- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:292.1-293.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解亚里士多德《论灵魂》432b13及以下部分,考察了在探究空间运动原因时排除植物性生命的理据(缺乏对目的的认知性预知、缺乏行进器官以及扎根大地),并将“伴随表象或欲望”这一表述解释为欲望的内部划分。
" Ἀλλὰ περὶ τῆς κατὰ τόπον κινήσεως, τί τὸ κινοῦν τὸ ζῷον τὴν πορευτικὴν κίνησιν, σκεπτέον." Πολλὴ ἡμῖν ἡ σαφήνεια καὶ ἡ εὐπορία ἐν ταῖς ζητήσεσι περιγίνεται ἐκ τῆς τῶν ἀντικειμένων παραθέσεως. ᾗ καὶ νῦν χρῆται ὁ φιλόσοφος, τίνες αἱ μὴ κινοῦσαι κατὰ τόπον ζωαὶ προεκτιθέμενος, ἵνα ἐκ τῆς πρὸς ταύτας παραβολῆς ῥᾷον τὴν κινοῦσαν κατὰ τόπον εὕρωμεν, ἣν δὴ πορευτικὴν ἔφη ὡς οὐχ ἁπλῶς οὖσαν τοπικήν, ἀλλὰ ζωτικῶς τοπικήν· τὸ γὰρ πορεύεσθαι μεθ’ ὁρμῆς. καὶ τέως ὅτι οὐχ ἡ φυτικὴ ψυχὴ κινεῖ κατὰ τόπον ἐπιδείκνυσι, τὴν πορευτικὴν βουλόμενος κίνησιν ἕνεκά του πάντως γίνεσθαι· οὐχ ὡς τῆς αὐξήσεως ἢ τῆς θρέψεως μὴ ἕνεκά του γινομένων (πρός τι γὰρ τέλος πᾶσα κίνησις ἡ κατὰ φύσιν φέρει), ἀλλ’ ἢ τὸ ὅλον τοῦτο συναπτέον, ὡς ἕνεκά του ἡ πορεία γίνεται καὶ ἢ μετὰ φαντασίας ἢ ὀρέξεως, ἵνα μὴ ἰδίᾳ τὸ ἕνεκά του κατηγορῶμεν τῆς πορείας, ἀλλὰ τὸ ὅλον τοῦτο ἕνεκά του μετὰ φαντασίας ἢ ὀρέξεως, ἢ εἰ τοῦτο βίαιον δοκεῖ διὰ τὸν καὶ σύνδεσμον παρεμβεβλημένον ἐν τῷ καὶ ἢ μετὰ φαντασίας (δοκεῖ γὰρ ὁ σύνδεσμος οὗτος ἀφορμὴν ἑτέρου παρέχεσθαι ἐπιχειρήματος), αὐτὸ τὸ ἕνεκά του νῦν οὕτως ἀκουστέον,1 ὡς γνωστικῶς διοριζόμενον ἀπὸ τοῦ οὗ ἕνεκα, ἵνα τὸ πορευόμενον τὸ τέλος προφαντασθὲν ἢ νοῆσαν ὡς ἕνεκά του τὴν πρὸς αὐτὸ κίνησιν παραλαμβάνῃ. τὸ δὴ οὕτως ἕνεκά του οὐχ ὑπάρξει τοῖς φυτικῶς κινουμένοις πάντως· καὶ ἔσται ἡμῖν ἕτερον ἐπιχείρημα τὸ καὶ ἢ μετὰ φαντασίας ἢ ὀρέξεώς ἐστιν. ἡ δὲ ἀντίθεσις δοκεῖ μοι οὐχ ἁπλῶς γνώσεως καὶ ὀρέξεως