← 辛普里丘

亚里士多德《论灵魂》注释

§302.18-303.16

实践之善与被动而动的欲求能力

辛普利丘注解亚里士多德《论灵魂》433b15–16,论证了作为不动始基的实践之善,以及欲求能力既引起位置运动又被欲求对象激发现实活动的双重品格,并对比了普鲁塔克与亚历山大的阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.179

" Ἔστι δὲ τὸ μὲν ἀκίνητον τὸ πρακτὸν ἀγαθόν." Οὐχ ὡς καθ’ αὑτὸ ἀκίνητον· ἐν γὰρ μεταβολῇ τὰ πρακτὰ καὶ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν· ἀλλ’ ὡς ἐν τῷ κινεῖν τὴν ὄρεξιν οὐ κινούμενα, ἵνα κινήσῃ·1 τῷ γὰρ μένειν ἀγαθὰ ἤτοι φαίνεσθαι κινεῖ.

“而那不动者是实践的善。” 并非指它就自身而言不动——因为实践诸事处于变化之中,且可呈其他状态——而是指它在推动欲求时自身并不被推动,以便进行推动;因为它是通过保持为善或显现为善来推动的。

§3.180

"Τὸ δὲ κινοῦν καὶ κινούμενον τὸ ὀρεκτικόν." Οὐ τοπικῶς κινούμενον, ἀλλὰ κινοῦν μὲν τοπικῶς, κινούμενον δὲ ὡς ὑπὸ τοῦ ὀρεκτοῦ πρὸς τὸ ἐνεργείᾳ ὀρέγεσθαι διεγειρόμενον. κάλλιον γὰρ ὁ Πλούταρχος οὕτως ἐξηγεῖται, αὐτὴν τὴν ὀρεκτικὴν ἐνέργειαν κίνησιν εἰρῆσθαι Πλατωνικῶς φάμενος ὑπὸ τοῦ Ἀριστοτέλους νῦν, καὶ ἴσως διὰ τὸ εἰς κίνησιν πάντως ἀποτελευτᾶν, καὶ τὸ ὅλον τοῦτο ποιητικὴν οὖσαν κίνησιν, ἀλλ’ οὐ παθητικήν, ἢ ὁ Ἀλέξανδρος2 κινεῖσθαι λέγων τὴν ὄρεξιν κατὰ συμβεβηκός, διὰ τὸ ἐν σώματι οὖσαν συγκινεῖσθαι τῷ ὑποκειμένῳ κατὰ συμβεβηκός, ὡς εἴρηται. οὐ γὰρ ἡ ἐν τῷ ζῶντι σώματι ὅλη ἐγγενομένη κινεῖ, ἀλλ’ ἡ ἔχουσά τι καὶ χωριστὸν καὶ ἐξῃρημένον καὶ κατὰ τὸ ποιοῦν ἑστῶσα, καὶ αὕτη ἡ μεσότητος δεηθεῖσα· ἡ δὲ τοῦ κινουμένου ὡς κινουμένου χαρακτηριστικὴ ἡ ἄμεσος αὐτοῦ ἐστιν εἰδητικὴ αἰτία. ἑρμηνεύει δὲ αὐτὸς ὁ Ἀριστοτέλης ἑαυτόν, ὅπως κινούμενον ἔφη τὸ ὀρεκτικόν· ᾗ γὰρ ὀρέγεται, δηλῶν τὸ κατ’ αὐτὴν τὴν ὄρεξιν· καὶ γὰρ κινούμενον λέγει νῦν οὐ τὸ ζῷον, ἀλλὰ τὸ ὀρεκτικὸν ὡς ὀρεκτικόν. καὶ ἔτι σαφέστερον τὸν λόγον ποιῶν τὴν ὄρεξιν ἀξιοῖ κίνησίν τινα εἶναι ὡς ἐνέργειαν εἰς κίνησιν ἀποτελευτῶσαν ἐν τῷ ζῴῳ, ἵνα τὸ ἢ ἐν τῷ ᾗ ἐνέργεια μὴ σύνδεσμον διαζευκτικόν, ἀλλ’ ἐπίρρημα ἀντὶ τοῦ καθὸ ἀκούσωμεν.3 εἰ δὲ καὶ ὡς σύνδεσμος εἴρηται, δηλούτω τὸ τὴν ὄρεξιν ἐξεῖναι ἢ ἐνέργειαν καλεῖν ὡς ἀμέριστον καὶ τελείαν ἐνέργειαν, ἢ κίνησιν ὡς ὑπό τε τοῦ ὀρεκτοῦ ἐγειρομένην καὶ ὡς εἰς κίνησιν τοῦ ζῴου ἀποτελευτῶσαν. κινούμενον δέ ἐστι τὸ ζῷον κατὰ τὴν κυρίως ὁρισθεῖσαν κίνησιν, τὴν τοῦ κινητοῦ ἐντελέχειαν, οὐ τὴν φυσικὴν ἀλλὰ τὴν πορευτικὴν καὶ ὑπὸ ψυχῆς καὶ ζῴοις προσήκουσαν. τὸ δὲ ᾧ κινεῖ μέσῳ ἡ ὄρεξις τοῦτο λοιπὸν σωματικόν ἐστιν· οὐ σῶμα λέγων τὸ σωματικόν (ἐκεῖνο γὰρ κινούμενον πάντως), ἀλλὰ τὴν σωματοειδῆ καὶ ἐσχάτην ζωήν. διὸ καὶ ὑπερτίθεται τὴν περὶ αὐτῆς ὕστερον θεωρίαν ὡς ἐρῶν, ὅτε τὰ κοινὰ ἐπισκοπεῖται ψυχῆς καὶ σώματος ἔργα. κοινὸν δὲ οὐ τὸ κινεῖν· οὐ γὰρ καὶ ὑπὸ τοῦ σώματος κινεῖται τὸ ἔμψυχον, ἀλλ’ οὐδ’ ὑπὸ τῆς ἐγκαταμεμιγμένης ζωῆς. καὶ γὰρ αὐτὴ ὡς ζωτικῶς κινουμένου ἦν ὅρος· τὸ δὲ κινοῦν κατὰ τὸν κινοῦντα ἕστηκεν. εἰκότως οὖν ἐν τῷ Περὶ κινήσεως ζῴων ἐρεῖ περὶ τοῦ ᾧ κινεῖ.

