← 辛普里丘

亚里士多德《论灵魂》注释

§299.25-300.28

基于时间认知的欲求冲突与欲求对象的在先性

注解亚里士多德《论灵魂》433b5–10,论述理性欲求与非理性欲求的冲突源于是否具有时间认知(关照未来与眼前的快适),并阐明在推动者于形式为一而在数量上为多的脉络中,欲求对象作为推动者的原初在先性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.176

" Ἐπειδὴ αἱ ὀρέξεις γίνονται ἐναντίαι ἀλλήλαις." Μνησθεὶς ἤδη τῶν ἐγκρατῶν τε καὶ ἀκρατῶν σαφῶς νῦν διορίζεται, ὡς ἀμφότεροι οὗτοι ἐν διαμάχῃ δύο τινῶν ὀρεκτικῶν συνίστανται, τοῦ μὲν ὄντος λογικοῦ τοῦ δὲ ἀλόγου. οἷον κοινὸν ἀμφοῖν τὸ ἁπλῶς ὀρεκτικόν, οὐχ ὡς γένος εἰς εἴδη σύστοιχα διαιρούμενον, ἀλλὰ μᾶλλον ὡς τὰ ἀφ’ ἑνὸς ἔχον·1 κρεῖττον γὰρ τὸ τοῦ λόγου ὀρεκτικὸν τοῦ τῆς ἀλογίας, ὡς εἶναι κοινωνίαν ἐν αὐτοῖς καὶ διαφορότητα. πρὶν δ’ ἀποδοῦναι πρὸς τὸν ἐπειδὴ σύνδεσμον,2 ἐν μέσῳ ὑπομιμνήσκει, ἐν τίσι πέφυκεν ἡ διαμάχη γίνεσθαι, ὅτι ἐν ἀνθρώποις, ἐν οἷς συμπέπλεκται ἡ λογικὴ ζωὴ πρὸς τὴν ἄλογον καὶ διαφέρεται πολλάκις πρὸς αὐτὴν καὶ ἐναντιοῦται. ἐν γὰρ ἀνθρώποις ὁ μὲν λόγος, χρόνου ὢν γνωριστικός, καὶ τοῦ μέλλοντος ἔχει συναίσθησιν, ὥσπερ καὶ τοῦ παρῳχηκότος· ἡ δὲ ἐπιθυμία, ὥσπερ καὶ πᾶσα ἡ ἄλογος ζωὴ χρόνου οὖσα ἀνεπίγνωστος, οὐ διορίζει τὰ χρονικὰ μέτρα, ἀλλὰ κἂν πλήττηται ὑπὸ τοῦ παρεληλυθότος, οὐχ ὡς παρεληλυθὸς αὐτὸ γνωρίζει, ἀλλ’ ὡς πάσχουσα μόνον ὑπ’ αὐτοῦ τῇ μνήμῃ τοῦ πάθους. καὶ νῦν γὰρ τοῦ παρόντος ἀντιλαμβάνεται οὐκ αὐτῷ τούτῳ ἐφιστάνουσα ὅτι πάρεστιν, ἀλλ’ ὡς δρῶντος αἰσθανομένη. διότι ὁ μὲν νοῦς τε καὶ λόγος οὐ πρὸς τὸ παρὸν μόνον ἀλλὰ καὶ πρὸς τὸ μέλλον τείνει τὴν ὄρεξιν, ἡ δὲ ἐπιθυμία τὸ παρὸν ἀεὶ τίθεται τέλος, οὗ καὶ αἰσθάνεται· καὶ ὁ μὲν λόγος οὐ τοῦ ἡδέος μόνου, ἀλλὰ καὶ τοῦ ἀγαθοῦ ἀντέχεται (διακρίνει γὰρ τὸ ἡδὺ ὡς οὐ πᾶν ὂν ἀγαθόν), ἡ μέντοι ἐπιθυμία καὶ πρὸς μόνον ὁρᾷ τὸ ἡδύ, ὡς ἀγαθὸν τοῦτο πάντως ὄν, καὶ πρὸς τὸ παρὸν ἀλλ’ οὐχὶ καὶ πρὸς τὸ μέλλον, διὰ τὸ τοῦ χρόνου ἀνεπίγνωστον. ὅταν οὖν τὸ μὲν παρὸν ἡδὺ ᾖ, τὸ δὲ μέλλον ἢ ὠφέλιμον ἢ καὶ μειζόνως ἡδύ, ἡ μὲν ἐπιθυμία τὸ παρὸν ἐπιδιώκει, ὁ δὲ λόγος κατὰ φύσιν ἔχων τὸ μέλλον, ἐὰν ᾖ ἀγαθόν, μάλιστα. ἅτε γὰρ μὴ διακρίνουσα τὸ μέλλον ἀπὸ τοῦ παρόντος ἡ ἐπιθυμία τὸ παρὸν ἡδὺ ὡς ἁπλῶς ὂν καὶ ἡδὺ καὶ ἀγαθὸν ἀποδέχεται. ὡς γὰρ ταὐτόν, ὅπερ ἡδύ, τοῦτο καὶ ὡς ἀγαθὸν διώκει. ταῦτα δὴ ἐν μέσῳ εἰπὼν λοιπὸν ἀποδίδωσι πρὸς τὸν ἐξ ἀρχῆς ῥηθέντα ἐπειδὴ σύνδεσμον, ὡς " Εἴδει μὲν ἂν ἓν εἴη τὸ κινοῦν τὸ ὀρεκτικόν, ᾗ ὀρεκτικόν, πρῶτον δὲ πάντων τὸ ὀρεκτόν (τοῦτο γὰρ κινεῖ οὐ κινούμενον τῷ νοηθῆναι ἢ φαντασθῆναι), ἀριθμῷ δὲ πλείω τὰ κινοῦντα." Τῷ εἴδει ἓν λέγων τὸ ὀρεκτικὸν οὐκ ἀκριβῶς, ἀλλ’, ὡς εἴρηται, ὡς ἔχει τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. πρὶν δὲ πάλιν ἀποδοῦναι πρὸς τὸ εἴδει μὲν ἂν ἓν εἴη “πλείω δὲ τῷ ἀριθμῷ”,3 διότι δύο τὰ ὀρεκτικὰ καὶ μαχόμενα ἐνίοτε ἀλλήλοις, τό τε λογικὸν καὶ τὸ ἀλόγως ὀρεγόμενον, ἐν μέσῳ ὑπέμνησεν ὡς πρὸ τοῦ ὀρεκτικοῦ τὸ ὀρεκτὸν κινεῖ, ἐπεὶ καὶ τὸ ὀρεκτικὸν διὰ τὸ ὀρεκτὸν κινεῖ. προηγουμένως οὖν τὸ ὀρεκτόν, οὐχὶ τὸ ἔτι δυνάμει ὄν, ἀλλὰ τὸ ἤδη ἐνεργείᾳ γενόμενον· τῷ γὰρ νοηθῆναι ἢ φαντασθῆναι, ὅτε καὶ ταὐτόν ἐστι τῷ ὀρεκτικῷ κατά γε τὸ ὑποκείμενον, ἐπεὶ καὶ τότε τῷ λόγῳ διαφέρον, προηγεῖται τοῦ ὀρεκτικοῦ. τὸ γὰρ ὀρεκτικὸν ὡς τέλους τοῦ ὀρεκτοῦ ἀντέχεται.

