- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:294.15-295.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明“不完全”不仅指个体的缺陷,亦指物种相对于属的欠缺,确立了鼹鼠和牡蛎就其自身物种而言皆属完全,并理清了亚里士多德关于行进器官之结论的句法关联。
διὸ καὶ φθαρτὰ δυνάμει, ἐξ ἀρχῆς οὐκ ὄντα ἅπερ ἐστί. τὰ δὲ ἀτελῆ, ὡς ἔστιν ἐκ τῶν παρ’ αὐτῷ ἑτέρωθι λεγομένων τεκμήρασθαι, φαίνεται καὶ ἐπὶ ὅλα διατείνων εἴδη,1 ὅσα μὴ πάσας ἔχει τὰς αἰσθήσεις, ὡς ἡ ἀσπάλαξ καὶ πορφύρα, κἂν ᾖ πορευτικά. πῶς οὖν ἐν τοῖς ὅλοις εἴδεσι τὸ παρὰ φύσιν; τὸ γὰρ ἐλλιπὲς παρὰ φύσιν. ἢ τὸ ἀτελές, ὡς καὶ ἤδη εἴρηται, τὸ μὲν λέγεται ὡς πρὸς τὸ εἶδος, ὥσπερ τὸν τυφλόν φαμεν ἀτελῆ πρὸς αὐτὸ τὸ ἀνθρώπειον ἀποβλέποντες εἶδος ὄμμασι χρώμενον, τὸ δὲ ὡς πρὸς τὸ γένος τὸ προσεχές, ὅτε καὶ τὸ εἶδος ἀτελές φαμεν τὸ κατά τι ἐλλεῖπον ὧν τὸ προσεχὲς γένος πέφυκεν ἔχειν. οὕτω γὰρ τὴν ἀσπάλακα ἀτελῆ λέγομεν πρὸς τὸ πορευτικὸν ἀποβλέποντες τῶν ζῴων γένος, ἐν ᾧ πέφυκε καὶ ἡ ὀπτικὴ ὑπάρχειν δύναμις. ἐλλείπουσα οὖν ταύτης ἡ ἀσπάλαξ ἀτελὴς ὡς πρὸς τὸ γένος λέγεται, ἀλλ’ οὐχ ὡς τοῦ εἴδους πεφυκότος μὲν ἔχειν, μὴ ἔχοντος δέ. τὸ γὰρ πορευτικὸν ἐπεφύκει, ἀλλ’ οὐχὶ τὸ ἴδιον τῆς ἀσπάλακος εἶδος, ἐπεὶ ὡς πρὸς τὸ οἰκεῖον εἶδος τελεία ἅπασα ἀσπάλαξ ἡ μόνων ὀμμάτων ἐστερημένη.2 οὕτω γοῦν καὶ τὰ ὄστρεα τέλεια δείκνυσιν ὁ Ἀριστοτέλης· τέλεια γὰρ τὰ τοιαῦτά φησι τῶν ζῴων. καὶ τοῦτο ὑπέμνησε διὰ τῆς ἀκμῆς τε καὶ φθίσεως καὶ γεννήσεως, αἵτινες κινήσεις εἰσὶν ὑπὸ τῆς φυτικῆς ἐνδιδόμεναι ζωῆς· ἃς ἔχοντα καὶ τὰ τοιαῦτα ζῷα οὐκ ἂν τοῦ κατὰ φύσιν ἔχειν ἐλλείποι· τὸ γὰρ κατὰ φύσιν καὶ παρὰ φύσιν μάλιστα εἰς τὴν φυτικὴν ἀποβλέποντες ζωὴν κρίνομεν. ὅτι γὰρ καὶ ζῷα, δηλοῖ αἴσθησίν τινα ἔχοντα καὶ τὰ ὄστρεα. πολλῷ δὴ οὖν μειζόνως τέλειον ἔσται καὶ τὸ τῆς ἀσπάλακος εἶδος ὡς καὶ πορευτικὸν καὶ πλείοσι χρώμενον αἰσθήσεσιν, ἀλλ’ ὡς πρὸς τὸ ὅλον γένος τὸ πορευτικὸν παραβαλλόμενον ἀτελὲς λέγεται. ἀκμὴν μὲν οὖν καὶ φθίσιν ὡμολογημένως ἔχει καὶ τὰ ὄστρεα, τὸ δὲ γεννητικὸν οὐ δοκεῖ, εἰ μὴ ἄρα, ὡς καὶ τῶν φυτῶν ἔνια οὐ τῷ καρποφορεῖν ἀλλὰ τοῖς ἀπομεριζομένοις κλάδοις τὸ γόνιμον ἔχει, οὕτω καὶ τὰ τοιαῦτα τῶν ζῴων ὑγρότητί τινι ἀφιεμένῃ ἀπ’ αὐτῶν πρὸς τὴν τῶν ὁμοίων γέννησιν ἐπιτηδείαν ἀποτελεῖ τὴν δεχομένην γῆν· εἰ μὴ ἄρα καὶ γόνιμα μέν, οὐ πάντως δὲ τοῦ ὁμοίου, ὥσπερ μυῖα λέγεται σκωλήκων εἶναι γεννητική, ἀλλ’ οὐχὶ μυιῶν. συμπεραίνεται οὖν καλῶς, ὡς εἶχεν ἂν καὶ τὰ ὀργανικὰ μέρη τῆς πορείας, πρὸς τὴν λέξιν ἀποδιδοὺς τὸ συμπέρασμα τὴν εἰ οὖν ἡ φύσις μήτε ποιεῖ μάτην μηδὲν μήτε ἀπολείπει τῶν ἀναγκαίων.3 ἐν γὰρ τῷ μέσῳ ὑπομνήσας, ὅτι τέλεια κατὰ φύσιν καὶ τὰ τοιαῦτα, ὡς διὰ μακροῦ ἀποδιδοὺς τῷ ὥστε ἐχρήσατο.
