- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:300.29-301.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明了亚里士多德关于动物运动诸要素(欲求对象、欲求能力、工具、动物)从三者归结为四者的论述,补充了原因连词之后省略的归结句,并分析了作为不动推动者的欲求对象如何推动欲求能力,以及欲求能力如何借助中介(精气与关节)推动动物身体。
" Ἐπεὶ δέ ἐστι τρία, ἓν μὲν τὸ κινοῦν, δεύτερον δὲ ᾧ κινεῖ, τρίτον τὸ κινούμενον, τὸ δὲ κινοῦν διττόν, τὸ μὲν ἀκίνητον, τὸ δὲ κινούμενον." Βούλεται μὲν διὰ τούτων ὅσα τὰ συντελοῦντα πρὸς τὴν κατὰ τόπον τῶν ζῴων κίνησιν συναγαγεῖν τε καὶ παραδοῦναι, καὶ οὗτος ὁ σκοπὸς τοῦ ῥητοῦ. ἀλλὰ πρὶν τῶν κατὰ μέρος ἔχεσθαι, δεῖ τῇ λέξει, ὡς καὶ οἱ ἐξηγηταὶ ἐφιστάνουσιν, ἐπιστῆσαι, ὡς ἀρξάμενος ἐκ τοῦ ἐπεὶ συνδέσμου ὥς τι ἀποδώσων οὐ φαίνεται ἀποδιδούς.1 ἀλλὰ προσυπακουστέον ὑποστίξαντας μετὰ τὸ ἔστι δὲ τὸ μὲν ἀκίνητον, τὸ δὲ κινούμενον τοῦ τέσσαρα ἂν εἴη τὰ συντελοῦντα πρὸς τὴν τοιάνδε κίνησιν.2 ἐφ’ οἷς εὐλόγως καταριθμεῖται, τίνα τὰ τέσσαρα· τὸ ὀρεκτόν, τὸ ὀρεκτικόν, τὸ ᾧ κινεῖ, τὸ κινούμενον. τρία μὲν γὰρ φθάνει ἠριθμηκώς, τὸ κινοῦν, τὸ ᾧ κινεῖ, τὸ κινούμενον· τὸ δὲ κινοῦν διττὸν ἐπιφέρων εἶναι, τὸ μὲν ἀκίνητον, τὸ δὲ κινοῦν καὶ κινούμενον, τέσσαρα λοιπὸν πάντα καταριθμεῖται. ἀκίνητον μὲν οὖν ἐστι τὸ ὡς ὀρεκτὸν κινοῦν· τῷ γὰρ φαντασθῆναι ἢ νοηθῆναι, ὡς εἶπε, τουτέστιν ἐνεργείᾳ γενόμενον ὀρεκτόν, ὅτε καὶ ταὐτὸν τῷ ὑποκειμένῳ γίνεται τῷ ὀρεκτικῷ, κινεῖ. καὶ προηγουμένως κινεῖ τὸ ὀρεκτικόν, ᾗ τῷ λόγῳ αὐτοῦ διαφέρει, ἐπειδὴ ὡς πρὸς τέλος τὸ ὀρεκτὸν τὸ ὀρεκτικὸν κινεῖται. μένει δὲ αὐτὸ τὸ τέλος ἀκίνητον καὶ οὐκ αὐτὸ πρὸς τὸ ἐρῶν φέρεται. οὕτω μὲν οὖν τὸ ὀρεκτὸν κινεῖ ὡς ἀκίνητον. τὸ δὲ ὀρεκτικόν, ὃ καὶ προσεχέστερον κινεῖ τὰ κινούμενα, ὑπὸ τοῦ ὀρεκτοῦ διαναστὰν καὶ εἰς τὴν τάξιν αὐτοῦ ὁρμῆσαν καὶ διὰ τοῦτο κινεῖσθαι λεγόμενον, κατ’ αὐτὴν τὴν τοῦ ὀρεκτοῦ μεταδίωξιν κινεῖ τὸ ζῷον, συμφυὲς αὐτῇ ὑποκείμενον ὄργανον·3 διὸ καὶ οὐ βίᾳ τινὶ ἀλλ’ αὐτοφυῶς τῇ ἐκείνης ὁρμῇ συγκινεῖται. κινεῖ δὲ χρώμενον ἑτέρῳ τινὶ μεταξὺ ὄντι αὐτοῦ τε τοῦ κινοῦντος, τοῦ ὀρεκτικοῦ φημι, καὶ τοῦ κινουμένου, ὅπερ ἐστὶ τὸ ζῷον. τοῦτο δὲ τὸ μεταξὺ δοκεῖ μὲν ὁ Ἀριστοτέλης λέγων ἐν τῷ Περὶ κινήσεως ζῴων τὸ πνεῦμα λέγειν τὸ ζωτικὸν ἐν ἡμῖν, ὃ μεταξὺ τῆς τε κινούσης καρδίας καὶ τῶν στερεωτέρων κινουμένων τοῦ ζῴου μορίων τυγχάνει ὄν. λέγει δὲ ἐν ἐκείνῳ καὶ ἄλλο τι μεταξὺ τῶν τε ἄνω καὶ κάτω τοῦ ζῴου μορίων, καὶ τῶν δεξιῶν καὶ ἀριστερῶν, ὅπερ ἐν ἐπιφανείᾳ μᾶλλον τίθεται συναπτούσῃ τὰ ἀντικείμενα μόρια, ὅταν ἢ ἄνω ἢ κάτω ἢ δεξιὰ ἢ ἀριστερὰ κάμπτηται αὐτό, πῇ μὲν κινούμενον πῇ δὲ ἠρεμοῦν. ἐν γὰρ τῇ κάμψει συμβαίνει θάτερον μὲν τῶν ἀντικειμένων μορίων κινεῖσθαι, θάτερον δὲ ἠρεμεῖν, ἐπειδὴ τὸ κινούμενον πάντως πρός τι ἑστὼς ἐρειδόμενον οὕτω κινεῖσθαι βούλεται.