“因为诸欲求相互冲突。” 在已经提及自制者与无自制者之后,他现在明确界定:这两者都建立在两个欲求能力的冲突之中,其一为理性的,其二为无理性的。单纯的欲求能力对两者而言可谓是共同的,但不是作为被划分为同位种的属,而是更类似于具有从属于单一源头的事物的性质;因为属于理性的欲求能力优于属于非理性的欲求能力,从而在它们之中既存在共通性又存在相异性。但在回应连词“因为”(ἐπειδή)给出归结之前,他在中间提醒我们:这种冲突依其本性在什么之中产生——即在人之中,在人身上理性生命与无理性生命纠缠交织,且常常彼此相悖与对立。因为在人之中,理性作为能够认识时间者,同样对未来具有意识,犹如对过去具有意识一样;然而欲望正如一切无理性的生命那样对时间无所认知,并不界定时间的分寸,即便受到过去之物的触动,也并非将其作为过去之物加以认识,而只是通过对该感受的记忆作为受其影响者而已。因为就当下而言,欲望把握现在之物,不是通过关注“它是在场的”这一事实本身,而是作为对正在发生作用之物的感知。因此,理智与理性不仅把欲求导向现在,而且导向未来,欲望却始终将现在设为目的,这也是它所感知到的;并且理性不仅执着于快适之物,而且执着于善的事物(因为它能分辨出快适者并非全是善的),但欲望却唯独着眼于快适,仿佛它必然完全是善的,且唯有着眼于现在而不能着眼于未来,这是由于对时间的无知。因此,当现在之物是快适的,而未来之物或是有益的抑或是更极度快适的,欲望追求现在,处于本性状态的理性则在其为善时尤为追求未来。因为欲望不能将未来与现在区分开来,便将现在的快适接受为端地既是快适又是善的;因为作为同一之物,凡是快适的东西,它也将其作为善来追求。在中间陈述了这些之后,他最终对起初所说的连词“因为”作出了归结,如是说: “在形式上,推动者作为欲求能力、就其为欲求能力而言固然是一,但一切之中居于首位的是欲求对象(因为这通过被思想或被想象而在不被推动的情况下推动),但在数量上推动者则是多数。” 他说欲求能力在形式上是一,并非严格而言,而是如前所述,如同由一产生并朝向一的事物所具有的关系那样。而且,在以“而在数量上是多数”再次呼应“在形式上固然是一”之前,因为欲求能力有两个且有时彼此相争——即理性的与无理性地欲求的——他在中间提醒我们:在欲求能力之前欲求对象在推动,因为欲求能力也是由于欲求对象而推动的。因此,原初推动的是欲求对象,不是仍处于潜能中的,而是已经现实生成的;因为通过被思想或被想象,当它至少在底层基质上也与欲求能力同一时,由于即便此时它在定义上也有差异,它先于欲求能力。因为欲求能力是把欲求对象作为目的而加以执着的。

