- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:2.24-3.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘基于亚里士多德的引文论证了灵魂论是跨越自然哲学与第一哲学(形而上学)的中介性探求,随后探讨了本论著的对象为何似乎局限于可死动物的灵魂。
ἢ οὐκ ἔστι πᾶσα ἡ ψυχὴ κινήσεως ἀρχή, οὐδὲ τὰ μόρια πάντα, ἀλλ’ αὐξήσεως μὲν ὅπερ καὶ ἐν τοῖς φυτοῖς, ἀλλοιώσεως δὲ τὸ αἰσθητικόν, φορᾶς δὲ ἕτερόν τι καὶ οὐ τὸ νοητικόν. ὑπάρχει γὰρ φορὰ καὶ ἐν ἑτέροις τῶν ζῴων, διάνοια δ’ οὐδενί. δῆλον οὖν ὡς οὐ περὶ πάσης ψυχῆς λεκτέον· οὐδὲ γὰρ πᾶσα ψυχὴ φύσις, ἀλλά τι μόριον αὐτῆς ἓν ἢ καὶ πλείω.” Ἐν δὴ τούτοις διώρισται ὅτι τὸ μέν ἐστι τῆς ψυχῆς τῇ φυσικῇ θεωρητὸν φιλοσοφίᾳ, ὅσα αὐτῆς τῶν ζῴων ἐστὶν εἶδος τὸ τὰ ζῷα ὡς ζῷα ὁρίζον (ὃ καὶ ἀμφισβητεῖ εἴτε ψυχὴν εἴτε μόριον ψυχῆς εἴτε οὐκ ἄνευ ψυχῆς καλεῖν δεῖ), καὶ ὅσον αὐξητικὸν καὶ αἰσθητικὸν καὶ τῆς κατὰ τόπον αἴτιον κινήσεως· ὅσον δὲ νοερόν, τῇ πρώτῃ φιλοσοφίᾳ,1 ἣ τὰ νοητὰ γινώσκουσα καὶ τὸν τῶν νοητῶν θεωρητικὸν γινώσκει νοῦν, καὶ οὐ τὸν ἐξῃρημένον μόνον, ἀλλὰ καὶ τὸν ἐν ἡμῖν. καὶ γὰρ τῷ ἐν ἡμῖν νῷ νοητὰ ἐκεῖνα, καὶ πρὸς ἄλληλα τό τε νοητικὸν καὶ τὸ νοητὸν λεγόμενα ὑπὸ μιᾶς καὶ τῆς αὐτῆς θεωρεῖται ἐπιστήμης, ὥσπερ τὸ αἰσθητικόν τε καὶ αἰσθητόν. διὸ οὔτε φυσικὴ ἁπλῶς οὔτε μετὰ τὰ φυσικὰ ἡ περὶ ψυχῆς θεωρία, ἀλλ’ ἀμφοῖν ἐχομένη, ὡς ἐν τούτοις ὑπὸ τοῦ Ἀριστοτέλους διώρισται. ἔοικε δὲ ἐν πλάτει ὁ Ἀριστοτέλης καὶ τὴν φυσιολογίαν καὶ τὴν μετὰ τὰ φυσικὰ τιθέμενος φιλοσοφίαν ἑκατέραν μέχρι ψυχῆς τὴν μὲν ἀνάγειν τὴν δὲ προάγειν,2 ἐπεὶ δῆλον ὡς οὔτε κατὰ τὰ φυσικὰ εἴδη τῶν σωμάτων ἐστὶν οὐσιώδης ὅρος ἡ ψυχή (ἐκεῖνα γὰρ ὡς σωμάτων, αὕτη δὲ ὡς ζῴων εἶδός ἐστι, καὶ ἐκεῖνα μὲν τοῦ κινεῖσθαι ἀρχαί, αὕτη δὲ τοῦ κινεῖν· τὸ γὰρ ὑφ’ ἑαυτῶν κινεῖσθαι τῶν ἐμψύχων ἴδιον, ὡς ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς εἴρηται ἀκροάσεως), οὔτε ὡς τὰ ὑπερφυῆ καὶ καθαρῶς ἀμέριστα καὶ μόνιμα πάντῃ καὶ εἰλικρινῆ τὸ νοερόν ἐστι τῆς ψυχῆς. διὸ εἰ περὶ τὰ ἄκρα ἀφορίζοιτό τις τὰς φιλοσοφίας, πῇ μὲν τὴν φυσικὴν πῇ δὲ τὴν μετὰ τὰ φυσικά, μέση ἀμφοτέρων ἔσται ἡ περὶ ψυχῆς, καὶ αὕτη ἐν πλάτει, μᾶλλον δὲ ἐν βάθει ὁρωμένη, ὅσῳ τὸ νοερὸν τῆς ψυχῆς τοῦ αἰσθητικοῦ καὶ φυσικοῦ διέστηκε. καὶ δῆλον ὡς ἡ περὶ ψυχῆς ἐπιστήμη τοιαύτη, ἐπειδὴ καὶ ἡ τῆς ψυχῆς οὐσία τοιάδε, οἵα μέση τῶν τε ὑπερφυῶν εἶναι καὶ τῶν φυσικῶν, καὶ οἵα τὸ μέν τι ἔχειν τοῖς ὑπερφυέσι κοινωνοῦν, τὸ δὲ πρὸς τὴν φύσιν ἀποκλῖνον· εἴτε καὶ κατ’ ἄλλον τινα τρόπον, ὃν ἂν ὁ λόγος ἐκφήνειεν, ὅτε καὶ Ἀριστοτέλης αὐτὸ τοῦτο ζητεῖ. συμπεραινόμενος δὴ ὁ Ἀριστοτέλης ἐν τοῖς προκειμένοις ῥητοῖς “δῆλον, φησίν, ὡς οὐ περὶ πάσης ψυχῆς λεκτέον” τῷ φυσικῷ δηλαδή· “οὐδὲ γὰρ πᾶσα ψυχὴ φύσις, ἀλλά τι μόριον αὐτῆς ἓν ἢ καὶ πλείω.” ἐπεὶ οὖν αὐτὸς καὶ περὶ τοῦ νοῦ τῆς ψυχῆς, καὶ οὐ περὶ τῶν φυσικῶν μόνων αὐτῆς μορίων ποιεῖται λόγον, δῆλον ὡς οὐκ ἔστιν ἁπλῶς φυσικὴ ἡ περὶ ψυχῆς πραγματεία. τοῦτο μὲν οὖν ἡμῖν ὧδε συμπεπεράνθω. Ὁ δὲ σκοπὸς αὐτῆς δοκεῖ περὶ μόνης τῆς ἐν τοῖς θνητοῖς ζῴοις εἶναι ψυχῆς· οὐδένα γὰρ φαίνεται περὶ τῆς τῶν οὐρανίων ποιούμενος λόγον, εἰ μὴ ὅσον ἐπισκήπτων ταῖς τοῦ Τιμαίου μαθηματικαῖς περὶ αὐτῆς ἐνδείξεσι. καὶ ἴσως ὡς ἱκαναῖς ταῖς Πλατωνικαῖς περὶ αὐτῆς θεωρίαις ἠρκέσθη, τοσοῦτον ἐπιστήσας μόνον μὴ τῷ φαινομένῳ προσανέχειν τῶν μαθηματικῶν· ἴσως δὲ καὶ διὰ τῶν περὶ τῆς ἀκρότητος τοῦ ἡμετέρου νοῦ εἰρημένων ἀξιῶν εἰς τὴν οὐρανίαν ἀναπέμπεσθαι ψυχήν.3 “τὴν γὰρ τοῦ παντός, φησί, δῆλον ὅτι τοιαύτην εἶναι βούλεται, οἷόν ποτέ ἐστιν ὁ καλούμενος νοῦς.