εἶναι, διότι γνωστικὸν ὄνομα ἡ φαντασία (πάντως γὰρ καὶ ὀρεκτικὸν καὶ γνωστικὸν τὸ κινοῦν), ἀλλὰ τῆς ὀρέξεώς μοι δοκεῖ εἶναι διαίρεσις, ἢ φανταστικῆς οὔσης, ὅπερ δηλοῖ τὸ μετὰ φαντασίας, ἢ λογικῆς, ὡς ἐπὶ τῶν κατὰ διάνοιαν καὶ λόγον κινουμένων, διὰ βουλήσεως ἅμα καὶ λογικῆς γνώσεως κἀκείνων κινουμένων καὶ οὐκέτι φαντασίᾳ ἑπομένων. σαφῶς γὰρ καὶ αὐτὸς ἐπήγαγε μηδὲν κινεῖσθαι μὴ ὀρεγόμενον· ὥστε καὶ τὸ μετὰ φαντασίας κινούμενον ὀρεγόμενον κινεῖται. οὐκοῦν καὶ εὐλαὶ καὶ κάμπαι κινοῦνται οὔπω ἔχουσαι τὸ ὀρεκτὸν παρόν, ἀλλ’ ἵνα τύχωσιν αὐτοῦ. εἰ δὲ τοῦτο, καὶ προφαντάζονται αὐτό, ἵνα καὶ ὀρεχθῶσιν· οὐ γὰρ αἰσθάνονται μήπω παρόντος· ἀλλὰ διὰ τὸ ἀόριστον αὐτῶν τῆς φαντασίας πολλαχοῦ καὶ ὁ Ἀριστοτέλης καὶ ἐν τούτοις ὁ φιλόσοφος Πλούταρχος οὐκ ἀξιοῖ φαντασίαν τοῖς τοιούτοις ἀποδιδόναι ζῴοις, τὸ τῆς φαντασίας ὄνομα οὐκ ἐπὶ τῆς ὡρισμένης μόνης φέρων, ἀλλὰ καὶ ἐπὶ τῆς διδάσκεσθαι δυναμένης. διὸ οὐδὲ τὴν μέλιτταν λέγει ὁ Ἀριστοτέλης ἔχειν φαντασίαν, καίτοι ὡρισμένην ἔχουσαν. οὐδὲν γάρ, φησί, μὴ ὀρεγόμενον ἢ φεῦγον κινεῖται, ὄρεξιν νῦν τὴν ὡς διωκτοῦ μόνου προσαγορεύων, ἐπεὶ καὶ ἡ τοῦ φευκτοῦ ἀποστροφὴ ὄρεξίς τίς ἐστιν αὐτὸ τοῦτο φυγεῖν ἐφιεμένη. τὸ δὲ ἀλλ’ ἢ βίᾳ πρόσκειται, ἐπειδὴ ἔνια τῶν ζῴων ἀκουσίως ἑλκόμενα καὶ οὐ καθ’ ὁρμὴν ἰδίαν κινεῖται. τοῦ δὲ αὐτοῦ δεικτικὸν τοῦ μὴ τὴν φυτικὴν ζωὴν αἰτίαν εἶναι τῆς κατὰ τόπον κινήσεως καὶ τὸ τὰ φυτὰ μὴ ἔχειν ὄργανα πορευτικά.2 οἰκεῖα γὰρ ἀεὶ ταῖς δυνάμεσιν ἀποδίδοται ὄργανα· ὥστε εἰ ἡ φυτικὴ ζωὴ κινητικὴ κατὰ τόπον ἦν δύναμις, εἶχεν ἂν καὶ ὄργανα προσήκοντα τῇ δυνάμει. ἐπεὶ οὖν οὐκ ἔχει (οὔτε γὰρ καθ’ ὅλον οὔτε κατὰ μόρια πέφυκε κινεῖσθαι), δῆλον ὡς οὐδὲ ἡ οἰκεία αὐτῶν