← 辛普里丘

亚里士多德《论灵魂》注释

§297.31-298.29

作为动物空间运动单一原因的欲求

辛普里丘针对433a21释明:动物空间运动的统一原因应原初地归结为欲求能力(或欲求对象)而非理智,并说明认识能力在推动中的从属地位以及理智与表象在正确性上的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.175#1

" Ἓν δή τι τὸ κινοῦν τὸ ὀρεκτικόν "Ἤτοι τὸ ὀρεκτόν· διπλῆ γὰρ ἡ γραφή. ὁ μὲν οὖν σκοπὸς εἰς ἓν τὸ κινοῦν τὴν καθ’ ὁρμὴν τοπικὴν κίνησιν τῶν ζῴων ἀναγαγεῖν τὴν αἰτίαν, καὶ τοῦτο τί ποτέ ἐστιν ἐκφῆναι, καὶ μὴ εἰς δύο, ὥσπερ ἕως νῦν ἔλεγε, τό τε γνωστικὸν καὶ τὸ ὀρεκτικόν, ἀλλὰ καὶ ἄμφω εἰς ἕν. μιᾶς γὰρ οὔσης τῆς καθ’ ὁρμὴν τῶν ζῴων κινήσεως ἓν καὶ τὸ αἴτιον ἀποδοτέον· ὥστε καὶ ὅταν δύο ἄττα ἑνὸς καὶ τοῦ αὐτοῦ αἰτιώμεθα, καθ’ ἕν τι κοινὸν τὰ δύο νομιστέον ἡμᾶς αἰτιᾶσθαι, εἰ μέλλοιμεν ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος τὴν αἰτίαν ἀποδιδόναι. ὅπερ καὶ ὁ Ἀριστοτέλης ἀξιοῖ, εἰ δύο λέγων ἦν τὰ κινητικὰ νοῦς καὶ ὄρεξις, κατὰ κοινὸν ἄν τι εἶδος ἐκίνουν,1 ὡς δέον τοῦ ἑνὸς ἕν τι πάντως αἰτιᾶσθαι. καὶ γὰρ εἰ κατ’ ἄλλο μὲν τοδί, κατ’ ἄλλο δὲ ἕτερόν τι εἴη αἴτιον τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος, ὡς ἑνὸς καὶ ὅλον οὐδέτερον ἔσται. δεῖ οὖν εἶναι τὸ τοῖν δυοῖν αἴτιον περιεκτικόν, ὃ ὡς ὅλον καὶ ἑνὸς ἔσται τοῦ αἰτιατοῦ αἴτιον. τοῦτο δὴ ζητῶν τὸ ἓν οὐκ εἰς ἄλλο τι παρὰ τὸ ὀρεκτικὸν καὶ γνωστικὸν ἄνεισιν, ἀλλ’ αὐτὸ τὸ ὀρεκτικὸν αἰτιᾶται ὡς προηγουμένως ὂν κινητικόν, τοῦ γνωστικοῦ οὐ προηγουμένως ἀλλ’ ὡς συνεργοῦ τῷ ὀρεκτικῷ κινοῦντος, καὶ οὐδὲ ἄλλως ἢ ὅτε μετὰ ὀρέξεως καὶ ἡ γνῶσις γίνεται, ἵνα καὶ τὸ γνωστικὸν κατὰ τὴν ὄρεξιν κινῇ. ἡ δὲ ὄρεξις κἂν πάντως μετὰ γνώσεως, ἀλλ’ οὐ κατὰ τὴν γνῶσιν, καθ’ ἑαυτὴν δὲ διώκει ἢ φεύγει καὶ διὰ τοῦτο κινεῖ. ἐπεὶ οὖν καὶ ἡ ὄρεξις καθ’ ἑαυτὴν κινεῖ καὶ ἡ γνῶσις κατὰ τὴν ὄρεξιν (οὐ γὰρ ἄλλως κινεῖ οὔτε διώκει ἢ φεύγει, εἰ μὴ μετὰ ὀρέξεως εἴη), καλῶς ὁ φιλόσοφος τὸ ὀρεκτικὸν ὡς προηγουμένως κινητικὸν ἀφορίζεται· καὶ γὰρ ὅτε τὰ δύο αἰτιώμεθα * * διὸ καὶ ὁ Ἀριστοτέλης οὐ κινεῖν2 λέγει τὸν νοῦν ἄνευ ὀρέξεως, ἐπειδὴ καὶ ἡ βούλησις οἰκεία ἐστὶ τοῦ νοῦ ὄρεξις, οὐ κινεῖ δὲ ὁ νοῦς ἄνευ βουλήσεως, οἷος ὁ θεωρητικός· ἡ δὲ ὄρεξις ὅταν μετὰ φαντασίας εἴη, ὁποία ἡ ἄλογος καλουμένη, κινεῖ ἄνευ λόγου. τοῦτο τοίνυν δεικτικὸν τοῦ προηγουμένως κινητικὸν εἶναι τὸ ὀρεκτικόν, τὸ τὴν γνῶσιν μὲν χωριζομένην τοῦ ὀρεκτικοῦ μὴ κινεῖν, τὴν δὲ ὄρεξιν παροῦσαν εἴτε ἐν τῷ λογικῶς γινώσκοντι εἴτε ἐν φαντασίᾳ κινεῖν, κατ’ αὐτὸ τὸ ὀρεκτικὸν ἰδίωμα πρὸς τὸ διωκτὸν ἱεμένην ἢ τὸ φευκτὸν ἀποστρεφομένην. ταῦτα δὲ ὁρισάμενος διακρίνει ἐφεξῆς, ποία μὲν ἡ κατὰ τὸν νοῦν γνῶσίς τε καὶ ὄρεξις, ποία δὲ ἡ κατὰ τὴν φαντασίαν αὐτὴ καθ’ ἑαυτὴν ἑκατέρα, ὅτι ἡ μὲν ὀρθὴ ἀεί, ὅταν δηλονότι καθ’ αὑτὴν ᾖ καὶ μὴ ταῖς χείροσι ζωαῖς τε καὶ γνώσεσι συμπλέκηται, ἡ δὲ καὶ ὀρθὴ καὶ οὐκ ὀρθὴ ἡ φανταστικὴ διὰ τὸ ἀόριστον.

