← 辛普里丘

亚里士多德《论灵魂》注释

§288.1-289.14

灵魂部分的区分方式与数量疑难

针对亚里士多德提出的灵魂部分“应当以何种方式、有多少”(432a22)的疑难,辛普利丘解释了“以何种方式”指涉非物体性的区分样态,“有多少”指涉依据定义差异的多数性,并阐明了灵魂官能的划分何以就人类认识能力的局限而言显得“在某种意义上是无限的”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.169#1

" Ἔχει δὲ ἀπορίαν εὐθέως, πῶς τε δεῖ λέγειν μόρια ψυχῆς καὶ πόσα." Ὁ μόρια λέγων πολλὰς δηλονότι λέγει οὐσίας· τὰ γὰρ μέρη τῶν οὐσιῶν οὐσίαι καὶ αὗται, ὡς ἐν Κατηγορίαις ἠξίωσε. τοῦτο δὴ τὸ πλῆθος ὅτι μὲν ἑνός τινός ἐστι τοῦ ὅλου ἐναργές (μόρια γάρ ἐστιν, ἕως ἂν μὴ διῃρημένα ᾖ ἀπ’ ἀλλήλων), ἀλλὰ καὶ τοῦ ὅλου ὄντα τὰ μὲν οὕτως ἐστὶν ὡς τὰ τοῦ συνεχοῦς, ὡδὶ καὶ ὡδὶ κείμενα καὶ μεμερισμένα τοπικῶς, τὰ δὲ τὸν τοῖς ἀσωμάτοις προσήκοντα τρόπον ἑκάστου ἐν πᾶσιν ὄντος,1 καὶ οὐδαμῶς τόπῳ διειργόμενα, καθάπερ καὶ ἐπ’ αὐτῶν τῶν φυσικῶν εἰδῶν τὸ θερμὸν φέρε τοῦ πυρὸς τοῦ κούφου διορίζομεν οὐ τοπικῶς αὐτὰ διϊστῶντες, ἀλλὰ κατὰ τὴν ἰδιότητα· ἑκάτερον γάρ, ἔνθα καὶ τὸ λοιπόν. σαφῶς δὴ ὁ Ἀριστοτέλης τὴν μὲν τοιαύτην τῶν τῆς ψυχῆς μορίων λεγομένων ἑτερότητα προσίεται πολλαχοῦ, τῷ εἶναι καὶ τῷ λόγῳ διαφέρειν αὐτὰ ἀλλήλων ἀποφαινόμενος· οὐκ ἀξιῶν δὲ ὅμως κεχωρισμένα ἀπ’ ἀλλήλων αὐτὰ θεωρεῖν οὐδὲ διεσπασμένα, τὸν μερισμὸν ἀπ’ αὐτῶν ἀναίνεται τὸν τοῖς σώμασι καὶ ὅλως τοῖς συνεχέσι προσήκοντα, τοπικὸν ὄντα, ὡς ἔφαμεν. οὐ δὴ οὖν πρὸς τὸ πλῆθος τῶν μορίων τῆς ψυχῆς ἁπλῶς μάχεται (ὁμολογεῖ γὰρ τῷ λόγῳ εἶναι πολλά), ἀλλὰ πρὸς τὸ διεσπασμένον καὶ τοπικῶς μεμερισμένον. κεκίνηκε δὲ ὅλως τὸν περὶ τούτων νῦν λόγον τὸ κινητικὸν αὐτῆς τῶν σωμάτων μόριον εὑρεῖν βουληθείς, προδιακρίνων αὐτὸ δὴ τοῦτο, ὃ καὶ προοιμιάζεται, πῶς ἐπὶ τῆς ψυχῆς τὸ μόριον ἀκούειν χρή, ὅτι οὐ σωματικῶς ἀλλὰ τοῖς ἀσωμάτοις οἰκείως. τὸ μὲν οὖν πῶς τοῦ τρόπου αὐτῷ σημαντικὸν τοῦ σωματοειδοῦς ἢ ἀσωμάτου· τὸ δὲ πόσα δῆλον μὲν ὅτι τοῦ πλήθους, οὐχὶ δὲ τοῦ πάντῃ διῃρημένου, ὡς ἵππος τυχὸν καὶ ξύλον, ἀλλὰ τοῦ μετά τινος ἑνώσεως ἢ ἀμερίστου, ὡς ἐπὶ τοῦ σημείου ἡ ἀρχὴ καὶ τὸ πέρας ἥνωνται ἀμερίστως, ἢ μεριστῆς, ὡς ἐπὶ τῆς γραμμῆς τὰ μόρια κατὰ συνέχειαν ἡνωμένα. καὶ οὐ μάτην