- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:295.10-296.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解亚里士多德《论灵魂》卷三第十章,解释了为何理智单独不能拥有动物运动的完全主导权而必须与欲望共同作用,并阐明了若将表象视为某种思惟,则推动者可被归纳为欲望或理智这二者的逻辑依据。
" Ἀλλὰ μὴν οὐδὲ τὸ λογιστικὸν καὶ ὁ καλούμενος νοῦς ἐστιν ὁ κινῶν." Καὶ τὸ νοητικὸν τῆς ψυχῆς λέγεται μὴ κινεῖν, οὐχ ὡς τὸ φυτικόν, ἀλλ’ ὡς μὴ μόνον κύριον τοῦ κινεῖσθαι. οὐ γὰρ ἀρκεῖ τὸ νοεῖν οὐδὲ ἡ τοῦ νοῦ γνῶσίς τε καὶ ἡ βούλησις, ἂν μὴ καὶ ἡ σωματοειδὴς συγκινήσῃ ὄρεξις. ἀλλ’ οὐδὲ αὕτη μόνη ἐπὶ τῶν λογικῶν ἀρκεῖ, ἐὰν μὴ καὶ ὁ λόγος ἐνδῷ. μὴ οὖν τις ἀπορείτω, πῶς ἐνταῦθα μὲν μὴ κινεῖν εἴρηται τὸ νοητικόν, ὕστερον δὲ καὶ αὐτὸ μετὰ τῆς ὀρέξεως κινεῖν βούλεται. ἐνταῦθα μὲν γὰρ ὡς μὴ τὸ ὅλον ἔχον κῦρος οὕτω λέγεται μὴ κινεῖν, ἐκεῖ δὲ ὡς κινοῦν μὲν ὂν σὺν ἄλλῳ δέ· διὸ συμφωνεῖ ταῦτα ἐκείνοις. ὁ μὲν οὖν θεωρητικὸς οὐδὲ ὅλως κινεῖ ὡς θεωρητικός· περὶ γὰρ τὸ ἀληθὲς καὶ ψεῦδος ὁ τοιοῦτος, ἀλλ’ οὐ περὶ πρακτά, ἐν οἷς τὸ διωκτὸν καὶ φευκτόν, πρὸς ἃ καὶ ἐξ ὧν ἡ κατὰ φύσιν κίνησις. ὁ δὲ τὰ πρακτὰ ἐπισκοπούμενος καὶ διὰ τοῦτο καὶ τὸ φευκτὸν καὶ διωκτὸν θεωρῶν βούλεται μὲν ἐνίοτε ἢ κινεῖν ἢ ἠρεμίζειν τὸ ζῷον· οὐδετέρου δέ ἐστι μόνος κύριος, ἀλλὰ καὶ ἠρεμεῖν ἐπιτρέποντος τοῦ νοῦ κινεῖται φέρε ἡ καρδία ἐν τοῖς φοβεροῖς καὶ τὰ γεννητικὰ μόρια ἐν ταῖς τῶν ἀφροδισιαστικῶν ἡδονῶν ἐννοίαις, καὶ ἀνάπαλιν κινεῖσθαι ἐπιτρέποντος καὶ φεύγειν οὐ κινεῖται τὸ ζῷον οὐδὲ φεύγει, ὡς ἔχει ἐπὶ τῶν ἀκρατῶν, ἔνθα μαχομένων τοῦ τε νοῦ καὶ τῆς ἐπιθυμίας κρατεῖ ἡ ἐπιθυμία· τοιοῦτοι γὰρ οἱ ἀκρατεῖς. ὥστε οὐ τὸ ὅλον κύριος ὢν1 τῆς τοῦ ζῴου κινήσεως, ἐπεὶ καὶ οἱ τὰς τέχνας ἔχοντες καὶ βουλόμενοι κατὰ τὸν λόγον χρῆσθαι τῇ τέχνῃ ὑπὸ πάθους ἐνίοτε εἴργονται ὡς οὐδὲ αὐτοὶ κατὰ τὸν λόγον ὄντες μόνον τῆς ἐνεργείας κύριοι. τὸ δὲ ὡς ἑτέρου τινὸς ὄντος κυρίου οὐχ ὡς τοῦ ὀρεκτικοῦ εἴρηται,2 ἀλλ’ ὡς τοῦ συναμφοτέρου, καθάπερ καὶ αὐτὸς ἐπιφέρει· οὐδὲ γὰρ τὴν ὄρεξιν μόνην εἶναι κυρίαν, καθάπερ οἱ ἐγκρατεῖς δηλοῦσι, διαφερομένης μὲν κἀνταῦθα τῆς ὀρέξεως πρὸς τὸν νοῦν, κρατοῦντος δὲ τοῦ νοῦ διὰ τὸ τοὺς ἐγκρατεῖς τῷ νῷ καὶ μὴ τῇ ἐπιθυμίᾳ ἀκολουθεῖν ἢ ὅλως τῇ ἀλόγῳ ὀρέξει.