“或者并非全部灵魂都是运动的始基,也不是其全部组成部分都是,而是对于生长而言是那同样存在于植物之中的始基,对于变异而言是感觉的部分,对于位移而言是某种别的东西,而不是知性部分。因为位移也存在于其他动物中,而思考力却不存在于任何其他动物中。因此显而易见,不应当谈论全部灵魂;因为并非全部灵魂都是自然,而只是其一部分,一个或多个部分。” 确实,在这些言述中已被规定:灵魂中作为动物的形式、规定动物之所以为动物的那一部分(对于这一部分应当称为灵魂、灵魂的部分还是不可无灵魂而存者,他也存有疑难),以及就其为生长性的、感觉性的和作为空间位移的原因而言的部分,是应当由自然哲学来沉思的;而就其为理智性的部分而言,则属于第一哲学,第一哲学由于认识可知事物,因而也认识沉思可知事物的理智,不仅认识超越的理智,而且也认识在我们之中的理智。因为对我们之中的理智而言,那些事物也是可知事物,而被称为相互关联的知性与可知事物,正如感觉与感觉对象一样,是由同一门唯一的科学来沉思的。因此,关于灵魂的沉思既非单纯是自然性的,也非单纯是自然之后的[形而上学的],而是与两者相连,正如亚里士多德在这些言述中所规定的那样。亚里士多德似乎在广度上设定了自然学和自然之后的哲学,将前者向上提升至灵魂,将后者向下推展至灵魂,因为显而易见,灵魂既不按照物体的自然形式作为其实体性界限(因为那些〔自然形式〕是物体的形式,而这〔灵魂〕是动物的形式,那些是被运动的始基,而这是发动运动的始基;因为依自身运动是有灵魂之物所特有的,正如在《物理学》第八卷中所说的那样),灵魂的理智部分也不像那些超自然的、纯粹不可分的、完全常驻而纯粹的存在。因此,如果有人在两极界定这些哲学,一边是自然哲学,另一边是自然之后的哲学,那么关于灵魂的哲学将居于两者之中间,而且这也是在广度上、或者更确切说是在深度上被审视的,其程度正如灵魂的理智部分与感觉及自然部分相分离的程度那样。显然,关于灵魂的科学之所以是如此的,乃是因为灵魂的实体也是如此的:它居于超自然存在与自然存在之中间,拥有一部分与超自然存在相交通,另一部分则向自然倾斜;或者也是依照当亚里士多德也探求这一点时理路可能揭示的某种其他方式。亚里士多德在上述言述中下结论说:“显而易见,”他说,“不应当谈论全部灵魂”——也就是对自然哲学家而言;“因为并非全部灵魂都是自然,而只是其一部分,一个或多个部分。”因此,既然他自己也对灵魂的理智作了论述,而不仅是对其自然的部分,显而易见,《论灵魂》这部论著并非单纯是自然性的。那么,这一点就由我们这样来作结。 然而,这部著作的意图似乎仅关于会死动物之中的灵魂;因为他看来对天体的灵魂未作任何论述,除非仅仅是责难《蒂迈欧》中关于它的数学式表述。或许,他是满足于柏拉图关于天体灵魂的沉思已然足够,仅仅在此程度上提醒人们不要执着于数学表述的字面表象;或许也是通过关于我们理智顶峰的论述,认为适宜将人们引向天体的灵魂。因为他说:“显而易见,他希望全宇宙的灵魂成为某种就像所谓的理智那样的东西。”
- 1.0ὅσον δὲ νοερόν, τῇ πρώτῃ φιλοσοφίᾳ
承前句“ὅσα αὐτῆς τῶν ζῴων ἐστὶν εἶδος... τῇ φυσικῇ θεωρητὸν φιλοσοφίᾳ”的对比,此处省略了谓语“θεωρητόν ἐστι”。构文理解为:“至于灵魂中理智性的部分,则应当由第一哲学来沉思”。
- 1.0ἑκατέραν μέχρι ψυχῆς τὴν μὲν ἀνάγειν τὴν δὲ προάγειν
作为主动词 ἔοικε 的不定式从属结构。前面的宾格 ἑκατέραν(指自然哲学与第一哲学各自)由分项宾格 τὴν μέν(自然哲学)与 τὴν δέ(第一哲学)具体承接。两动词形成了朝向居间的灵魂的运动方向对比:将自然学向上“提升”(ἀνάγειν),将形而上学向前/下“推展”(προάγειν)。
- 1.0ἀξιῶν εἰς τὴν οὐρανίαν ἀναπέμπεσθαι ψυχήν
分词 ἀξιῶν(以亚里士多德为主语)统辖被动/中间态不定式 ἀναπέμπεσθαι。构文理解为:他认为适宜将我们(或读者)指引/送达至天体的灵魂。