τὸ πόσα προστέθεικεν, ἀλλ’ ἐνδεικνύμενος ὡς τὰ τοῦ συνεχοῦς μόρια ὁτὲ μὲν ὡς συνεχοῦς ἁπλῶς κατὰ τὴν τοπικὴν λέγεται διάστασιν μόρια, ἄνευ τῆς κατὰ τὸν λόγον διαφορᾶς, ὡς ἔχει τὰ τῆς εὐθείας μόρια, ποτὲ δὲ οὐ ταύτῃ μόνον ἀλλὰ καὶ τῷ λόγῳ διαφέροντα ὡς νεῦρον καὶ σάρξ, καὶ ὅτι τὰ ὡς συνεχοῦς μόρια ἄπειρα τυγχάνει ὄντα δυνάμει (ἐπ’ ἄπειρον γὰρ πᾶν συνεχὲς διαιρετόν), τὰ δὲ τῷ λόγῳ διαφέροντα κἂν συνεχοῦς ᾖ μόρια κἂν ἡμῖν ᾖ ἀπερίληπτα, ἀλλ’ οὔτι γε τῇ φύσει. τὸ γὰρ ἐν τῷ νῦν πλῆθος ἄπειρον οὐκ οἶδεν ἡ φύσις, ὡς ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως τὴν ὁλότητα καὶ τελειότητα, ἀλλ’ οὐχὶ τὴν ἀπειρίαν τοῖς οὖσιν ἀποδιδοὺς ἐπέδειξεν, ἐν μόνῳ τῷ γίνεσθαι τὸ ἄπειρον θέμενος, καὶ οὐκ ἐν τῷ εἶναι. καλῶς ἄρα καὶ ἐπὶ τῆς ψυχῆς εἴρηται τὸ τρόπον γάρ τινα ἄπειρα, διότι, κἂν μήπω ᾖ διακεκριμένον, εἴτε ὡς συνεχοῦς αὐτῆς ἐστι τὰ μόρια, εἴτε ὡς ἀσωμάτου, πάντως μὲν ἔσται πεπερασμένα, ἐπειδὴ οὐχ ὡς συνεχοῦς ἁπλῶς, ἀλλ’ ὡς τῷ λόγῳ διαφέροντα λέγεται, ἡμῖν δὲ ἴσως ἀπερίληπτα διὰ τὸ κατὰ πλείστους τρόπους διαιρεῖσθαι, τῷ χωριστῷ φέρε καὶ τῷ ἀχωρίστῳ, τῷ λογικῷ καὶ ἀλόγῳ, τῷ γνωστικῷ καὶ κινητικῷ, τῷ θεωρητικῷ καὶ ὀρεκτικῷ, καὶ τῷ κατὰ λόγον ὀρεκτικῷ ἢ ἀλογίστως, καὶ τῷ τελειοῦντι καὶ τελειουμένῳ, ἔτι δὲ τῷ αἰσθητικῷ καὶ τῷ ἀναισθήτῳ, καὶ πλείσταις ὅσαις καὶ ἄλλαις διαφοραῖς. τοῦτον οὖν τὸν τρόπον φαίνεται, τῷ ἡμῖν ἀπεριλήπτῳ, ἕως ἂν ἔχωμεν, ὡς νῦν ἔχομεν, ἐνδεέστερον ἢ ὥστε πάσαις ἐπεξεληλυθέναι.2 οὐ γὰρ ἀρκεῖ οὔτε ἡ εἰς δύο διαίρεσις ἅπαντα τῆς ψυχῆς ἐμφῆναι τὰ μόρια, ἡ εἰς λόγον καὶ τὸ ἄλογον γινομένη, οὔτε ἡ εἰς τρία παρὰ τῷ Πλάτωνι ἐν Πολιτείᾳ, εἰς λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν, ἐπεὶ μηδὲ ἐκεῖνος προθέμενος τῆς ὅλης ψυχῆς ποιήσασθαι διαίρεσιν, ἀλλὰ τὰ ὧν πρὸς πρακτικὴν ἐδεῖτο ζωήν, τὰ τρία μόνα παρείληφεν,3 ὥσπερ καὶ ὁ Ἀριστοτέλης ἐν τοῖς Ἠθικοῖς, κατὰ τὴν προαίρεσιν ἀφοριζόμενος, τὴν δὲ προαίρεσιν ἐν λόγῳ καὶ ὀρέξει τιθέμενος, οὐχὶ τῇ κατὰ λόγον ἑστώσῃ, ἀλλὰ τῇ ἀλόγῳ· πρὸς γὰρ λόγον ἀντίκειται αὐτῷ ἡ ὄρεξις.