“然而,推理的部分,即所谓的理智,也不是推动者。” 灵魂中进行知解的部分也被说成不推动,但这并不像植物性部分那样[完全不推动],而是在于它不能单独主导运动。因为单纯的知解,或者理智的认识与意愿都是不够的,除非身体性的欲望也一同推动。但在理性存在者身上,除非理性也予以许可,否则仅凭此[身体性欲望]也是不够的。因此,任何人都不必困惑于:为何在这里说知解部分不推动,而在后面[亚里士多德]又主张它与欲望一起推动。因为在这里说它不推动,是指它不拥有完全的主导权;而在那里则是指它虽是推动者,却是与他者共同推动的;因此这些言论与那里的言论是一致的。既然如此,理论[理智]就其作为理论理智而言完全不推动;因为此类理智关乎真与假,而不关乎实践事务,而在实践事务中才存在追求之物与规避之物,顺应自然的运动正是朝向这些事物并由这些事物引起的。然而,那考察实践事务并因此观照规避之物与追求之物者,有时意图推动动物,有时意图使动物静止;但对这两者而言,它单独都不具有主导权,反之,在理智命令静止时,例如在恐惧情境中心脏会跳动,在性愉悦的思想中生殖器官会运动;相反,在理智命令运动和逃跑时,动物却不运动也不逃跑,正如在不能自制者身上所呈现的那样,在他们身上理智与欲望交战时,欲望占据上风;因为不能自制者就是这样的人。因此[理智]并非对动物的运动拥有完全的主导权,因为就连拥有技艺并意图依照理性运用技艺的人,有时也会受到激情的阻碍,这表明他们自身单凭理性并不主导活动。而所谓“仿佛有其他某种东西具有主导权”,并不是说欲求能力[独占主导权],而是正如他本人接着指出的那样,是指两者的复合物具有主导权;因为欲望本身也并非单独具有主导权,正如自制者所显明的那样,在他们身上欲望虽然也与理智相冲突,但理智占据了上风,这是因为自制者听从理智,而不听从欲望或一般的无理性欲求。
"Φαίνεται δέ γε τὰ δύο ταῦτα κινοῦντα, ἢ ὄρεξις ἢ νοῦς, εἴ τις τὴν φαντασίαν τιθείη ὡς νόησίν τινα." Ὄρεξιν μὲν νῦν τὴν καλουμένην ἄλογον προσαγορεύει, νοῦν δὲ ἀμφιβόλως ἢ μόνην τὴν λογικὴν γνῶσιν ἢ καὶ πᾶσαν τὴν ἀφ’ ἑαυτῆς ἐγειρομένην, καὶ οὐ μόνον ὅταν ὑπὸ τῶν ἔξωθεν τὰ ὄργανα πλήττοιτο, καθάπερ ἔχει ἐπὶ τῆς αἰσθήσεως. ὡς κατὰ τοῦτον τὸν λόγον καὶ τὴν φαντασίαν τήν γε λογικὴν νόησίν τινα εἶναι· ἴσως γὰρ ἡ ἐν τοῖς ἀλόγοις ζῴοις δεῖται πάντως τῆς ὀργάνου τινὸς πληγῆς πρὸς τὴν οἰκείαν ἐνέργειαν. ἐν δὲ τῷ νῷ τῷ κατὰ τὸν λόγον περιείληπται καὶ ἡ βούλησις. ἡ γὰρ φαντασία νῦν ὡς γνωστικὴ μόνον ἐνέργεια εἴληπται, ἀλλ’ οὐχ ὡς καὶ ταῖς ἀλόγοις ὀρέξεσι σύνδρομος· διὸ καὶ ὡς τῇ νοήσει νῦν συνταττομένη καὶ ἀντιδιαιρουμένη πρὸς τὰς ὀρέξεις εἴληπται. ἐν μὲν οὖν ταῖς πρὸς ἄλληλα διαμάχαις τοῦ τε νοητικοῦ καὶ τοῦ ὀρεκτικοῦ ἢ νοῦς κινεῖ, ὡς ἐπὶ τῶν ἐγκρατῶν, ἢ ὄρεξις, ὡς ἐπὶ τῶν ἀκρατῶν· ἐπὶ δέ γε τῶν ἢ τῷ λόγῳ πάντῃ ἑπομένων, ὡς ἐπὶ τῶν σπουδαίων, ἢ τοῖς πάθεσιν ὅλων ἐκδεδομένων τὸ συναμφότερόν ἐστι τὸ κινητικόν. καὶ γὰρ ἐπὶ τῶν ἀκολάστων ὁ λόγος ἑπόμενος τῷ πάθει συνεργεῖ, καὶ ἐπὶ τῶν σωφρόνων ἡ ὄρεξις ἑκουσίως ὑπείκει τῷ λόγῳ. ταῦτα δὴ καὶ ὁ Ἀριστοτέλης φιλοσοφῶν ἐξ ὑποθέσεως ἔφη εἴ τις τὴν φαντασίαν τιθείη ὡς νόησιν διὰ τὸ ἀμφίβολον. ὡς μὲν γὰρ σωματοειδὴς ζωὴ οὐ νόησις, ὡς δὲ καὶ ἀφ’ ἑαυτῆς ἐγειρομένη ποτὲ ταύτῃ πρὸς τὸν λόγον κοινωνοῦσα λέγεται καὶ αὐτὴ νόησις. εἰπὼν οὖν ἢ ὄρεξιν εἶναι τὴν κινοῦσαν ἢ νοῦν, ἐπειδὴ πολλὰς κινεῖται κινήσεις τὰ ζῷα κατὰ φαντασίαν, τὰ μὲν ἄλογα καὶ κατὰ μόνην αὐτήν, τὰ δὲ λογικά, ὅταν ἢ μὴ ἐνεργῇ ἐν αὐτοῖς ὁ λόγος ἢ μὴ κρατῇ τῶν παθῶν, οἷον ἀπολογεῖται, διὰ τί ἢ νοῦν ἔφη ἢ ὄρεξιν. ἀληθὴς γὰρ ὁ λόγος, ἐὰν καὶ τὴν φαντασίαν ὡς νοῦν τιθεῖτο, ἐπεὶ τρία εἶναι δεήσει τὰ κινοῦντα, νοῦν φαντασίαν ὄρεξιν, ἐν τῷ νῷ, ὡς εἴρηται, καὶ τῆς βουλήσεως συνειλημμένης. δεῖ δὲ ὑποστίξαντας ἐν τῇ λέξει μετὰ τὴν ταῖς φαντασίαις οὕτως ἐπαγαγεῖν3 καὶ ἐν τοῖς ἀλόγοις ζῴοις οὐ νόησις οὐδὲ λογισμός ἐστιν, ἀλλὰ φαντασία.
“然而,这两个东西显现为推动者,即欲望或理智,如果人们把表象视作某种思惟的话。” 他现在将所谓的无理性部分称作“欲望”,而将“理智”一词多义地用于指称单单理性的认识,或者也指称所有自发唤起的认识(而不仅仅是在器官被外部事物触动时的认识,正如在感觉中那样)。按照这一说法,至少理性的表象也是某种思惟;因为或许在无理性动物中的表象,为了自身的活动完全需要某种器官的触动。而在依照理性的理智中,意愿也被包含在内。因为表象现在仅被作为认识性的活动来理解,而不是作为与无理性欲望伴同之物来理解;因此它现在被视为与思惟并列,并与欲望相对立。因此,在知解部分与欲求部分的相互交战中,或者由理智推动(如在自制者身上),或者由欲望推动(如在不能自制者身上);但在完全听从理性的人身上(如在善人身上),或者在完全顺从激情的人身上,两者的复合物才是推动者。因为在放荡者身上,理性顺从激情并协助之;而在节制者身上,欲望心甘情愿地服从理性。正是出于这一缘故,亚里士多德在哲学探讨中基于这种多义性,假设性地说了“如果人们把表象视作思惟”。因为作为身体性的生命,表象不是思惟,但作为有时自发唤起之物,在这点上它与理性相通,因而它本身也被称为思惟。因此,在他说过推动者要么是欲望要么是理智之后,既然动物依照表象进行许多运动——无理性动物单单依照表象,而理性动物则在理性于自身中不起作用或未能制伏激情时如此——他就仿佛在为自己为何说是理智或欲望进行辩护。因为若人们把表象也视作理智,这一说法便是真实的;因为〔否则〕推动者将必定有三个:理智、表象、欲望,而在理智中,正如已指出的,意愿也被囊括在内。应当在字句中“在表象中”之后点上断句,然后接着读作:“而在无理性动物中,既没有思惟也没有推理,只有表象。”
- 3.172ὥστε οὐ τὸ ὅλον κύριος ὢν
这是 ὥστε 后接分词 κύριος ὢν 的破格句式(或省略了限定动词 ἐστί)。它承接前文关于理智无法完全随心所欲引发运动的论证,作为结果从句引出“因此[理智]并非拥有完全的主导权”的结论。
- 3.172τὸ δὲ ὡς ἑτέρου τινὸς ὄντος κυρίου οὐχ ὡς τοῦ ὀρεκτικοῦ εἴρηται
一种典型的注疏引用句式:中性冠词引导词组(τὸ δὲ ὡς ἑτέρου τινὸς ὄντος κυρίου)作为主语引用亚里士多德的原文字句(433a1–2),并以后续的述谓从句 οὐχ ὡς τοῦ ὀρεκτικοῦ εἴρηται(“并非是指欲求部分具有主导权”)对其进行限定与解释。
- 3.173δεῖ δὲ ὑποστίξαντας ἐν τῇ λέξει μετὰ τὴν ταῖς φαντασίαις οὕτως ἐπαγαγεῖν
无人称动词 δεῖ 统辖带有通格分词的不定式结构(逻辑主语即读者 ὑποστίξαντας 与不定式 ἐπαγαγεῖν),用于对原文字句断句提出校勘与阅读指示:应当在亚里士多德文本的 ταῖς φαντασίαις 之后加标点,然后再继续读入下文。