“既然有三者,第一是推动者,第二是借以推动者,第三是被推动者,而推动者是双重的,一方面是不动的,另一方面是被推动的。” 他意图通过这些话总结并传授有助于动物位置运动的事物共有多少,这也是此段文字的旨趣。但在抓住各别细节之前,正如注解家们所指出的那样,必须留意其措辞:即他由连词“既然”(ἐπεί)开始,仿佛将要给出归结,却显现出未曾给出。但必须在“一方面是不动的,另一方面是被推动的”之后作逗顿,并在心中补充“有助于此类运动者当有四种”。在此基础上,他理所当然地列举出这四者是什么:欲求对象、欲求能力、借以推动者、被推动者。因为他先前已经数出了三者——推动者、借以推动者、被推动者——又加上推动者是双重的,即一者是不动的,另一者既推动又被推动,因而最终总共列举出四者。因此,不动的推动者是作为欲求对象而推动的;因为正如他所说,通过被想象或被思想——即成为现实的欲求对象,此时它在底层基质上也与欲求能力同一——它产生推动。并且它首要地推动欲求能力,就在其定义上有别于欲求能力而言,因为欲求能力是朝向欲求对象、仿佛朝向目的而被推动的。而目的本身保持不动,并不自己奔向爱恋它者。因此,欲求对象便是作为不动者而推动的。另一方面,更直接推动被推动者的欲求能力,由欲求对象所唤起并冲向它的位阶,并因此被称为被推动,它恰恰在对欲求对象的追求之中推动动物——即与它同生相连的底层工具;因此动物也是自然而然地伴随着欲求能力的冲动而同动,绝非出于任何强制。而且欲求能力是通过借助处于推动者自身(我指的是欲求能力)与被推动者(即动物)之间的某种其他中间之物来进行推动的。亚里士多德在《论动物运动》中谈到这中间之物时,似乎意指我们体内的生命精气(纽玛),它恰好处于推动的心脏与动物被推动的更坚固部分之间。但他在该书中还谈到了动物上下部分之间、以及左右部分之间的另一种中间物,它更多地被置于连接对立诸部分的接触面之中,每当动物本身向上或向下、向右或向左弯曲时,它在某一方面运动而在另一方面静止。因为在弯曲中,对立的部分之一发生运动,而另一部分则保持静止,因为被推动者无论如何都意图通过倚靠在某种静止确立的事物上而如此运动。
- 3.178ἀρξάμενος ἐκ τοῦ ἐπεὶ συνδέσμου ὥς τι ἀποδώσων οὐ φαίνεται ἀποδιδούς
注解者指出亚里士多德原文(433b13)存在破格结构(anacoluthon):以原因从属连词 ἐπεὶ δέ 开头,却没有给出明确的主句(归结分句)。随后辛普里修指出应当在语意上补充出主句内容(“有助于此类运动者当有四种”)。
- 3.178προσυπακουστέον ὑποστίξαντας μετὰ τὸ ἔστι δὲ τὸ μὲν ἀκίνητον, τὸ δὲ κινούμενον τοῦ τέσσαρα ἂν εἴη τὰ συντελοῦντα πρὸς τὴν τοιάνδε κίνησιν
动词性形容词 προσυπακουστέον(应当补充理解)支配宾格分词 ὑποστίξαντας 作为其泛指逻辑主语(“在……停顿之后,应当补充……”),所补充的内容由引导引语或同位语的属格短语 τοῦ τέσσαρα ἂν εἴη... 给出。
- 3.178κινεῖ τὸ ζῷον, συμφυὲς αὐτῇ ὑποκείμενον ὄργανον
短语 συμφυὲς αὐτῇ ὑποκείμενον ὄργανον 是直接宾语 τὸ ζῷον 的同位语(“动物,即与它生来一体的底层工具”)。与格代词 αὐτῇ 回指主语 τὸ ὀρεκτικόν(在性上与潜在的女性名词 δύναμις 或 ψυχή 一致)。