“而那既推动又被推动者则是欲求能力。” 并非在位置上被推动,而是一方面在位置上推动,另一方面作为被欲求对象唤起去现实地欲求而被推动。因为普鲁塔克以这种方式解释得更好,他说欲求活动本身如今被亚里士多德按柏拉图的方式称为运动,且或许因为这一活动完全终结于运动,而且这整个是作动性的运动而非承受性的运动;这胜过亚历山大所说的欲求由于处于身体之中而与基体一同偶性地被推动,从而偶性地被推动,如前所述。因为在活着的身躯之内完全生成的东西并不推动,而是具有某种可分离且超拔之物并居于作动者一方的东西在推动,且正是这后者需要中间项;而属于被推动者作为被推动者的特征,则是其直接的相状因。亚里士多德本人也亲自解释了他何以说欲求能力是被推动的:因为通过“就其欲求而言”,他表明了这是依循欲求本身而言的;因为他现在所说的被推动者不是动物,而是欲求能力作为欲求能力。而且为了使论述更加明晰,他断言欲求作为在动物中终结于运动的现实活动乃是某种运动,以便我们把“就其为活动而言”中的词理解为代替“依照其”的副词,而非离析连词。但即使它是作为连词被言说的,也让它表明:既可以将欲求称为“活动”,因其是不可分且圆满的活动,也可以将其称为“运动”,因其被欲求对象所唤起且终结于动物的运动。而被推动者则是依照严格定义的运动(即可动者的现实态)而被推动的动物,这并非自然的运动,而是行走的运动,出自灵魂且专属于动物。至于欲求借以作为中间项进行推动的这一剩余之物,则是物体性的;他并不是把物体性的东西称为身体(因为身体在任何意义上都是被推动的),而是指具身体形态的最低等生命。因此,他也把关于它的考察推迟到之后,打算在审视灵魂与身体的共有活动时再谈。然而推动并不是共有的;因为具灵魂者并非也由身体推动,甚至不由渗入其中的生命推动。因为那生命本身也是具生命地被推动者的界限;而推动者则立足于推动者一方。因此理所当然地,他将在《论动物运动》中讨论“借以推动者”。

语法注3 条
  1. 3.179ἀλλ’ ὡς ἐν τῷ κινεῖν τὴν ὄρεξιν οὐ κινούμενα, ἵνα κινήσῃ

    承接前述对比否定从句(οὐχ ὡς καθ’ αὑτὸ ἀκίνητον)的肯定从句。主语承前延用中性复数 τὰ πρακτά,分词 οὐ κινούμενα 与之性数一致。ἵνα κινήσῃ 的主语为单数,指实践之善本身,构成目的从句:“为了进行推动,自身在推动欲求时并不被推动”。

  2. 3.180κάλλιον γὰρ ὁ Πλούταρχος οὕτως ἐξηγεῖται, αὐτὴν τὴν ὀρεκτικὴν ἐνέργειαν κίνησιν εἰρῆσθαι Πλατωνικῶς φάμενος ὑπὸ τοῦ Ἀριστοτέλους νῦν, καὶ ἴσως διὰ τὸ εἰς κίνησιν πάντως ἀποτελευτᾶν, καὶ τὸ ὅλον τοῦτο ποιητικὴν οὖσαν κίνησιν, ἀλλ’ οὐ παθητικήν, ἢ ὁ Ἀλέξανδρος

    由比较级副词 κάλλιον 引出的长句,后文的 ἢ ὁ Ἀλέξανδρος(“比阿历山大[所解释的]”)因插入了详述普鲁塔克观点的大段分词结构(φάμενος ... παθητικήν)而形成了长距离的分离结构(hyperbaton)。其骨架为 κάλλιον γὰρ ὁ Πλούταρχος ... ἐξηγεῖται ... ἢ ὁ Ἀλέξανδρος λέγων...,用于裁定两位早期注解家观点的高下。

  3. 3.180ἵνα τὸ ἢ ἐν τῷ ᾗ ἐνέργεια μὴ σύνδεσμον διαζευκτικόν, ἀλλ’ ἐπίρρημα ἀντὶ τοῦ καθὸ ἀκούσωμεν

    关于亚里士多德原文异读的语法考订句。由 ἵνα ἀκούσωμεν(虚拟语气)统领,构成双重宾格结构(以 τὸ ἢ 为直接宾语,σύνδεσμον / ἐπίρρημα 为补足谓词宾格)。注解者在此指导读者是将该词解读为离析连词(ἤ),还是解读为等同于 καθό 的副词(ᾗ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:302.18-303.16