← 辛普里丘

亚里士多德《论灵魂》注释

§289.14-290.24

灵魂诸机能的序列与构想能力的区分

辛普里丘重新考察了灵魂的各部分划分(实践灵魂中理智与欲求的区分,以及植物性与感觉能力的位置),阐明了认知机能优于欲求机能的理由,并提及构想能力在基体上是否在位置上分离的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.169#2

κἀκεῖνος οὖν εἰς λόγον καὶ ὄρεξιν φαίνεται διαιρῶν οὐ τὴν ὅλην ψυχὴν ἀλλὰ τὴν πρακτικὴν καὶ ἠθικήν· τοῦτο δὲ καὶ ὁ Πλάτων, πλὴν ὅτι τὴν ἄλογον ὄρεξιν εἰς θυμὸν διεῖλε καὶ ἐπιθυμίαν. καὶ τοῦτο ἀναγκαῖον ἦν τοῖς παιδευτικοῖς ἤθεσι, διὰ τὸ ἐν τῇ τῆς ἐπιθυμίας πρὸς τὸν λόγον ἐναντιώσει τὸν θυμὸν ἀεὶ τῷ λόγῳ παρίστασθαι. ταῦτα μὲν οὖν ὑπὲρ Πλάτωνος ἀπολελογήσθω.1 σαφὲς δὲ ὅτι μειζόνως τοῦ λόγου τὸ φυτικὸν διέστηκε κατ’ οὐσίαν ἢ τὸ ἄλογον καλούμενον αὐτῆς μόριον. τοῦτο γὰρ κατὰ πλείω τῷ λόγῳ κοινωνεῖ, καὶ ὡς γνωστικόν (αἰσθητικὸν γὰρ ἢ καὶ φανταστικόν) καὶ ὡς ὀρεκτικόν (ὄρεξις γάρ τις καὶ ἡ τοῦ λόγου βούλησις) καὶ ὡς κινητικὸν κατὰ τόπον σωμάτων· ἐκεῖνο δὲ πᾶσι τούτοις ἀφέστηκε. τὸ δὲ αἰσθητικὸν οὐχ ὡς καὶ αὐτὸ μειζόνως ἀφεστὼς τοῦ λόγου ἢ τὸ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικὸν μνήμης ἠξίωται, ἀλλ’ ὡς ἁπλῶς ἕτερον ὂν τοῦ ὀρεκτικοῦ. γνώσεως γὰρ ὄνομα ἡ αἴσθησις, θυμὸς δὲ καὶ ἐπιθυμία ὀρέξεων, ἐκ τῆς ὁρμῆς ἐτυμολογούμενα, εἰ καὶ πάντως συνεφέλκεται καὶ τὸ γνωστικόν, ἐπειδὴ μὴ οἷόν τε ἄνευ γνώσεως ὀρέγεσθαι. ὅτι γὰρ τὸ αἰσθητικὸν οὐχ ὡς πλέον ἀφεστὼς εἴληφεν, ἀλλὰ τοὐναντίον ὡς κρεῖττον τοῦ ἀλόγως ὀρεκτικοῦ καὶ μᾶλλον πλησιάζον τῷ λόγῳ, ἐδήλωσεν ἀμφιβάλλων τὸ πότερον ὡς λογικὸν αὐτὸ θετέον ἢ ὡς ἄλογον. καὶ γὰρ πᾶν [τὸ] γνωστικόν, ἁπλῶς εἰπεῖν, κρεῖττον τοῦ συστοίχου ἑαυτῷ ὀρεκτικοῦ, ἐκείνου ἀεὶ τῆς γνώσεως δεομένου, ἵνα ὀρεχθῇ· τοῦτο δ’ οὐδὲν ἐκείνου, ἵνα γνῷ. καὶ αὐτὸ μὲν ἰθῦνον φαίνεται κατὰ φύσιν τὴν ὄρεξιν, ἐπειδὴ καὶ τὸ ὀρθῶς ὀρεγόμενον γνῶναι δεῖ πρῶτον τὴν ὀρθότητα, τὸ δὲ ὀρεκτικὸν βιαζόμενον τὴν γνῶσιν, ὅταν αὐτὸ ἡγούμενον καὶ ὁρμῶν, ἐφ’ ἃ μὴ δεῖ, ἀναγκάζῃ τὴν γνῶσιν μηχανήν τινα πρὸς τὴν τούτων ἀντίληψιν ἐπινοεῖν. ἔστι μὲν οὖν καὶ ἁπλῶς εἰπεῖν, ὡς εἴρηται, πᾶν γνωστικὸν