- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:290.24-291.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了将构想、欲求与运动能力视为在空间上分离的灵魂部分所面临的疑难,并通过将其与植物性运动以及呼吸、睡眠等生命功能相对照,考察了位置运动的原因。
ἢ διότι1 πολλὴν μὲν κοινωνίαν πρὸς τὸ αἰσθητικὸν ἐμφαίνει, ἐπειδὴ κατὰ τύπους ἀεὶ μεριστοὺς καὶ τοῖς αἰσθητοῖς ὁμοίους ἐνεργεῖ, καὶ ἐπειδήπερ σωματοειδής ἐστι καὶ ἡ φαντασία γνῶσις, διὰ τοῦτο ταὐτὸν ἂν εἴη τῷ ὑποκειμένῳ τῷ αἰσθητικῷ τὸ φανταστικόν, ὡς καὶ αὐτῷ μᾶλλον ἐδόκει· ἐπειδὴ δὲ οὐκέτι παρόντων ἐδεῖτο τῶν αἰσθητῶν πάντως μετὰ τὴν πρώτην κίνησιν πρὸς τὴν γνωστικὴν αὐτῶν ἐνέργειαν, ἀλλὰ καὶ πολὺ ἔχει τὸ ἐφ’ ἡμῖν, ὅταν αὐτὴν προβάλλειν ἐθέλωμεν, ταύτῃ κοινωνίαν πολλὴν πρὸς τὴν λογικὴν δύναμιν ἐμφαίνει. ἔχει δὲ καὶ τὸ μέσον δόξης τε καὶ αἰσθήσεως, καθ’ ὃ καὶ ὁ Πλάτων ἐν συμπλοκῇ τούτων ἀμφοτέρων τὴν φαντασίαν ἐτίθετο ὡς διὰ τὴν μεσότητα πρὸς ἑκατέραν κοινωνοῦσαν. εἰκότως οὖν ἄπορον γίνεται τοῖς μὴ αὐτόθεν πάντα δι’ ἀλλήλων χωρεῖν τὰ μόρια τῆς ψυχῆς βουλομένοις, ἀλλὰ τοπικῶς διϊστῶσι, πότερον καὶ τοῦτο ἀπὸ αἰσθήσεώς τε καὶ δόξης διέστηκεν, ἢ ὁποτερῳοῦν αὐτῶν τῷ ὑποκειμένῳ ταὐτὸν τυγχάνει ὄν. τὸ γὰρ ὀρεκτικὸν ἐναργῶς τῷ λόγῳ ἐστὶν ἕτερον, ὡς καὶ ἡ ἐνέργεια αὐτοῦ δηλοῖ καὶ ἡ τῶν ἐνεργειῶν ἀποδοτικὴ δύναμις· διὸ καὶ πρόσκειται τῷ λόγῳ ἡ δύναμις. οὔτε γὰρ τῷ γνωστικῷ ταὐτόν, οὐκ ὂν κριτικὸν ἢ ὀρεκτικόν,2 οὔτε τῷ θρεπτικῷ· τοῦτο μὲν γὰρ οὐδαμῶς γνωστικόν, τὸ δὲ ὀρεκτικὸν πάντως μετὰ γνώσεως. καὶ ὡμολογημένως τοῦτο οὐ κεχώρισται τῷ ὑποκειμένῳ οὔτε τοῦ λόγου οὔτε τοῦ φανταστικοῦ. καὶ γὰρ ἐν τῷ λόγῳ ἔστι τις ὄρεξις ἡ βούλησις, καὶ ἐν τῷ φανταστικῷ ἡ θυμοειδής τε καὶ ἐπιθυμητική. οὐδὲ γὰρ οἷόν τε ἄνευ γνώσεως, ὡς εἴρηται, ὀρέγεσθαι· διὸ γνώσει τινὶ πάντως συνυπάρχει. ἄτοπον οὖν καλῶς ἀποφαίνεται τὸ διασπᾶν τὸ ὀρεκτικὸν ἀπὸ τῶν ἄλλων. ἐναργῶς γὰρ τοῖς γνωστικοῖς συνυφίσταται, ὁ δὲ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ αὐτόθεν εἰσὶν ὀρέξεις. καὶ αὐτὸ δὲ τὸ κινητικὸν τῆς ψυχῆς τοῖς οὕτω χωρίζουσι τὰ τῆς ψυχῆς μόρια ἀπορίαν παρέχεται. καθάπερ γὰρ τὸ ὀρεκτικὸν ἔν τε τῷ λόγῳ καὶ ἐν τῇ φαντασίᾳ ἐφαίνετο, οὕτω καὶ τὸ κινητικόν, ὀρεκτικὸν ὂν μετὰ γνώσεως, ὡς ἐρεῖ, λογικὸν ἔσται ἢ φανταστικὸν μετὰ τῆς συστοίχου ἑαυτῷ γνώσεως ἑκάτερον· ὥστε ἄτοπον τὸ χωρίζειν ὡς ἐπὶ τῶν μεγεθῶν. οὐχὶ δὲ τί τὸ κινοῦν τὸ ζῷον,3 ἀλλὰ τί τὸ κινοῦν κατὰ τόπον τὸ ζῷον. ἐπειδὴ δὲ οὐχὶ φυσικῆς ἁπλῶς κινήσεως, οἵα ἡ τοῦ πυρός, τὴν αἰτίαν νῦν ζητοῦμεν, ἀλλὰ τῆς καθ’ ὁρμήν, ἥτις ἐν τοῖς ζῴοις, τὸ κατὰ τόπον δὴ ζητῶν κινητικόν, καὶ κατ’ ἄλλας κινήσεις εἶναι κινητικὸν ἐφεξῆς ἐπήγαγεν, ἵνα καὶ ὀρθὴ ᾖ ἡ κατὰ τόπον ἐπὶ τοῦ κινητικοῦ τῆς ψυχῆς προσθήκη. ἔστι γάρ τι καὶ ἄλλο οὐ μόνον οἷον τὸ φυσικῶς κινοῦν, ἀλλὰ καὶ τὸ κατὰ ζωήν τινα ἑτέραν τὴν φυτικὴν καλουμένην, θρεπτικὴν οὖσαν καὶ αὐξητικὴν καὶ γεννητικήν· κινήσεις δὲ καὶ αὗται ζωτικαί, τὸ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν. ὧν αἰτία ποιητικὴ ἡ φυτική, ὡς εἴρηται, ζωή, ἐπειδὴ καὶ μόνοις καὶ πᾶσι τοῖς ταύτην ἔχουσιν αἱ τοιαῦται ἕπονται κινήσεις. ἐν δὲ τοῖς Περὶ μνήμης καὶ ὕπνου, καὶ ἐν τῷ Περὶ ἀναπνοῆς τε καὶ ἐκπνοῆς οἰκείαν ὁρίζει δύναμιν τὴν καὶ τούτων, κινήσεων τινῶν οὐσῶν, ποιητικήν, ζωτικῶν μὲν καὶ αὐτῶν ὑπαρχουσῶν, οὔτε δὲ τῇ φυτικῇ οἰκείων (οὐ γὰρ καθεύδει τὰ φυτὰ οὔτε αἰσθάνεται· οὔτε δηλονότι ἀναπνεῖ ἢ ἐκπνεῖ) οὔτε ἁπλῶς τῇ ὡς ζῴου ψυχῇ, εἰ μὴ ἄρα ὁ ὕπνος καὶ ἡ ἐγρήγορσις. δοκεῖ γὰρ τὰ θνητὰ πάντα, ὡς ἐν ἄλλοις βούλεται, εἰ καὶ μὴ πάντα ὦπταί ποτε καθεύδοντα, ἀλλ’ ὑπὸ τοῦ λόγου γνωρίζεσθαι ὡς ὕπνου ποτὲ μετέχοντα διὰ τὸ ἐνδεὲς τῆς θνητοειδοῦς ζωῆς, ἀναπαύσεώς ποτε δεομένης καὶ οὐκ ἐξαρκούσης ἀδιαλείπτως τῇ αἰσθήσει χρῆσθαι. ἡ μέντοι ἀναπνοὴ καὶ ἐκπνοὴ οὐ πᾶσιν ὑπάρχουσα, ἀλλὰ μόνοις τοῖς πνεύμονα ἔχουσιν, ἴδιος ἂν εἴη ἄλλης τινὸς ζωῆς μερικωτέρας παρὰ τὴν κοινὴν τῶν ζῴων πάντων ψυχήν.4 ὥστε καλῶς εἴρηται τὸ καὶ ταῦτα πολλὴν ἔχειν ἀπορίαν. οὐ γὰρ ῥᾴδιον ἀποδοῦναι ποία τις ἡ τούτων τῶν κινήσεων αἰτία ζωή. οὔτε γὰρ ἡ κατὰ τόπον 〈κινοῦσα〉, ἐπεὶ μηδὲ κατὰ τόπον κινεῖται τὰ αἰσθανόμενα ἢ καθεύδοντα ἢ ἀναπνέοντα καὶ ἐκπνέοντα, ὅτι μηδὲ ὅλα τὸν τόπον ἀμείβει, ὅπερ ἦν τῆς κατὰ τόπον κινήσεως ἴδιον, οὔτε ἡ φυτική· ἐκεῖνα γὰρ οὐδ’ ὅλως καθ’ ὁρμήν, ἀναπνοὴ δὲ καὶ ἐκπνοὴ καὶ ὕπνος καὶ ἐγρήγορσις ἔχουσι μέν τι καὶ ἀναγκαῖον, ἔχουσι δὲ καὶ τὸ καθ’ ὁρμήν· ἐπέχομεν οὖν ἐνίοτε καὶ ἐπιτείνομεν κατὰ τὴν ἐν ἡμῖν ὁρμήν.
