν τῇ ἔξω καὶ εἴσω τῆς θύρας στροφῇ κινούμενος κινήσεις.3 ἀλλὰ τοῦ γιγγλύμου, ὁποτέρως ἂν ἔχοι, ληπτέον, ὡς οἱ ἐξηγηταὶ βούλονται, ἢ θατέρου κρίκου τὸ κυρτὸν θατέρου δὲ τὸ κοῖλον, ἢ τοῦ μὲν κρίκου τὸ κοῖλον τῆς δὲ περόνης τὸ κυρτόν· καὶ ἐνταῦθα μὲν ἔστω μένον τὸ κυρτὸν τῆς περόνης, τὸ δὲ κοῖλον τοῦ κρίκου κινούμενον· ἐπὶ δὲ τῶν δύο κρίκων κινούμενον μὲν τὸ κυρτὸν τοῦ περιεχομένου, ἀκίνητον δὲ τὸ κοῖλον τοῦ περιέχοντος.
“现在总括地说,作为工具推动者,是在始端与终端为同一的地方。” 正如所言,固然也有某种直接作为工具推动的物体性之物;然而现在他所意指作为工具推动者的,乃是作为工具的工具之特征性生命,他将说这生命既保持静止又被推动。如果他在《论动物运动》中也明言或暗示了这一生命,自当从该书中领会。而他看来在该书中也完全谈论了它;因为他现在说“总括地”,即概述性地,应当讲述在那些著作中被更宽泛地讲述的内容。事实上他所说的工具推动者,显然一方面居于欲求之后——欲求本身不是作为工具、而是首要地进行推动,因为纵然它被欲求对象所唤起,它终究是从自身出发趋向欲求对象(而一切工具性之物都在首要推动者之后)——另一方面它又居于被推动者之前,如果它确实不仅是被推动的而且也是推动的话;因为工具推动者正是这样的:被首要推动者推动,而又推动那仅是被推动者。因此,正如所言,不妨有某种这样的物体性之物,如心脏、生命精气(纽玛)、相对部位之间的接触面;但也有不可分离地赋予动物以相状并将其界定为被推动者的生命,这生命本身也被说成是推动动物的,因为动物是依循它被推动,而非由它所推动,并且它与被推动者不可分离地被那首要推动者推动,既作为被推动者的相状而存在,且更多是偶性地而非依其自身被推动;因为依自身被推动者完全是身体。而且将这种生命理解为工具性要素,比将其理解为任何物体都更为恰切;因为物体绝不可能在全体各处、在同一部分上既是始端又是终端(亚里士多德显然追加了这一点,意在使“借以推动者”在始端与终端上为同一);然而通体完全被赋予的生命,则是作为“依之”而非“由之”的能推动者来推动动物,并作为被推动者的相状因,偶性地被推动。而铰链也被他用作通体以某种方式既被推动又居于静止之物的意象;因为不是作为物体,而是作为接触面。正如普鲁塔克所认为的,铰链是两个环的交结,一个套入另一个之中,此时一个环的凸面接触另一个环的凹面;或者如亚历山大所指出的,在固定的一根轴销周围套着一个环,当门向内和向外转动时协助其运转,轴销保持不动,而环本身在门向外与向内的转动中经历相反方向的运动。但无论铰链的具体构造如何,如诠释家们所主张的,应当取其中一个环的凸面与另一个环的凹面,或者取环的凹面与轴销的凸面;在此不妨设定轴销的凸面保持静止,而环的凹面被推动;而在两个环的情况下,被包容者的凸面被推动,而包容者的凹面保持不动。
- 3.181νῦν γὰρ ἐν κεφαλαίῳ φησί, τουτέστι συνωψισμένως, τὰ πλατύτερον εἰρημένα ἐν ἐκείνοις ῥητέον
动词性形容词 ῥητέον(省略 εἶναι)在间接引语或间接陈述中的结构,其主语为中性复数主格/宾格短语 τὰ πλατύτερον εἰρημένα ἐν ἐκείνοις,意即“因为他现在说‘总括地’,即概述性地,[表明]在那些著作中被更详尽论述的事情应当在此被讲述”。
- 3.181τὸ αὐτὸ βουλόμενος εἶναι ἀρχὴν καὶ τελευτὴν τὸ ᾧ κινεῖ
带不定式的宾格句结构中出现了语序倒装(hyperbaton)。不定式 εἶναι 的主词宾格是后置的 τὸ ᾧ κινεῖ(“借以推动者”),而谓词宾格是位于前面的 τὸ αὐτὸ ... ἀρχὴν καὶ τελευτήν(“在始端与终端为同一者”),全句意为“意在使借以推动者在始端与终端为同一”。
- 3.181αὐτὸς ὁ κρίκος τὰς ἐναντίας ἐν τῇ ἔξω καὶ εἴσω τῆς θύρας στροφῇ κινούμενος κινήσεις
现在被动(中间)分词 κινούμενος 带有同族内动宾格(cognate accusative)τὰς ἐναντίας ... κινήσεις(“经历相反的运动”),用宾格直接限定分词所表示的运动的具体形态与内容。
