← 辛普里丘

亚里士多德《论灵魂》注释

§28.10-29.23

动物自身与灵魂诸能力向数的还原

辛普利丘探讨了亚里士多德所引用的《论哲学》中的说法,阐明了毕达哥拉斯派与柏拉图派将“动物自身”、几何量度以及灵魂的认知能力还原至数(从一至四)及其形式本原的象征体系结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.51

" Αὐτὸ μὲν τὸ ζῷον ἐξ αὐτῆς τῆς τοῦ ἑνὸς ἰδέας καὶ τοῦ πρώτου μήκους καὶ πλάτους καὶ βάθους." Ὁ μὲν Ἀριστοτέλης τὸ φαινόμενον ἀεὶ εἰωθὼς ἱστορεῖν καὶ ἐλέγχειν καὶ τὰ ὀνόματα κατὰ τὴν τῶν πολλῶν συνήθειαν ἐκδέχεσθαι εἴωθεν, ἀλλ’ οὐ τῇ πραγματειώδει τῶν ἀνδρῶν * * * ἀναιρεῖν αὐτὴν τὴν ἀλήθειαν, ἀλλὰ μόνον τὴν τῶν ὀνομάτων κατάχρησιν, ἀπατωμένους τε ἤδη τινὰς ὁρῶν, καὶ ἐπ’ ἀριθμούς τε τοὺς μαθηματικοὺς καὶ ἐπὶ μεγέθη φερομένους τὰ γεωμετρικά. οἱ δὲ ἄνδρες τὰς λεωφόρους ἐκτρεπόμενοι καὶ ἐν ἀπορρήτοις μόνοις τοῖς ἀξίοις παραδιδόντες τὴν φιλοσοφίαν πρὸς τοὺς ἄλλους διὰ τῶν μαθηματικῶν αὐτὴν ἐνεδείκνυντο ὀνομάτων. καὶ σαφέστερον μὲν ἡ τῶν ἀνδρῶν ἔννοια ἐν τοῖς εἰς τὰ Μετὰ τὰ φυσικά μοι γεγραμμένοις διήρθρωται. νῦν δὲ ὅσον πρὸς μόνην τὴν τῶν προκειμένων ῥητῶν ἐξήγησιν ἐπιμνησθῆναι ἀνάγκη λέγωμεν. ἀριθμοὺς λέγοντες τὰ εἴδη ὡς πρῶτα διακεκριμένα τῆς ἀμερίστου ἑνώσεως (τὰ γὰρ ὑπερείδεα καὶ ὑπὲρ διάκρισιν) τὸ μὲν παντελὲς τῶν εἰδῶν πλῆθος διὰ τῆς δεκάδος ᾐνίττοντο. τὰς δὲ πρώτας εἰδητικὰς ἀρχὰς πρώτῃ μὲν μονάδι καὶ δυάδι ὡς οὐδὲ ἀριθμοῖς, πρώτῃ δὲ τριάδι καὶ τετράδι ὡς πρώτοις ἀριθμοῖς τῇ μὲν περιττῶν τῇ δὲ ἀρτίων· ἐξ ὧν κατὰ συναγωγὴν ὁ δέκα γίνεται ἀριθμός. μετὰ δὲ τοὺς ἀριθμοὺς ἐν ζωαῖς δευτέραις καὶ πολλοσταῖς τὰ γεωμετρικὰ πρὸ τῶν φυσικῶν ὑποτιθέμενοι μεγέθη, καὶ ταῦτα ὡς εἰς αἰτίους τοὺς εἰδητικοὺς ἀνῆγον ἀριθμοὺς καὶ τὰς τούτων ἀρχάς· τὸ μὲν σημεῖον ὡς ἀμερὲς εἰς τὴν μονάδα, τὴν δὲ γραμμὴν ὡς πρώτην διάστασιν εἰς τὴν δυάδα, καὶ τὴν ἐπιφάνειαν αὖ ὡς ἐπὶ πλέον διαστᾶσαν εἰς τὴν τριάδα, εἰς δὲ τὴν τετράδα τὸ στερεόν. καὶ ἐκάλουν, ὡς ἐκ τῶν ὑπ’ Ἀριστοτέλους λεγομένων τεκμαίρεσθαι, τὴν δυάδα πρῶτον μῆκος (οὐ γὰρ ἁπλῶς μῆκος, ἀλλὰ τὸ πρῶτον, ἵνα τὸ αἴτιον σημαίνωσιν), ὡσαύτως δὲ καὶ πρῶτον πλάτος τὴν τριάδα καὶ πρῶτον βάθος τὴν τετράδα. ἀνῆγον δὲ εἰς τὰς εἰδητικὰς ἀρχὰς καὶ τὰς ψυχικὰς πάσας γνώσεις, τὴν μὲν νοερὰν ὡς καθ’ ἕνωσιν ἀμέριστον συναιρουμένην εἰς τὴν μονάδα, τὴν δὲ ἐπιστημονικὴν ὡς ἀνελισσομένην καὶ ὡς ἀπὸ ἑτέρου τοῦ αἰτίου εἰς τὸ αἰτιατὸν προαγομένην, ὡς δὲ καὶ διὰ τὸ ἀπλανὲς καὶ ἀεὶ διὰ τῶν αὐτῶν ὁδεῦον εἰς τὴν δυάδα, τὴν δὲ δόξαν εἰς τὴν τριάδα διὰ τὸ τὴν δύναμιν αὐτῆς μὴ ἐπὶ τὸ αὐτὸ ἀεί, ἀλλὰ τοτὲ μὲν ἐπὶ τὸ ἀληθὲς τοτὲ δὲ ἐπὶ τὸ ψεῦδος κλίνειν, εἰς δὲ τὴν τετράδα τὴν αἴσθησιν διὰ τὸ σωμάτων εἶναι ἀντιληπτικήν. καὶ γὰρ ἐν μὲν τῇ δυάδι μίαν 〈εἶναι〉 ἀφ’ ἑκατέρας μονάδος πρὸς τὴν λοιπὴν διάστασιν, ἐν δὲ τῇ τριάδι δύο ἐξ ὁποιασοῦν πρὸς τὰς λοιπάς, ἐν δὲ τῇ τετράδι τρεῖς. ἀνῆγον τοίνυν εἰς τὰς ἀρχὰς τά τε γνωστὰ πάντα, τουτέστι τὰ ὄντα, καὶ τὰς γνωστικὰς τούτων δυνάμεις. διῄρουν δὲ τά τε ὄντα οὐ κατὰ πλάτος, ἀλλὰ κατὰ βάθος εἴς τε τὰ νοητὰ καὶ ἐπιστητὰ καὶ δοξαστὰ καὶ αἰσθητά, καὶ ὁμοίως τὰς γνώσεις εἰς νοῦν καὶ ἐπιστήμην καὶ δόξαν καὶ αἴσθησιν. τὸ μὲν οὖν αὐτοζῷον ἐκ τῆς τῶν γνωστῶν εἴληπται διαιρέσεως,1 τὸν νοητὸν δηλοῦν διάκοσμον, ἐν ᾧ τὰ αὐτοειδῆ, τουτέστι τὰ πρώτιστα καὶ αἱ τούτων ἀρχαί, ἡ τοῦ αὐτοενὸς ἰδέα ἥ τε τοῦ πρώτου μήκους, ἥτις ἦν ἡ αὐτοδυάς, ἥτε τοῦ πρώτου πλάτους καὶ ἡ τοῦ πρώτου βάθους (κατὰ κοινοῦ γὰρ τὸ πρῶτον ἐπὶ πάντων συναρμοστέον),2 τουτέστιν ἡ αὐτοτριὰς καὶ ἡ αὐτοτετράς. τὰ δὲ ἄλλα ὁμοιοτρόπως φησί, τὰ λοιπὰ λέγων τῆς τῶν γνωστῶν διαιρέσεως τὰ ἐπιστητὰ τὰ δοξαστὰ τὰ αἰσθητά, ἐκ τῶν ἀρχῶν μὲν καὶ ταῦτα ὄντα τῶν εἰδῶν, ἀλλ’ οὐκέτι ἐκ τῶν αὐτοαρχῶν ὡς ἐκ στοιχείων, ἀλλ’ ἐξ ἐκείνων μέν, ὡς ἐξῃρημένων 〈δὲ〉 αἰτίων τῶν ἑκάστοις συστοίχων.