或者是因为构想能力与感觉能力表现出极大的相通性,既然它总是按照可分的且类似于感觉对象的印迹来活动,又既然构想这种认知本身也是身体性的,因此在基体上构想部分便会与感觉部分相同(正如亚里士多德自己也更倾向于认为的那样);但既然在初次运动之后,它为了对它们的认知活动而完全不再需要感觉对象在场,并且当我们想要将其呈现在前时它在很大程度上取决于我们自身,故而在这一方面它又与理性能力表现出极大的相通性?它还处于意见与感觉的中间,柏拉图也是据此而将构想置于这两者的结合之中,认为它由于处于中间地位而与两者皆相沟通。因此,对于那些不愿让灵魂各部分直接相互贯通、而是在位置上予以区分的人而言,很自然地便产生疑难:究竟这自身也与感觉和意见两者相分离,还是它碰巧在基体上与它们中的任一者相同。因为欲求能力在定义上显然是异于其他的,正如其活动所表明的,以及产生这些活动的能力所表明的那样(这也是为什么在定义上还附加了能力);因为它既不与认知能力相同——它并非评判性的而是欲求性的——也不与滋养能力相同,因为滋养能力绝非认知性的,而欲求能力却无论如何伴随着认知。并且公认的是,它在基体上既未与理智分离,也未与构想能力分离。因为在理智中存在某种欲求即意愿,在构想能力中存在着激情与欲望。因为正如所说,没有认知便不可能欲求;因此它无论如何与某种认知共存。故而,他指出将欲求能力从其余部分中撕裂开来是荒谬的,这说得十分漂亮。因为欲求能力显然与认知能力共存,而激情与欲望本身就是欲求。灵魂中运动的部分自身也给这样划分灵魂各部分的人带来了疑难。因为正如欲求部分既显现在理智中又显现在构想中一样,运动部分也是伴随认知的欲求部分,正如他将要说的那样,它要么是理性的,要么是构想的,各自皆伴有与自身相对应的认知;以致于如同对大小那样将其分离开来是荒谬的。并且[所探讨的]不是什么运动动物,而是什么就位置运动动物。既然我们现在探求的不是火的那种单纯的自然运动的原因,而是动物身上依据冲动的运动的原因,那么在探求就位置的运动者时,他紧接着指出亦存在依据其他运动的运动者,从而使在灵魂运动部分上加上“就位置”这一附加规定成为正确的。因为不仅存在自然地运动者的那类东西,而且还存在依据被称为植物性的另一种生命来运动的东西,该生命是滋养的、增大的和生育的;而受滋养、增大和生育本身也是生命的运动。正如所说,这些运动的动力因乃是植物性生命,既然这类运动仅伴随拥有此生命者且伴随其全部。而在《论记忆与睡眠》以及《论呼吸》中,他规定了某种本有的能力,它亦是这些运动(既然它们也是某些运动)的动力因,它们虽自身亦是生命的运动,但既不特属于植物性生命(因为植物既不睡眠也不感知,显然也不吸气或呼气),也不单纯特属于作为动物的灵魂,除非睡眠与觉醒是如此。因为一切有死之物,正如他在其他著作中所主张的,即便并非全都曾被观察到在睡眠,但通过理性亦可认识到它们终会分有睡眠,这是由于有死形式之生命的欠缺性,有时需要休息且不足以不间断地运用感觉。然而呼吸并不属于一切动物,而仅仅属于具有肺的动物,它应当是除一切动物共有的灵魂之外某种更偏狭之生命的特有属性。因此,说这些也包含很大的疑难是十分中肯的。因为要说明何种生命是这些运动的原因并非易事。因为既不是就位置[运动的]生命(既然感知者、睡眠者或呼吸者并非就位置运动,因为它们并未整体地改变位置,而这本是就位置运动的固有属性),也不是植物性生命;因为植物性的运动完全不依据冲动,而吸气、呼气、睡眠与觉醒既具有某种必然性,又具有依据冲动的性质;因此,我们有时会根据内在的冲动而抑制或加强[呼吸]。
- 3.169ἢ διότι
用以引出注解者对上一语块末尾所提问题(“他为何特意指出它会给那些在位置上分离各部分的人带来很大的疑难”)的推测性回答。意为“或者是因为……”,与该疑问段落的语意呼应。
- 3.169οὐκ ὂν κριτικὸν ἢ ὀρεκτικόν
表示原因或说明的附加分词短语,修饰主语“欲求能力”(τὸ ὀρεκτικόν),意为“由于它并非评判性的而是欲求性的”。连词 ἢ 在此起到对比或校正的作用(“非判断性而是欲求性”)。
- 3.169οὐχὶ δὲ τί τὸ κινοῦν τὸ ζῷον, ἀλλὰ τί τὸ κινοῦν κατὰ τόπον τὸ ζῷον.
总结并引用亚里士多德在原文(432b13–14)中提出问题的省略句。需补足如“所探讨的是”:“[所探讨的]不是什么运动动物,而是什么就位置运动动物”。
- 3.169παρὰ τὴν κοινὴν τῶν ζῴων πάντων ψυχήν
介词短语 παρὰ... 在此表示“在……之外 / 区别于”,与比较级 μερικωτέρας(更为部分的/偏狭的)结合,指有别于一切动物所共有的普通灵魂机能的某种特定生命。