τοῦ συστοίχου αὐτῷ ὀρεκτικοῦ κρεῖττον, διότι καὶ τὸ μὲν πρὸς τοῦ πέρατος, τὸ δὲ πρὸς τοῦ ἀπείρου, ὡς ἐν Φιλήβῳ ἐπιδέδεικται. ἐναργέστερον δὲ τοῦτο φαίνεται ἐπὶ τῆς ἡμετέρας αἰσθήσεως καὶ ἐπὶ τῆς ἀνθρωπίνης ἀλόγου ὀρέξεως· λογικὴ μὲν γὰρ ἑκατέρα ἡ ἐν ἀνθρώπῳ καὶ αἴσθησις καὶ ὄρεξις· καίτοι γὰρ αὕτη λογικὴ οὖσα μεγάλως διαστρέφεται καὶ μειζόνως ἢ ἐν αὐτοῖς τοῖς ἀλόγοις, προσλαβοῦσα τὸ τοῦ λόγου εὐμήχανον καὶ εἰς τὴν ἐσχάτην ἐντεῦθεν ὑποφερομένη κακίαν· ἡ δὲ αἴσθησις διὰ τὸ λογοειδὲς τοὐναντίον ἐπὶ τὸ κρεῖττον ἀνατεινομένη, ὡς καὶ ἑαυτῆς συναισθάνεσθαι2 καὶ ἀπομιμεῖσθαι τὴν τοῦ λόγου πρὸς ἑαυτὸν ἐπιστροφήν. ἐδόκει γὰρ ἡμῖν καὶ πρότερον οὐ κοινὸν τοῦτο πάσης εἶναι αἰσθήσεως, τὸ αἰσθάνεσθαι ὅτι αἰσθάνεται, ἀλλὰ μόνης τῆς λογικῆς, μάλιστα μὲν τῆς κοινῆς, ἤδη δὲ καὶ ἑκάστης ἰδίᾳ. τὸ οὖν ἄλογον μάλιστα τῇ ἀλόγῳ ὀρέξει ὁ Ἀριστοτέλης ἀπονείμας, διὰ τὴν ἔξω σφοδρὰν τάσιν οὐ κατέχειν οὐδὲ κυβερνᾶν ἑαυτὴν ἰσχυούσῃ, ὡς κρείττονα τῆς τοιαύτης ἀλογίας τὴν τοιαύτην αἴσθησιν ὁρῶν, μεταξὺ τῆς ἀλόγου ὀρέξεως καὶ τοῦ λόγου τίθεται καὶ ἀμφοτέροις πως ἐπικοινωνεῖν, τῷ μὲν διὰ τὸ περατοειδὲς καὶ τὴν εἰς ἀμέριστον συναγωγὴν καὶ τὴν εἰς ἑαυτήν πως ἐπιστροφήν, τῇ δὲ δι’ αὐτὴν τὴν σωματοειδῆ οὐσίαν καὶ διὰ τὸ τῶν ἔξω κειμένων εἶναι. περί γε μὴν τοῦ φανταστικοῦ τοσοῦτον καὶ νῦν ὑπομνήσας, ὅτι τῷ εἶναι πάντων ἐστὶ τῶν ἄλλων μορίων ἕτερον, τῷ δὲ ὑποκειμένῳ εἴ τις κεχωρισμένα τοπικῶς ἀκούοι τὰ τῆς ψυχῆς μόρια, ἀπορίαν πολλὴν παρέχεσθαι εἰπών,3 εἴτε χρὴ καὶ αὐτὸ ἀπὸ πάντων τῶν ἄλλων χωρίζειν, εἴτε καὶ ὡς ταὐτὸν ἑνὶ τῶν ἄλλων τίθεσθαι, ἐπὶ ἄλλας τῆς ψυχῆς μέτεισι δυνάμεις. ἀλλ’ ὅτι μὲν τῷ εἶναι πάντων διαφέρει, ἐκ τῶν ἀνωτέρω περὶ αὐτοῦ πεφιλοσοφημένων ἔχομεν. διὰ τί δὲ ἐπ’ αὐτοῦ ἰδίως ἐπεσημήνατο, ὡς πολλὴν τοῖς τὰ μόρια τοπικῶς χωρίζουσι παρέξει ἀπορίαν, εἴ γε ταὐτὸν εἴη ἑνὶ τῶν ἄλλων τῷ ὑποκειμένῳ δηλαδή (ὅτι γὰρ τῷ εἶναι διαφέρει καὶ νῦν εἴρηται) εἴτε πάντων καὶ αὐτό ἐστιν ἕτερον ὡς ἴδιόν τι μόριον μεγέθους;

