- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:296.29-297.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘根据亚里士多德的文本,探讨了理智与欲望如何各自独立或共同引发运动,阐明实践理智为了目的(可实践的善)而进行推理,但欲望始终主导着运动,并且实践推理的终点(例如奠定基石)正是具体行为的起点。
ἄμφω γὰρ ταῦτα κινητικὰ κατὰ τόπον, νοῦς καὶ ὄρεξις, ἢ ἰδίᾳ, ὡς εἴρηται, ἐπὶ τῶν ἐγκρατῶν καὶ ἀκρατῶν, ἢ κοινῇ, ὡς ἐπὶ τῶν ἀκολάστων καὶ σπουδαίων· πλὴν ὅτι καὶ ὅτε ἰδίᾳ τὸ ἕτερον, οὔτε τὸ νοητικὸν ἄνευ βουλήσεως κινεῖ (ὄρεξις δέ τις καὶ ἡ βούλησις, ἀλλ’ οὐκ ἄλογος) οὔτε τὸ ἀλόγως ὀρεκτικὸν ἄνευ φαντασίας, οὐ μόνον ὡς γινωσκούσης, ἀλλὰ καὶ ὡς συγκατατιθεμένης καὶ κρατουμένης τῇ ὀρέξει. ἀλλὰ καὶ ὅτε τὸ συναμφότερον κινεῖ, τῷ ὀρεκτικῷ καὶ ὁ νοῦς ἀκολουθῶν κινεῖ, τῷ οἰκείῳ δηλαδὴ ἐπὶ τῶν σπουδαίων, ἐπὶ δὲ τῶν ἀκολάστων τῷ ἀλόγῳ. διὸ ἐρεῖ ὡς μάλιστα προκρίνων τὸ ὀρεκτικὸν εἶναι τὸ κινητικόν· κἂν γὰρ ᾖ μετὰ νοῦ ἢ μετὰ φαντασίας, ἀλλ’ ἡγούμενον ὅμως κινεῖ. καὶ γὰρ ἐν τοῖς πρακτοῖς τὸ διῶκον ἢ φεῦγον κινεῖ· τοῦτο δὲ ὀρεκτικόν. διὸ καὶ αὐτὸ κινούμενον ὑπὸ τοῦ ὀρεκτοῦ κινεῖ. κινητικὸν δὲ τὸ ὀρεκτὸν τοῦ ὀρεκτικοῦ οὐχ ὡς νοῦ ἢ φαντασίας, ἀλλ’ ὡς ὀρεκτικοῦ. νοῦς δὲ κινεῖ ὁ πρακτικός. οὗτος γὰρ ὁ διώκων ἢ φεύγων, διαφέρων τοῦ θεωρητικοῦ τῷ τέλει. τοῦ μὲν γὰρ τέλος τὸ ἀληθές, τοῦ δὲ τὸ πρακτὸν ἀγαθόν· καὶ τῷ μὲν ἐν τῇ θεωρίᾳ τὸ τέλος, τῷ δὲ μετὰ τὴν κίνησιν. καὶ τοῦτο αὐτῷ σημαίνει τὸ ἕνεκά του λογίζεσθαι· οὐ γὰρ ἐν τῷ λογίζεσθαι τὸ τέλος ὡς ἐν τῷ θεωρεῖν, ἀλλὰ κινηθῆναι δεῖ μετὰ τὸν λογισμὸν καὶ ἐπὶ τῇ κινήσει τυχεῖν τοῦ τέλους. καὶ οὐ μόνος ὁ πρακτικὸς ἕνεκά του, ἑτέρου ὄντος παρὰ τὸν λογισμὸν τοῦ τέλους, ἀλλὰ καὶ πᾶσα ὄρεξις· καὶ γὰρ ἡ ἄλογος ἕτερον