- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:298.29-299.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过指出“欲求能力”与“欲求对象”在现实态中同处于一个底层基质,调和了这两种异文,并阐明了作为欲求对象的真善、显善以及可实践之善的定义。随后他探讨了灵魂诸能力之划分,并将其与《理想国》中出于教化目的的三分法以及《伦理学》中的区分进行比较。
εἰ μὲν οὖν ἐν ἀρχῇ τοῦ λόγου τὸ ὀρεκτικὸν γράφοιτο, σεσαφήνισται καλῶς, ὅπως ἐστὶ τοῦτο ὡς ἓν κινητικόν· εἰ δὲ τὸ ὀρεκτὸν εἴη γεγραμμένον, τὸ κατ’ ἐνέργειαν ληπτέον ὀρεκτικόν,1 τουτέστι τὸ ἅμα ὂν καὶ ὀρεκτὸν καὶ ὀρεκτικόν. ὡς γὰρ τὸ κατ’ ἐνέργειαν ἐπιστητὸν ταὐτὸν τῷ ἐπιστημονικῷ καὶ ἀνάπαλιν, οὕτω καὶ τὸ κατ’ ἐνέργειαν ὀρεκτικὸν 〈καὶ τὸ ὀρεκτὸν〉 ἄμφω ἓν καὶ ταὐτὸν τῷ ὑποκειμένῳ· δεῖ γὰρ ἐγνῶσθαι τῷ ὀρεκτικῷ τὸ ὀρεκτόν, ἵνα γένηται κατ’ ἐνέργειαν τὸ ὀρεκτὸν καὶ ὀρεκτικόν. καλῶς οὖν συνεπεράνατο ἀεὶ λέγων κινεῖν τὸ ὀρεκτόν, κἄν τε τὸ ὀρεκτὸν ᾖ καὶ ἐν ἀρχῇ γεγραμμένον, κἄν τε τὸ ὀρεκτικόν, ἐπειδὴ τὸ κατ’ ἐνέργειαν ὀρεκτικὸν ταὐτὸν τῷ ὀρεκτῷ. τὸ δὲ ὀρεκτὸν ἢ ἀληθῶς ἢ φαινόμενόν ἐστιν ἀγαθόν, κἂν μὴ ᾖ.2 οὐδὲν γὰρ ἢ τῶν κακῶν ἢ τῶν μέσων ἐφετόν, ἀλλὰ μόνως τὸ ἀγαθόν· καὶ εἴ τι τὸ ἀγαθὸν ὑποδύεται, ὡς ἀγαθὸν καὶ αὐτὸ γίνεται ὀρεκτόν, ὡς πανταχοῦ καὶ παρὰ Πλάτωνι ὁμολογεῖται, καὶ ὑπὸ Ἀριστοτέλους ἐν τοῖς Ἠθικοῖς παραδέδοται, τοῦ ἀγαθοῦ πάντα ἐφίεσθαι λέγοντος. τοῦ μὲν οὖν ἀγαθοῦ τοῦ κατ’ αὐτὴν τὴν ἀλήθειαν καὶ ὁ θεωρητικὸς ἐφίεται· ὁ δέ γε πρακτικὸς καὶ ἁπλῶς εἰπεῖν ὁ ὀρεκτικὸς τοῦ πρακτοῦ. κοινότερον γὰρ πρακτὸν εἴρηκε νῦν οὐχὶ τὸ ἀνθρώποις μόνοις διωκτὸν καὶ φευκτόν, ἀλλὰ καὶ τὸ τοῖς ἀλόγοις ζῴοις. ὃ καὶ ἀφορίζεται ὡς ἐνδεχόμενον ἄλλως ἔχειν, γενητὸν ὂν καὶ οὐχ ὡσαύτως ἀεὶ ἐκβαῖνον· τὸ γὰρ τοῦ θεωρητικοῦ ἀγαθὸν ἀναγκαῖον τό τε κράτιστον. συμπερανάμενος δὲ τὸ προτεθὲν αὐτῷ πρόβλημα, τί τὸ κινητικὸν προηγουμένως μόριον τῆς ψυχῆς τῆς κατὰ τόπον τοῖς ζῴοις κινήσεως, ὑπομιμνήσκει πάλιν πολλὰ μὲν τὰ τῆς ψυχῆς εἶναι μόρια, οὐ τοπικῶς δὲ ἀλλὰ κατὰ τὰς δυνάμεις διαιρούμενα ὡς τῷ λόγῳ ὄντα διάφορα. διὸ καὶ πλεῖστα συνυπάρχειν δυνατὸν τὰ αὐτὰ ὄντα τῷ ὑποκειμένῳ, κατὰ διαφόρους ἐπιβολὰς δυνάμενα πλείω ἐπινοεῖσθαι,3 ὥσπερ αὐτὸς ἐμνήσθη, θρεπτικόν, αἰσθητικόν, νοητικόν, βουλευτικόν, ἔτι ὀρεκτικόν. τὸ γὰρ θρεπτικὸν ὡμολογημένως τοῦ νοητικοῦ καὶ βουλευτικοῦ καὶ αὐτοῦ γε τοῦ ὀρεκτικοῦ πλέον διέστηκεν ἢ ἀλλήλων τε τὸ ἐπιθυμητικὸν καὶ θυμικὸν καὶ τοῦ λόγου. κοινωνεῖ γὰρ ταῦτα καὶ ἀλλήλοις καὶ τῷ λόγῳ κατὰ τὴν ὄρεξιν. νοητικὸν δὲ νῦν τὸ θεωρητικὸν εἶπεν, ἵνα τὸν πρακτικὸν νοῦν τῷ βουλευτικῷ σημαίνῃ. τὸ δὲ ὀρεκτικὸν διαφέρει τοῦ βουλευτικοῦ ὡς κοινότερον διὰ τὸ καὶ ἄλογόν τι εἶναι ὀρεκτικόν. δείκνυσιν οὖν διὰ τούτων, ὡς, εἰ χρὴ τὰ τῇ δυνάμει διεστηκότα μόρια ἐκτίθεσθαι, τὰ πλέον διεστηκότα ἐκθετέον μᾶλλον ἢ τὰ ἐγγύς. εἴρηται δὲ ὡς προὔκειτο ἐν Πολιτείᾳ τὰ πρὸς παιδείαν χρήσιμα μόρια ἐκτίθεσθαι· καὶ διὰ τοῦτο μόνα τὰ τρία παραδέδωκεν, ὥσπερ καὶ Ἀριστοτέλης ἐν τοῖς Ἠθικοῖς λόγον τε καὶ ὄρεξιν.