因此,他也显出并非划分整个灵魂,而是将实践的和伦理的灵魂划分为理智与欲求;柏拉图亦是如此,只不过柏拉图将无理性的欲求划分为了激情与欲望。这对于受教育的品性而言是必然的,因为在欲望与理智的对立中,激情总是站在理智一边。那么,为柏拉图的辩护就到此为止。显然,植物性部分在本质上比灵魂所谓的无理性部分距离理智更为遥远。因为后者在更多方面与理智相通:既作为认知性的(因为它是感觉的甚至构想的),又作为欲求性的(因为理智的意愿也是某种欲求),且作为就位置运动身体的;而前者则在所有这些方面都〔与理智〕相隔。感觉部分之所以值得被提及,并非因为它自身也比激情和欲望部分距离理智更为遥远,而是因为它单纯作为异于欲求部分之物。因为感觉是认知的名称,而激情与欲望则是欲求的名称,由冲动得名,即便认知无论如何都会被附带卷入,既然没有认知便不可能欲求。事实上,他将感觉部分不是当作更遥远的,相反是当作优于无理性欲求者且更接近理智的部分来把握,这从他犹豫究竟应将其定为理性的还是无理性的便可看出。因为单就一般而言,一切认知性部分皆优于与其相对应的欲求性部分,后者为了欲求总是需要认知,而前者为了认知却丝毫不需要后者;并且认知本身自然地显得引导着欲求,既然正确欲求者必须首先认知其正确性,而欲求部分在自身带头并冲向不应冲向的事物时,强迫认知去设计某种针对把握这些事物的手腕,从而强暴了认知。因此正如所说,单就一般而言,一切认知性部分皆优于与其相对应的欲求性部分,因为正如在《斐利布篇》中所表明的,一者属于界限的一边,另一者属于无限的一边。这一点在我们自身的感觉和人类的无理性欲求上显得更为清晰。因为在人之中,感觉与欲求二者皆是理性的;然而欲求虽是理性的,却大遭败坏,甚至比在无理性动物自身中还要严重,因为它吸收了理智的机巧,并由此堕入极度的恶劣;相反,感觉由于其类理智的性质而向着更优者提升,以致能同时意识到自身,并摹仿理智向自身的回复。因为我们先前也曾认为,感知到自己在感知并非一切感觉所共有,而仅仅属于理性的感觉,首先属于共通感觉,进而也单独属于各个感觉。因此,亚里士多德将无理性主要赋予无理性欲求——由于其向外的强烈紧绷,它无法约束也无法驾驭自身——既然看到这种感觉优于这种无理性,他便将其置于无理性欲求与理智之间,并认为它在某种程度上与两端皆相沟通:与一端相沟通是通过其界限般的特征、向着不可分之物的汇集以及在某种程度上向自身的回复;与另一端相沟通则是通过其身体性本质自身以及通过它是关乎外在事物的。无论如何,关于构想能力,在如今也仅仅提醒了这么多——即在存在上它异于所有其他部分,并指出在基体上,如果有人将灵魂的各部分理解为在位置上分离的,则它会提供很大的疑难,究竟应当将它自身也与所有其他部分分离开来,还是应当将它定为与其余部分之一相同——之后,他便转向了灵魂的其他能力。但它在存在上异于所有部分,我们从先前关于它所作的探讨中已经掌握。可是,他为何特意指出它会给那些在位置上分离各部分的人带来很大的疑难呢——即在基体上(因为在存在上不同刚才已经说过)究竟它是否与其余部分之一相同,还是它自身也如同大小的某个固有部分那样异于所有部分呢?

语法注3 条
  1. 3.169ἀπολελογήσθω

    第三人称单数完成时被动态祈使语气,用于表示论题结束的惯用表达:“……权且算作辩护完毕”。

  2. 3.169ὡς καὶ ἑαυτῆς συναισθάνεσθαι

    连词 ὡς 带不定式(συναισθάνεσθαι)表示结果或程度(“以致甚至能意识到自身”),限定了感觉被提升(ἀνατεινομένη)所达到的程度。

  3. 3.169τῷ δὲ ὑποκειμένῳ εἴ τις κεχωρισμένα τοπικῶς ἀκούοι τὰ τῆς ψυχῆς μόρια, ἀπορίαν πολλὴν παρέχεσθαι εἰπών

    分词 εἰπών 所支配的“宾格加不定式”结构(ἀπορίαν πολλὴν παρέχεσθαι),与前文的 ὑπομνήσας 并列。不定式的主语为 τὸ φανταστικόν,中间插入了假定条件句(εἴ τις... ἀκούοι),整个长句最后引向主句动词 μέτεισι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:289.14-290.24