← 辛普里丘

亚里士多德《论灵魂》注释

§293.19-294.15

感觉能力非空间运动原因与定居动物

辛普里修阐释432b19,根据定居动物的存在以及感觉与表象能力的递降序列,论证感觉能力并非空间运动的原因。他还驳斥了仅将不运动归咎于器官缺失的观点,证明自然绝不会使整个物种缺乏必要的器官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.171#1

" Ὁμοίως οὐδὲ τὸ αἰσθητικόν· πολλὰ γάρ ἐστι τῶν ζῴων, ἃ αἴσθησιν μὲν ἔχει, μόνιμα δέ ἐστι καὶ ἀκίνητα διὰ τέλους." Οὐδὲ τὸ αἰσθητικὸν βούλεται ὥσπερ οὐδὲ τὸ φυτικὸν εἶναι τῆς καθ’ ὁρμὴν αἴτιον κινήσεως. ᾗ αἰσθητικὸν γὰρ τοῦ παρόντος ἐστὶ μόνον γνωριστικὸν καὶ οὔτε τοῦ παρῳχηκότος οὔτε τοῦ μέλλοντος· τὸ δὲ φανταστικὸν ὅταν ἐναργέστερον τῷ αἰσθητικῷ παρῇ, ἵνα τῇ μνήμῃ τοῦ προτέρου ἐπὶ ζήτησιν τοῦ ὁμοίου φέρηται, κατὰ τοῦτο κινεῖται. εἰ δὲ τῷ ὑποκειμένῳ ταὐτὸν τὸ αἰσθητικὸν τῷ φανταστικῷ, ἀμυδρουμένῳ τούτῳ κατὰ φύσιν συνημυδρῶσθαι κἀκεῖνο ἀνάγκη. ἐναργὴς δὲ ἐν τοῖς ζῴοις τῆς φαντασίας ὕφεσις. ἵνα γὰρ τὴν ἐν τοῖς λογικοῖς ἀφῶμεν νῦν, ἀλλ’ ἡ ἐν τοῖς ἀλόγοις ἡ μὲν οἵα καὶ συνεθίζεσθαι ἱκανὴ καὶ μανθάνειν ὡς ἡ κυνῶν καὶ ἵππων καὶ ἄρκτων, ἡ δὲ τούτου μὲν ἀπολειπομένη, μνήμην δὲ ὡρισμένην ἔχουσα, ὡς μέλισσαι ἐπὶ τὰ συνήθη ἄνθη καὶ τοὺς οἰκείους φερόμεναι σίμβλους, ἡ δὲ ἀόριστον ἔχουσα μνήμην τοῦ ὀρεκτοῦ ὡς ἡ εὐλῶν ἐπ’ οὐδένα κινουμένων ὡρισμένον τόπον, ἡ δὲ οὐδὲ μνήμην ὅλως τοῦ προτέρου οὖσαν, ἀλλ’ ὡς πρὸς ὀρεκτὸν μόνον ἀποτεινομένη,1 ὁποία ἡ ἐν ὀστρέοις. εἰ γὰρ καὶ μὴ παρούσης τῆς τροφῆς κέχηνε ποθοῦντα αὐτήν, εἴη ἂν καὶ ἐν τούτοις ἀμυδρὰ φαντασία ὡς τροφῆς· κάρφους γοῦν ἐμβληθέντος μύει ὡς διὰ τὴν τροφὴν κεχηνὸς τέως. ἀλλὰ καὶ τὸ αἰσθητικὸν ἠμύδρωται ἐν αὐτοῖς, ἐναργῶς μὲν ὡς τῶν κρειττόνων τριῶν ἀπολειπομένοις αἰσθήσεων, εἰ δὲ συναμυδροῦται τῇ φαντασίᾳ καὶ ἡ αἴσθησις, καὶ τὸ γευστικόν τε καὶ ἁπτικόν. ἐκεῖνο τέως ὡμολόγηται, ὅτι οὐχ ᾗ αἰσθητικὰ πορεύεται τὰ ζῷα· ἦ γὰρ ἄν καὶ τὰ ὄστρεα. ἄτοπον γὰρ μόνα αἰτιᾶσθαι ὡς μὴ παρόντα αὐτοῖς πορευτικὰ ὄργανα, ὡς δυνάμεως μὲν ὑπαρχούσης ἐν αὐτοῖς κινητικῆς, οὐ κινούσης δὲ διὰ τὴν τῶν ὀργάνων ἀπουσίαν. παρὰ φύσιν γὰρ καὶ ποτὲ καὶ τισὶν ἡ τῶν οἰκείων ταῖς δυνάμεσιν ὀργάνων ἔλλειψις· οὐδὲν δὲ ὅλοις εἴδεσιν ἀϊδίοις οὖσι καὶ κατὰ φύσιν ὑφισταμένοις παρὰ φύσιν, εἴ γε τῷ κατὰ φύσιν τὸ παρὰ φύσιν ἐναντίον. ἐν οἷς οὖν μὴ τέλεον τὸ κατὰ φύσιν·2 ἐν δὲ τοῖς ὅλοις καὶ ἀϊδίοις πάντῃ καὶ τέλεον. διὸ οὔτε περιττόν τι ἐν τοῖς ὅλοις γίνεται οὔτε ἐλλείπει τι τῶν ἀναγκαίων. πλήν, φησίν, ἐν τοῖς πηρώμασι καὶ ἀτελέσιν, ὡς ἐν τούτοις ἐλλειπούσης τῆς φύσεως εἰς τὸ τὰ ἀναγκαῖα πάντως ἀποδιδόναι. ἐν μὲν οὖν τοῖς πηρώμασιν οὐ θαυμαστόν· πηροῦται γὰρ οὐ τὰ ὅλα εἴδη, ἀλλὰ ποτὲ καὶ τινὰ τῶν ὑπὸ τὰ εἴδη ἀτόμων, ἐν οἷς οὐκ ἔστι τὸ κατὰ φύσιν τέλεον, ἀλλά πως καὶ τὸ παρὰ φύσιν αὐτοῖς παρυφίσταται.