“因此推动者是一个,即欲求能力,”或者作“欲求对象”;因为有两种异文。那么,[亚里士多德的]意图在于,把动物基于冲动的空间运动的原因归结为一个推动者,并阐明这究竟是什么,而不是像他直到现在所说的那样归结为二——即认识能力与欲求能力——而是把两者归结为一个。因为既然动物基于冲动的运动是一个,那么指派的原因也必须是一个;以致于即便我们把两样事物作为同一事物的原因,如果我们打算指派同一事物的原因,就必须认为我们是依据某种共通的单一事物而把这两者作为原因的。这也正是亚里士多德所主张的,他说假如推动者是理智和欲望这两个,它们就会依据某种共通的单一相而推动,因为对于单一事物必定应当指派单一原因。因为若一者依据一个方面,而另一者依据另一个方面是同一事物的原因,则两者都不会是作为单一且整体的事物的原因。因此必须存在一个统摄这两者的原因,它作为整体将是单一结果的原因。于是,他在探求这个单一事物时,并没有上升到欲求能力和认识能力之外的别物,而是把欲求能力本身作为原初推动者而归为原因,因为认识能力不是原初地推动,而是作为欲求能力的协作者而推动,并且除认识伴随欲望而发生之外决不推动,以使认识能力也依据欲望而推动。而欲望即便总是伴随着认识,却不是依据认识,而是依其自身进行追求或规避,并因此而推动。因此,既然欲望依其自身推动,而认识依据欲望推动(因为认识若非伴随欲望,就绝不以其他方式推动,也不追求或规避),哲学家[亚里士多德]合宜地将欲求能力界定为原初的推动者;因为即便我们将两者作为原因[……]。因此亚里士多德也说,理智绝非没有欲望而推动,因为意愿也是理智固有的欲望,而理智没有意愿就绝不推动(正如理论理智那样);而欲望当它伴随着表象时,诸如所谓的无理性欲望,则没有理性而推动。因此,表明欲求能力是原初推动者的,正是这一事实:认识与欲求能力分离时便不推动,而欲望无论是在理性认识者中还是在表象中,只要在场就会推动,依据其欲求的特有性质冲向应追求之物或避开应规避之物。界定了这些之后,他接下来辨析:依据理智的认识与欲望是何种,依据表象的认识与欲望各自就其自身而言又是何种;即前者始终是正确的(显然是指当它依其自身而存在,且不与较低级的生命及认识交织在一起时),而表象性的认识与欲望则因其不确定性,既是正确的也是不正确的。

语法注2 条
  1. 3.175εἰ δύο λέγων ἦν τὰ κινητικὰ νοῦς καὶ ὄρεξις, κατὰ κοινὸν ἄν τι εἶδος ἐκίνουν

    此处是由带有未完成过去时态的 εἰ ἦν(条件从句)与带有 ἄν 加未完成过去时态 ἐκίνουν(结论从句)构成的与过去/现在事实相反的虚拟条件句。作者假设理智与欲望若是两个并列独立的推动者,它们就必须按照某种共通的种相推动;而由于实际上欲求居于首位、认知处于从属地位,该假设从而被否定。

  2. 3.175τοῦτο τοίνυν δεικτικὸν τοῦ προηγουμένως κινητικὸν εἶναι τὸ ὀρεκτικόν, τὸ τὴν γνῶσιν μὲν χωριζομένην τοῦ ὀρεκτικοῦ μὴ κινεῖν, τὴν δὲ ὄρεξιν παροῦσαν [...] κινεῖν

    整个句子的主语是 τοῦτο,表语是中性单数形容词 δεικτικόν,后接属格不定词短语 τοῦ ... εἶναι 作为其支配对象。随后由中性单数定冠词 τὸ 引导的两个对照性不定词从句(τὸ τὴν γνῶσιν μὲν ... μὴ κινεῖν, τὴν δὲ ὄρεξιν ... κινεῖν)构成主语 τοῦτο 的同位语,具体指明何种事实构成了证明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:297.31-298.29