因此[个体]在潜能上也是可毁灭的,并非从一开始就是它们之所是。但对于“不完全之物”,正如从他在别处的论述中所能推测的那样,他似乎将[这一用语]甚至扩展到整个物种——凡是不具备全部感觉的物种,如鼹鼠和骨螺,即便它们能行进。那么,在整个物种中怎么会有违反自然之事呢?因为欠缺之物是违反自然的。或者,正如前文已指出的那样,“不完全”一方面是相对于物种而言的,正如我们着眼于使用眼睛的人类物种本身而称盲人为不完全一样;另一方面则是相对于近邻属而言的,此时我们也将某个在近邻属自然拥有的属性上有所欠缺的物种称为不完全。因为正是这样,我们着眼于具有行进能力的动物属(其中视觉能力也自然属于它),才称鼹鼠是不完全的。因此,欠缺这种[视觉能力的]鼹鼠是相对于属被称为不完全的,而不是说它的物种自然拥有这一能力却缺乏之。因为自然拥有它的是行进属,而非鼹鼠特有的物种;因为相对于自身特有的物种而言,每一只仅仅被剥夺了眼睛的鼹鼠都是完全的。至少亚里士多德也正是以此证明牡蛎是完全的;因为他说这类动物是完全的。他通过成熟、衰亡和繁衍提醒了这一点,这些是由植物性生命赋予的运动;具备这些运动的此类动物,在顺应自然的状态上绝不会有所欠缺;因为我们主要通过着眼于植物性生命来判定顺应自然与违反自然。因为牡蛎也具备某种感觉,这就表明它们同样是动物。因此,鼹鼠的物种作为既能行进又使用更多感觉的物种,更是完全的,但当与整个行进属相比较时,它被称为不完全。牡蛎公认具有成熟与衰亡,但似乎不具有繁衍能力;除非正如某些植物不是通过结果实、而是通过分离的枝条具有繁衍力一样,此类动物也通过从自身排出的某种湿气,使接收它的泥土适宜于繁衍同类;又或者它们固然具有繁衍力,却未必繁衍同类,正如人们说苍蝇生蛆而非生苍蝇一样。因此,他妥当地得出结论说,它本来也会具有行进的器官部分,将结论对应于“如果自然既不做无用之事,也不缺乏必要之物”这一句式;因为在中间提醒了此类事物依照自然也是完全的之后,他使用“以至于”仿佛是经过漫长间断后作出的呼应。
- 3.171φαίνεται καὶ ἐπὶ ὅλα διατείνων εἴδη
分词 διατείνων 作为 φαίνεται 的主格补语分词("他显得将[该词]扩展至整个物种"),句中承前省略了主语(亚里士多德),表示他在语用上将“不完全”的范畴扩展至整个物种。
- 3.171ἐπεὶ ὡς πρὸς τὸ οἰκεῖον εἶδος τελεία ἅπασα ἀσπάλαξ ἡ μόνων ὀμμάτων ἐστερημένη
分词短语 ἡ μόνων ὀμμάτων ἐστερημένη 是修饰主语 ἅπασα ἀσπάλαξ 的限定性定语("仅被剥夺了眼睛的每一只鼹鼠"),支配剥夺属格 μόνων ὀμμάτων。
- 3.171πρὸς τὴν λέξιν ἀποδιδοὺς τὸ συμπέρασμα τὴν εἰ οὖν ἡ φύσις μήτε ποιεῖ μάτην μηδὲν μήτε ἀπολείπει τῶν ἀναγκαίων
分词 ἀποδιδούς 修饰 συμπεραίνεται 的主语(亚里士多德)。在古代注疏语法术语中,ἀποδίδωμι 表示在长插入语之后将后承或结论与前件(此处即 τὴν λέξιν τὴν εἰ οὖν...)相呼应配合。定冠词 τὴν 修饰并限定了与直接引语同格的 λέξιν。