“动物自身出于一自身的理念以及第一长度、宽度与深度。” 亚里士多德一向习惯于记述并驳斥显现之事,并按照大众的习俗来接受名称,但并不是……那些人专门的……废除真理自身,而只是[废除]名称的滥用,因为他看到已经有人受骗并被引向数学之数与几何量度。但那些人避开通衢大道,在密契中仅向合格者传授哲学,向其余的人则通过数学名称来指明它。那些人的意图已在我针对《形而上学》所作的注疏中更清晰地作了梳理;但现在,让我们仅在解释眼前文句所必需的限度内加以阐述。他们将理念形式称为数,视其为最初从不可分的统一中区分开来的东西(因为超形式之物也是超区分的),并通过十数隐晦地指明理念形式的完全复多性;而最初的各形式本原,则是通过最初的一(单子)与二(双子)——它们甚至还不是数——以及最初的三(三元)与四(四元)——作为最初的数,一为奇数,一为偶数——来表示的;由它们通过累加而成十数。在数之后,他们在次等的、派生的生命中,设定在自然量度之前的几何量度,并将这些还原至作为原因的各形式数及其本原:点作为不可分者还原至一,线作为第一维度还原至二,面因更进一步扩展而还原至三,立体则还原至四。并且正如根据亚里士多德所言可以推断的那样,他们将二称为“第一长度”(因为不是单纯的长度,而是“第一”,以便标明原因),同样将三称为“第一宽度”,将四称为“第一深度”。他们还将一切灵魂的认知还原至各形式本原:将理智认知作为依据不可分的统一而被总括者还原至一;将科学认知作为展开的、且作为从另一事物即原因被引向结果的、又因其不谬并始终贯穿相同事物而还原至二;将意见还原至三,因为它的能力并非始终朝向同一事物,而是时而偏向真实时而偏向虚假;将感觉还原至四,因为它是能够领会物体的。因为事实上,在二中从各个单子到其余一个单子的维度为一个,在三中从任一单子到其余各单子的维度为两个,在四中则为三个。因此,他们将一切可知事物即存在者,以及对这些事物的认知能力,都还原至诸本原。他们划分存在者不是横向地,而是纵向(深度上)地划分为理智对象、可知对象、可臆见对象和感觉对象;同样将认知划分为理智、科学、意见和感觉。因此,“动物自身”取自可知事物的划分,指明理智的世界秩序,在其中存在着形式自身,即最首要的事物及其诸本原:一自身的理念,“第一长度”(这即是二自身)的理念,以及“第一宽度”和“第一深度”的理念(因为“第一”应当通用于所有这些),即三自身与四自身。“其他事物亦以此类推”,他[亚里士多德]这样说道,是指可知事物划分的其余部分,即可知对象、可臆见对象和感觉对象,这些虽然也出自形式的本原,但不再是作为出于元素那样出自诸本原自身,而是虽然出自它们,却是从作为各自对应系列之超验原因的它们那里[成立]的。

语法注2 条
  1. 1.51τὰ δὲ ἄλλα ὁμοιοτρόπως φησί, τὰ λοιπὰ λέγων τῆς τῶν γνωστῶν διαιρέσεως

    词组 τὰ δὲ ἄλλα ὁμοιοτρόπως 是对亚里士多德正文(404b21)的直接引用,其中插入了述谓动词 φησί。紧随其后的分词短语 τὰ λοιπὰ λέγων... 则是解释亚里士多德此语所指具体内容的说明性分词从句。

  2. 1.51κατὰ κοινοῦ γὰρ τὸ πρῶτον ἐπὶ πάντων συναρμοστέον

    短语 κατὰ κοινοῦ(“共通地”)是修辞学和语法学中指代并用修饰(apo koinou / zeugma)的用语。注疏者在此特别指出,在引文的短语 τοῦ πρώτου μήκους καὶ πλάτους καὶ βάθους 中,定语 πρώτου 不仅修饰紧随其后的 μήκους,而且并列修饰其后的 πλάτους 和 βάθους。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:28.10-29.23