语法注3 条
  1. 3.176ὡς τὰ ἀφ’ ἑνὸς ἔχον

    中性单数分词 ἔχον 与前述的主格短语 τὸ ἁπλῶς ὀρεκτικόν 一致。短语 ὡς τὰ ἀφ' ἑνὸς ἔχον 意为“具有源于一的事物之状态”,表示这并非严格的属—种包摄关系,而是由首要基准派生出的焦点相关性(核心多义性)。

  2. 3.176πρὶν δ’ ἀποδοῦναι πρὸς τὸν ἐπειδὴ σύνδεσμον

    ἀποδίδωμι πρός 的语法/义疏学用法,指对于从属连词(此处为 ἐπειδή)所引导的从句,在句法上给出与其相呼应的主句(归结分句,apodosis)。义疏者在此分析亚里士多德在 433b5 提出原因从句后,中插对心灵冲突的论述,直至 433b10 的 εἴδει μὲν ἂν εἴη... 才给出主句的统语结构。

  3. 3.177πρὶν δὲ πάλιν ἀποδοῦναι πρὸς τὸ εἴδει μὲν ἂν ἓν εἴη “πλείω δὲ τῷ ἀριθμῷ”

    句法结构梳理。πρὶν ἀποδοῦναι 的直接宾语为引语 “πλείω δὲ τῷ ἀριθμῷ”,而 πρὸς τὸ εἴδει μὲν ἂν ἓν εἴη 意为“呼应‘在形式上固然是一’这一短语”。整句骨架为:“在以‘而在数量上是多数’呼应‘在形式上固然是一’之前”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:299.25-300.28