← 辛普里丘

亚里士多德《论灵魂》注释

§301.26-302.17

媒介灵魂与身体的运动工具性生命

辛普里丘重新考察运动的中间工具,超越了先前注解家所主张的精气或关节接触面等物体性实体,将其界定为连接超越的灵魂与被推动身体之不可分离的器官特征性生命。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.178#2

συμβαίνει τοίνυν τὴν μεταξὺ τῶν ἀντικειμένων ἐπιφάνειαν ὡς μὲν πέρας τοῦ ἑστῶτος ἠρεμεῖν, συγκινεῖσθαι δὲ τῷ κινουμένῳ ὡς τούτου ἀρχήν. ἀλλὰ ταῦτα μέν, κἂν τὸ πνεῦμα λέγῃ τις, κἂν τὴν τοιαύτην ἐπιφάνειαν, σωματικὰ εἶναι ὁμολογεῖται, εἰς ἃ καὶ οἱ Ἀριστοτέλους ἐξηγηταὶ ὑπηνέχθησαν· οἶμαι δὲ καὶ ταύτῃ διακριτέον τὸν λόγον. πᾶσα ψυχὴ ἐντελέχεια σώματος ὀργανικοῦ εἶναι ὑπ’ αὐτοῦ παραδέδοται καὶ χρῆσθαι ὡς ὀργάνῳ τῷ ζῶντι σώματι. τὸ δὲ χρώμενον οὐκ ἔστιν ἁπλῶς εἶδος τοῦ ὀργάνου ὡς ὀργάνου· ἐξήρτηται γὰρ ἀεὶ τὸ χρώμενον τοῦ ᾧ χρῆται.1 ἐπεὶ οὖν τὸ ζῷον ὄργανον ὑπέστρωται τῇ χρωμένῃ ψυχῇ, ἡ χρωμένη αὐτῷ ψυχὴ οὐκ ἔσται τὸ ὅλον εἰπεῖν εἶδος τοῦ ὀργάνου, ἀλλ’ ὡς χρώμενον τὸ ὑφ’ οὗ καὶ τὸ ποιητικὸν αἴτιον· τὸ γὰρ κινοῦν ὑπὸ τὸ ποιοῦν. ἀλλ’ ἡ μὲν φυτικὴ ὡς ἐσχάτη ἀμυδρῶς ἐμφαίνει τὸ χρώμενον, ἐναργέστερον δὲ ἡ τῶν ὀστρέων καὶ τῶν ὁμοίων, ὡς εἰ καὶ μὴ καθόλου, ἀλλὰ κατὰ μόρια αὐτὰ τοπικῶς κινοῦσαι·2 ἡ δὲ τῶν πορευτικῶν ἐναργεστέρα ἄλλη οὖσα παρὰ τὸ κινούμενον· τὸ γὰρ κινοῦν καὶ ποιοῦν ἕτερον παρὰ τὸ κινούμενον καὶ πάσχον, καὶ οὐχὶ τοῦ κινουμένου τι ὂν μάλιστα κατὰ τὸν Ἀριστοτέλην, ἵνα μὴ τὸ αὐτὸ καὶ κινοῦν ᾖ καὶ κινούμενον. ἦν δὲ τὸ κινούμενον τὸ ζῷον, τὸ δὲ κινοῦν ἡ ψυχή, οὐκ οὖσα εἰδητικὴ ζωὴ τοῦ ζῶντος σώματος· ἡ γὰρ τοιαύτη ὡς ζῴου ἐστὶ χαρακτηριστικὴ καὶ ὡς ὀργάνου, ὅπερ ἦν τὸ κινούμενον, ἡ μέντοι ψυχὴ κατὰ τὸ κινοῦν ἀλλ’ οὐ κατὰ τὸ εἶδος τοῦ κινουμένου ὡς κινουμένου ἐστί, καὶ ἐξῄρηται ὡς τὸ κινοῦν τοῦ κινουμένου καὶ τὸ ποιοῦν τοῦ γιγνομένου. καὶ διὰ τὴν ὑπεροχὴν καὶ μεσότητος ἐδεήθησαν3 τῆς ἄμφω συναπτούσης πρὸς ἄλληλα. καὶ ἡ μεσότης οὐ σῶμα, οἶμαι, (πάλιν γὰρ τὸ κινούμενον ἔσται καὶ οὐχὶ ᾧ κινεῖ), ἀλλὰ σωματικὸν μέν, οὐ σῶμα δέ, ὁποία ἡ τοῦ ὀργάνου ὡς ὀργάνου χαρακτηριστικὴ ζωή, ἥτις καθ’ αὑτὴν μὲν οὐ κινεῖται, ἀσώματος οὖσα, ἀρχὴ δέ ἐστι τοῦ κινουμένου ὡς ζῶντος, εἰδητικὸν οὖσα αἴτιον ὡς ὑγεία τοῦ ὑγιαίνοντος, διὰ τὸ ὅλη ἀχωρίστως ἐγκαταδεδυκέναι τῷ σώματι σωματικὴ λεγομένη. τὸ δὲ κινούμενόν ἐστι τὸ ζῷον, διότι οὐχ ὡς σῶμα ὑπὸ τῆς ψυχῆς ἀλλ’ ὡς ζῷον κινεῖται. ἡ δὲ μεσότης καὶ ἠρεμεῖν καὶ κινεῖσθαί πως λέγεται, καθ’ αὑτὴν μὲν ἀκίνητος οὖσα διὰ τὸ ζωὴ εἶναι, κατὰ συμβεβηκὸς δὲ κινουμένη διὰ τὴν ἀχώριστον πρὸς τὸ ζῷον συμπλοκήν.