ζωὴ κινητικὴν τοιαύτην ἕξει δύναμιν· οὐ γὰρ ἂν ἐνέλειψεν ἐπὶ ὅλου γένους ἡ φύσις, ὡς παρὰ φύσιν αὐτοῖς τὰ ὄργανα ἐλλείπειν. εἰ δέ τις τὴν αἰτίαν ζητοίη, διὰ τί τὰ φυτὰ οὐ δεῖται κατὰ τόπον κινεῖσθαι, ἐπειδή, φησιν Ἀριστοτέλης, τῇ γῇ ἐρριζωμένα ἔχει παροῦσαν ἀεὶ τὴν τροφήν. τί οὖν ἄρα ἐπὶ τῶν τελειότερον ζώντων οὐχὶ μᾶλλον ἡ φύσις τοῦτο ἐπετήδευσεν τὸ ἀπραγμόνως καὶ ἄνευ κινήσεως τρέφεσθαι; διότι, φήσω, τελειοτέραν ἔχει ζωὴν καὶ οὐχὶ κατὰ τὸ τρέφεσθαι μόνον ἀφοριζομένην, ἀλλὰ καὶ κατὰ ἄλλας αἰσθητικὰς καὶ φανταστικὰς καὶ λογικὰς ζωάς, καὶ αὐτὸ δὴ τοῦτο τὰς ἐπ’ ἄλλα καὶ ἄλλα φερούσας καὶ οἷον πλείω πραττούσας. ταῖς δὲ τοιαύταις τὸ μὴ κατερριζῶσθαι προσήκει· οὐ γὰρ ἂν πλείω ἔπραττεν ἢ ἐπὶ πολλὰ ἐφέρετο. καὶ σκόπει ὅπως ἡ τῆς φυτικῆς ζωῆς ὡς μὴ κινούσης κατὰ τόπον παράθεσις ἀφορμὰς ἡμῖν πρὸς εὕρεσιν τῆς οὕτω κινούσης παρέσχετο. εἰ γὰρ ἡ φυτικὴ διὰ τοῦτο οὐ κινεῖ, διὰ τὸ μὴ προγινώσκειν τὸ τέλος μηδὲ ὀρεκτικὴν ἔχειν ζωήν, δῆλον ὡς τῇ κινούσῃ πάντως ὑπάρχειν ταύτας δεῖ τὰς δυνάμεις.
“但是关于空间运动,必须考察是什么在行进运动中推动动物。” 在探究中,通过对立事物的并置,我们获得了极大的明晰性和充分的途径。哲学家[亚里士多德]现在也运用了这一点,预先阐明哪些生命不在空间上推动,以便通过与这些生命的比较,我们能够更容易地发现那在空间上推动的生命,他确实称之为“行进的”,因为它不是单纯的空间运动,而是生命性质的空间运动;因为行进是伴随着冲动的。并且他暂时论证了植物性灵魂不在空间上推动,意在说明行进运动必然为了某物而产生;这并不是因为生长或滋养不是为了某物而产生(因为所有顺应自然的运动都朝向某个目的),而是或者必须将这整个表述结合起来,即行进是为了某物并且要么伴随表象要么伴随欲望而产生,从而我们不单独将“为了某物”归属于行进,而是将“伴随表象或欲望而为了某物”这整个表述归属于它;或者,如果在“并且要么伴随表象”中插入的连词“并且”使得这种看法显得牵强(因为这个连词似乎提供了另一个论证的由头),那么“为了某物”本身现在就必须这样来理解,即它是从目的出发以认识的方式被界定的,以便行进行动者在预先表象或思想了目的之后,作为为了某物而承担朝向它的运动。因此,以这种方式的“为了某物”绝不会属于以植物方式被推动的事物;而“并且它是伴随表象或欲望的”对我们而言将成为另一个论证。在我看来,这种对立并非单纯是认识与欲望的对立,因为表象是一个认识性的名称(因为推动者必然既是具欲求性的又是具认识性的),而是欲望本身的区分,或者它是具表象性的——这正是“伴随表象”所表明的——或者它是理性的,正如在依凭思想和理性而被推动的事物中那样,那些事物也是通过意愿与理性认识同时被推动,而不再遵循表象。