“同样,感觉能力也不是[原因];因为动物中有许多虽然具有感觉,却始终静止且不动。” 他认为感觉能力正如植物性能力一样,不是顺应冲动的运动的原因。因为在作为具感觉能力的限度内,它仅仅认知现在之物,既不认知过去之物,也不认知未来之物;而当表象能力更清晰地伴随感觉能力出现,以至于通过对先前之物的记忆而奔向对类似之物的探寻时,[动物]才依此而被推动。但如果感觉能力在底层基质上与表象能力相同,那么当表象能力暗淡时,感觉能力自然也必然随之一同暗淡。而在动物中表象的衰退是显而易见的。因为暂且搁下理性存在者中的表象不谈,非理性动物中的表象,一种是既能养成习惯又能学习的,如狗、马和熊的表象;另一种虽然不及此,却拥有确定的记忆,如蜜蜂飞向习惯的花朵和专属的蜂箱;另一种拥有对欲望对象的不确定记忆,如蛆并不朝向任何确定的地点运动;还有一种则根本不作为对先前之物的记忆而存在,而只是指向欲望的对象,正如牡蛎中的表象那样。因为如果在食物不在场时它们也因渴求食物而张开嘴,那么在它们之中也会有对食物的模糊表象;至少当掷入草屑时它就会闭合,仿佛它此前是为了食物而张开嘴的一样。但在它们身上感觉能力也变暗淡了,显然在于它们缺少了较高的三种感觉,而如果感觉与表象一同变暗淡,那么味觉与触觉也变暗淡了。无论如何,这一点已被公认:动物并不是在作为具感觉能力的限度内行进的;否则牡蛎也[行进]了。因为若是仅仅归咎于行进器官的不在场,仿佛运动潜能存在于它们之中、却因缺乏器官而不推动〔它们〕,那是荒谬的。因为专属于潜能的器官的缺失是违反自然的,只是在某些时候发生于某些个体;但对于整体且永恒并依照自然成立的物种而言,没有任何东西是违反自然的,只要违反自然之物确实与依照自然之物相对立。因此,[违反自然之物所发生的,]是在那些顺应自然的状态并不完全的事物中;而在整体且永恒的事物中,它在各方面都是完全的。因此,在整体的事物中既不产生任何多余之物,也不缺乏任何必要之物。“除非,”他说,“是在畸形和不完全之物中”,仿佛在这些事物中自然在必然赋予必要之物方面有所缺失。那么,在畸形之物中不足为奇;因为并不是整个物种受畸变,而只是在某些时候物种下的某些个体受畸变,在它们身上顺应自然的状态并不完全,而是违反自然的状态也在某种程度上伴随它们而生。

语法注2 条
  1. 3.171οὐδὲ μνήμην ὅλως τοῦ προτέρου οὖσαν, ἀλλ’ ὡς πρὸς ὀρεκτὸν μόνον ἀποτεινομένη

    在对应于 ἡ δέ(表象)的表述中,宾格分词 οὖσαν 与主格分词 ἀποτεινομένη 并置。前者的 οὖσαν 与 μνήμην 一致,作为表语性分词发挥作用(“甚至根本不作为记忆而存在”),而后者的主格 ἀποτεινομένη 则直接修饰主语表象(ἡ δέ)。

  2. 3.171ἐν οἷς οὖν μὴ τέλεον τὸ κατὰ φύσιν

    承接前文关于 παρὰ φύσιν... ἔλλειψις(违背自然的缺失)的讨论,此句是一个省略了主句谓语(以及如 παρὰ φύσιν γίνεται 等述语)的简略句。需补足理解为:“因此,[违背自然之事发生]是在那些顺应自然的状态并不完全的事物中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:293.19-294.15