因此发生的是:对立各部分之间的接触面,作为静止者的界限保持静止,而作为被推动者的始基则与被推动者一同运动。然而,无论人们谈论的是精气,还是此类接触面,公认都是物体性的,而亚里士多德的注解家们也被引向了这些东西。但我认为,应当在此对论证作如下区分。他已经传授过:一切灵魂都是工具性身体的现实,并且将活着的身躯作为工具来使用。然而,使用者绝非单单是工具作为工具的自身形式;因为使用者总是脱离于其所使用者之外。因此,既然动物作为工具居于使用它的灵魂之下,使用它的灵魂概而言之就不会是工具的形式,而是作为使用者成为“由此而出”的原因,即动力因;因为推动者从属于作用者。然而植物性灵魂作为最末端者,只是隐约地呈现出使用者;牡蛎及类似物种的灵魂则更为明晰地呈现,因为它们即使并非整体地、也是按部分使它们在位置上运动;而能行走动物的灵魂则更加明晰,因其有别于被推动者。因为推动且作用者,有别于被推动且承受者,而且尤其根据亚里士多德,它绝非被推动者的某个部分,以免同一事物既是推动者又是被推动者。被推动者是动物,而推动者则是灵魂,灵魂并非活着身躯的相状性生命;因为此类生命是动物作为动物以及工具作为工具的特征,这正是被推动者,然而灵魂乃依循推动者而言,而非依循被推动者作为被推动者的形式而言,正如推动者超拔于被推动者、制作因超拔于生成物一样,也是超拔的。由于这种悬隔,它们需要一个中间项将二者彼此连结。我认为这中间项不是身体(因为否则它又将是被推动者而非借以推动者),而是物体性的而非身体本身,正如工具作为工具的特征性生命一样,它就自身而言由于是非物体的因而不动,却是被推动者作为活物的始基,作为相状因犹如健康之于处于健康者,由于其整个不可分离地深入身体之中,才被称为物体性的。被推动者是动物,因为它不是作为身体被灵魂推动,而是作为动物被推动。至于中间项,则据说既静止又在某种意义上运动:就其自身而言由于是生命因而是不动的,但由于与动物不可分离的交织而偶性地运动。

语法注3 条
  1. 3.178ἐξήρτηται γὰρ ἀεὶ τὸ χρώμενον τοῦ ᾧ χρῆται

    动词 ἐξήρτηται(源自 ἐξαρτάω,或系 ἐξαιρέω 的完成时 ἐξῄρηται 之拼写混淆)通常表示“依附于”或“悬于”,但根据上下文论证使用者绝非工具的形式而是动力因,以及后文“正如推动者超拔于被推动者(ἐξῄρηται ὡς τὸ κινοῦν τοῦ κινουμένου)”的呼应,此处作使用者独立于、超拔于其所使用对象之意解。

  2. 3.178ὡς εἰ καὶ μὴ καθόλου, ἀλλὰ κατὰ μόρια αὐτὰ τοπικῶς κινοῦσαι

    主格阴性复数分词 κινοῦσαι 与前面的单数主语 ἡ [ψυχὴ] τῶν ὀστρέων 存在语法数上的不一致。此处当理解为依意一致(constructio ad sensum),即着眼于贝类各物种或个体的复数灵魂。

  3. 3.178καὶ διὰ τὴν ὑπεροχὴν καὶ μεσότητος ἐδεήθησαν

    第三人称复数动词 ἐδεήθησαν 在句中未显式给出主语;依上下文,其主语应当补充为前文所述存在悬隔的二者,即“推动者(灵魂)与被推动者(动物)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:301.26-302.17