ἔχει τὸ ὀρεκτὸν τοῦ ὀρέγεσθαι. οὗ γάρ, φησίν, ἡ ὄρεξις (χρὴ δὲ δασῦναι τὸ οὗ, ἵνα δηλοῖ τὸ ὀρεκτόν),1 τοῦτο, φησίν, ἀρχή ἐστι τοῦ πρακτικοῦ νοῦ, ἐπειδὴ ὀρεκτικόν τι καὶ ὁ πρακτικὸς νοῦς, ὑπὸ δὲ τοῦ ὀρεκτοῦ τὸ ὀρεκτικὸν κινεῖται. κἂν γὰρ ἔνδοθεν ἐγείρηται, ὡς πρὸς τὸ ὀρεκτὸν ὅμως ἵεται· καὶ ταύτῃ λέγεται ὑπὸ τοῦ ὀρεκτοῦ κινεῖσθαι. τὸ δὲ ἔσχατον τούτου ἀρχὴ τῆς πράξεως, τούτου τοῦ πρακτικοῦ νοῦ ἔσχατον λέγων,2 εἰς ὃ καταλήγει ὁ λογισμὸς ὁ πρακτικός. οἷον εἰ ὀρεχθείς τις σκέπης ἐν χειμῶνι ἐπινοεῖ καὶ λογίζεται, ὅπερ ὀρεκτὸν ἦν αὐτῷ ὅπως ὀφείλει εἰς ἔργον ἐκβῆναι, καὶ λογιζόμενος εὕροι τῶν ὑποστηριζόντων δεομένην καὶ ἀνεχόντων καὶ διὰ τοῦτο λίθων καὶ πλίνθων πρὸς τὸ ἀνέχεσθαι χρῄζουσαν· εὑρίσκει δὲ καὶ τὰς πλίνθους καὶ τοὺς λίθους ἐπὶ θεμελίοις στηριζομένους, ὡς τὸν πάντα λογισμὸν καταλῆξαι αὐτῷ εἰς τοὺς θεμελίους, οἳ ἀρχὴ γίνονται τῆς πράξεως. δεῖ γὰρ θεμελίους πρὸ πάντων ὑποθεῖναι καὶ τότε λίθους καὶ πλίνθους, καὶ ἐπὶ τούτοις τὴν σκέπην ὑστάτην θέντα ἔχειν τὸ ὀρεκτόν, ὅπερ ἦν ἡ σκέπη.
因为这两者都引起空间运动,即理智与欲望,如前所述,在自制者和不能自制者身上它们各自独立地推动,而在放荡者和善人身上则共同推动;只是即便各自独立推动时,知解部分也绝非没有意愿而推动(意愿也是一种欲望,但并非无理性的),而无理性欲求的部分也绝非没有表象而推动,即不仅作为认识者,而且作为赞同并受欲望主导者的表象。然而即便两者的复合物推动时,理智也是通过顺从欲求部分而推动的——在善人身上显然是顺从固有的欲求,而在放荡者身上则是顺从无理性的欲求。因此他将指出,他最优先判定欲求能力是推动者;因为即便它伴随着理智或伴随着表象,它仍然是作为主导者而推动的。因为在实践事务中,追求或规避之物在推动;而这就是欲求能力。因此它本身也是因被欲求对象所推动而推动的。欲求对象所推动的,并非作为理智或表象的欲求能力,而是作为欲求能力的欲求能力。而推动的理智是实践理智。因为这正是追求或规避的理智,它与理论理智在目的上有所不同。理论理智的目的在于真理,而实践理智的目的在于可实践的善;前者的目的在于观照本身,而后者的目的则在运动之后。这对他而言正是“为了某物而推理”的意思;因为目的并不在于推理本身(如在观照中那样),而是必须在推理之后产生运动,并在此运动中达成目的。而且不仅实践理智因目的不同于推理而为了某物,一切欲望亦是如此;因为无理性欲望也具有不同于欲求本身的欲求对象。