因此,如果在论述的开头写的是“欲求能力”,那么它如何作为单一推动者存在,就已经得到了很好的阐明;但如果写的是“欲求对象”,就必须理解为现实的欲求能力,即同时作为欲求对象与欲求能力的存在者。因为正如现实的已知对象与知识能力相同且反之亦然一样,现实的欲求能力〈与欲求对象〉两者在底层基质中也是单一且同一的;因为欲求对象必须被欲求能力所认识,以便欲求对象与欲求能力成为现实的。因此,他通过说欲求对象始终推动来进行结论是合宜的,无论开头写的是“欲求对象”还是“欲求能力”,因为现实的欲求能力与欲求对象是同一的。而欲求对象或者是真正的善,或者是表面的善,即便它并非[真正的善]。因为没有任何恶的事物或居间的事物是被追求的,而唯有善被追求;如果有某种东西披上善的外衣,它本身也作为善而成为欲求对象,这正如在各处乃至柏拉图那里都被公认的那样,也是亚里士多德在《伦理学》中所传授的,他说一切事物都企求善。那么,依照真理本身的善,理论思考者也是企求的;但实践者,或者简言之欲求者,企求的是可实践之善。因为他现在是在更宽泛的意义上称“可实践之物”,不仅指对人而言应追求或应规避之物,而且也指对无理性动物而言的事物。这也被界定为可具有其他状态之物,因为它是生成的,且并非始终以同一方式产生结果;因为理论思考者的善是必然的,且是至善。 在得出了摆在他面前的课题的结论——即动物空间运动的原初推动性灵魂部分是什么——之后,他再次提醒我们,灵魂的部分虽多,却不是在空间上划分的,而是依据诸能力划分的,因为它们在定义上是各异的。因此,最多数的部分完全可能在底层基质中同一的同时并存,能够依据不同的考察视角被构想为更多部分,正如他自己所提及的:营养能力、感觉能力、理知能力、思虑能力,以及欲求能力。因为公认的是,营养能力与理知能力、思虑能力以及欲求能力本身之间的距离,远大于欲望部分和激情部分彼此之间以及它们与理性之间的距离。因为这两者无论在彼此之间还是与理性之间,都在欲求方面具有共通性。他现在称理论理智为“理知能力”,是为了用“思虑能力”来表示实践理智。而欲求能力不同于思虑能力,在于它更具普遍性,因为也存在某种无理性的欲求能力。因此他通过这些表明:如果应当列举在能力上相距甚远的部分,就必须列举相距更远的部分,而非邻近的部分。已经说过的是,在《理想国》中预先提出的任务是列举对教化有用的部分;正因如此,[柏拉图]仅传授了这三个部分,正如亚里士多德在《伦理学》中也传授了理性与欲求一样。
- 3.175τὸ κατ’ ἐνέργειαν ληπτέον ὀρεκτικόν
动词性形容词 ληπτέον 作非人称句使用,以中性宾格名词短语 τὸ ... ὀρεκτικόν 作为其直接宾语(“应当理解/采取现实的欲求能力”)。这不是与主格主语一致的人称被动结构,而是非人称+宾格宾语的构词用法。
- 3.175κἂν μὴ ᾖ
让步从句 κἂν μὴ ᾖ(即 καὶ ἐὰν μὴ ᾖ)省略了表语,该表语从紧邻的前文 ἢ ἀληθῶς ἢ φαινόμενόν ἐστιν ἀγαθόν 中补充,意为“即便它并非[真正的善]”。
- 3.175τὰ αὐτὰ ὄντα τῷ ὑποκειμένῳ, κατὰ διαφόρους ἐπιβολὰς δυνάμενα πλείω ἐπινοεῖσθαι
分词 ὄντα 与 δυνάμενα 是与主语 πλεῖστα(“最多数的部分”)同格的修饰成分。τῷ ὑποκειμένῳ 是限定与格(“在底层基质中”)。该句说明了不同的能力如何通过多样的考察视界(κατὰ διαφόρους ἐπιβολάς)在同一个底层主体中作为多个部分被构想。