因为他[亚里士多德]自己也明确补充道,没有任何事物在没有欲望的情况下被推动;以至于伴随表象被推动的事物也是怀有欲望而被推动的。因此,蛆和幼虫在欲望的对象尚未在场时也运动,为的是获得它。如果这是真的,它们也预先表象它,以便也能欲望它;因为它们并不感觉尚未在场之物;但由于它们的表象是不确定的,亚里士多德在许多地方以及在此语境中的哲学家普鲁塔克,都不认为应该赋予此类动物以表象,他们使用表象这个名称不是指仅仅确定的表象,而是指也能够被教导的表象。因此亚里士多德说连蜜蜂也没有表象,尽管它拥有确定的表象。因为他说:“没有任何事物在不欲望或不躲避的情况下被推动”,他现在只是把针对追求对象的欲望称为欲望,因为对躲避对象的厌弃也是一种旨在躲避此物本身的某种欲望。而“除非出于强力”这一补充,是因为某些动物是非自愿地被拖拽,而不是依照其自身的冲动而运动。表明植物性生命并非空间运动之原因的同一证据,还在于植物没有行进器官。因为器官总是作为专属之物分配给各种潜能的;因此,如果植物性生命是能在空间上推动的潜能,它也就会拥有适合该潜能的器官。既然〔植物〕并不拥有(因为无论就整体而言还是就各部分而言,它们天生都不是运动的),显然它们特有的生命也不会拥有这样一种推动潜能;因为自然不会在整个属上发生匮乏,以至于器官违背自然地在它们身上缺失。如果有人探究植物为何不需要在空间上运动的原因,那是因为正如亚里士多德所说,由于扎根于大地,它们的养料总是现成的。那么,在更完美地生活的存在者身上,自然为何不宁可安排这一点,即无忧无虑且无须运动地得到滋养呢?我会说,这是因为它们拥有更完美的生命,不仅依据得到滋养本身来界定,而且依据其他感觉的、表象的和理性的生命,即正是因此而导向不同事物并可以说从事更多事情的生命来界定。对于这样的生命而言,不扎根是适宜的;因为如果扎了根,它们就不会从事更多的事情,也不会奔向众多事物了。且看将植物性生命作为不在空间上推动的生命进行并置,为我们发现那如此推动的生命提供了怎样的端绪。因为,如果植物性生命正是因为不预知目的也没有欲求性生命而不推动,那么显然,对于推动者而言,必然要具备这些潜能。
- 3.170ἀλλ’ ἢ τὸ ὅλον τοῦτο συναπτέον ... ἢ εἰ τοῦτο βίαιον δοκεῖ ... αὐτὸ τὸ ἕνεκά του νῦν οὕτως ἀκουστέον
由“ἤ... ἤ...”(或者……或者……)构成的相关析取句结构。前一个析取支的核心是动词性形容词短语“τὸ ὅλον τοῦτο συναπτέον”,后一个析取支的主句核心是“αὐτὸ τὸ ἕνεκά του νῦν οὕτως ἀκουστέον”。此处呈现了对亚里士多德原文“ἕνεκά του πάντως γίνεσθαι καὶ ἢ μετὰ φαντασίας ἢ ὀρέξεως”是作为一个复合命题来读,还是作为两个独立论据来读的句法诠释分歧。
- 3.170τοῦ δὲ αὐτοῦ δεικτικὸν τοῦ μὴ τὴν φυτικὴν ζωὴν αἰτίαν εἶναι τῆς κατὰ τόπον κινήσεως καὶ τὸ τὰ φυτὰ μὴ ἔχειν ὄργανα πορευτικά
主谓倒装结构。主语是带冠词的不定式短语“τὸ τὰ φυτὰ μὴ ἔχειν ὄργανα πορευτικά”(植物不具有行进器官这一事实),谓语是形容词“δεικτικόν”(表明……的)。前面的属格短语“τοῦ δὲ αὐτοῦ”以及与之同格的“τοῦ μὴ τὴν φυτικὴν ζωὴν αἰτίαν εἶναι...”作为形容词“δεικτικόν”所要求的宾格性属格,修饰该谓语。