因为他说,欲望所针对的那东西——必须在“hou (οὗ)”上标注粗气符,以便表明这是欲求对象——这东西,他说,就是实践理智的本原,因为实践理智也是某种欲求性的东西,而欲求能力是被欲求对象推动的。因为即便它是从内部被唤起的,它仍然冲向欲求对象;在这个意义上它被说成是被欲求对象所推动。而“此事的终点是行为的起点”这一言明,是指这一实践理智的终点,即实践推理所最终止步之处。例如,若有人在冬季欲求避难所(遮风挡雨之所),他便构想并推度对于他而言曾是欲求对象的那样东西应当如何落实为实绩,并在推理中发现它需要支撑和承载之物,因此需要石头和砖块以便被承载;他又发现砖块和石头是支撑在基石之上的,以致于他的全部推理最终止步于基石,而这些[基石]便成为行为的起点。因为必须在所有事情之前先奠定基石,然后是石头和砖块,并在这些之上最后放置遮风之所,才能拥有本是遮风之所的欲求对象。
"Ὥστε εὐλόγως δύο ταῦτα φαίνεται τὰ κινοῦντα, ὄρεξις καὶ διάνοια πρακτική· τὸ ὀρεκτικὸν γὰρ κινεῖ,3 καὶ διὰ τοῦτο ἡ διάνοια κινεῖ, ὅτι ἀρχὴ ταύτης ἐστὶ τὸ ὀρεκτικόν. καὶ ἡ φαντασία δὲ ὅταν κινῇ, οὐ κινεῖ ἄνευ ὀρέξεως." Δι’ ὧν προκρίνει ὡς κινήσεως μᾶλλον αἴτιον τὸ ὀρεκτικὸν * * συγκατατιθέμενον τῇ ὀρέξει αὐτὸ κινεῖ. ὡς ἡγεῖσθαι ἀεὶ ἐν τῷ κινεῖν τὴν ὄρεξιν τοῦ γνωστικοῦ, κἄν τε νοητικὸν ᾖ κἄν τε φανταστικὸν τὸ γνωστικόν.
“因此,显而易见,合乎情理的是,这两者是推动者,即欲望和实践思想;因为欲求能力在推动,而思想之所以推动也是出于此,即欲求能力是思想的起点。表象在推动时,也绝非没有欲望而推动。” 通过这些论述,他更优先地判定欲求能力为运动的原因;[认识能力]因赞同欲望而自身进行推动。因此在推动中,无论认识能力是知解性的还是表象性的,欲望始终引导着认识能力。
- 3.173χρὴ δὲ δασῦναι τὸ οὗ, ἵνα δηλοῖ τὸ ὀρεκτόν
注疏家针对亚里士多德原文(433a15)提出的校勘与正字法说明,指出该词应当标粗气符作关系代词属格 οὗ(“欲望所针对之物”),而非标柔气符作否定副词 οὐ。作此解读方能使后文的指示代词明确指涉“欲求对象(τὸ ὀρεκτόν)”。
- 3.173τὸ δὲ ἔσχατον τούτου ἀρχὴ τῆς πράξεως, τούτου τοῦ πρακτικοῦ νοῦ ἔσχατον λέγων
对亚里士多德命题(433a16–17: τὸ δ’ ἔσχατον ἀρχὴ τῆς πράξεως)的句法阐释。辛普利丘将属格 τούτου 解释为指代“此实践理智(或其实践推理)”,以此表明推理过程的终点(如示例中的“基石”)在具体时间与行动步骤上反而成为最初的起点(ἀρχή)。
- 3.174τὸ ὀρεκτικὸν * * συγκατατιθέμενον τῇ ὀρέξει αὐτὸ κινεῖ
文本中存在脱文(lacuna)之处。在由 Δι’ ὧν 引导的主句中,根据上下文结构,其意为在判定欲求能力为更主要的运动原因之后,[认识能力]通过赞同欲望而自身进行推动;因此中性分词 συγκατατιθέμενον 应当理解为与所隐含的认识主体(τὸ γνωστικόν)在语法上保持一致。