“然而立刻产生了一个疑难:应当以何种方式谈论灵魂的部分,以及它们有多少。” 说‘部分’的人显然是在谈论多种实体;因为实体的各个部分本身也是实体,正如他在《范畴篇》中所认定的那样。这种多数性属于一个整体,这显而易见(因为只要它们尚未彼此分离,它们就是各部分)。然而,尽管属于整体,有些部分却如同连续体的各部分一样,处于此处和彼处并在位置上被分割;另一些部分则以适合于非物体性事物的方式存在,每一部分皆在全体之中,绝不因位置而隔开,正如在自然形式本身中,我们区分例如火的热性与轻性,并非在位置上将它们隔开,而是依其固有特性;因为每一者都在另一者所在之处。显然,亚里士多德在许多地方都接受灵魂所谓部分的这种相异性,断言它们在存在和定义上彼此不同;然而,他不赞同将它们视为彼此分离或撕裂开来的,因而排除了适合于身体以及一般连续体的分割,即如我们所说,位置上的分割。因此,他并非一概反对灵魂各部分的多数性(因为他承认它们在定义上是多数),而是反对撕裂开来且在位置上被分割的状态。他之所以现在完全引发关于这些问题的讨论,是因为他希望找出灵魂运动身体的部分,并预先辨明他在序论中所陈述的这一点:在灵魂的情形中应当如何理解‘部分’,即不是以身体的方式,而是以适合于非物体的方式。因此,‘以何种方式’对他而言指明了样态,究竟是身体性的还是非物体性的;而‘有多少’显然指明了多数性,但不是完全分离的多数性(例如马与木头),而是伴有某种统一的多数性,这种统一要么是不可分的(如在点的情形中起点和终点不可分地统一),要么是可分的(如在线的情形中各部分依连续性而统一)。他加上‘有多少’并非徒劳,而是为了表明:连续体的各部分,有时仅仅作为连续体的部分按位置上的伸展而被称为部分,而没有定义上的差异(正如直线的各部分一样);有时则不仅以这种方式,而且还在定义上有所不同(如筋和肉);并且,作为连续体各部分的事物在潜能上是无限的(因为一切连续体皆可无限分割),而在定义上不同的部分,即使它们是连续体的部分,即使对我们而言难以穷尽,但对自然而言绝非如此。因为自然不知晓现实中的无限多数性,正如他在《自然哲学讲义》第三卷中将整体性与完全性赋予存在之物而非将无限性赋予它们所证明的那样,他将无限仅置于生成之中,而未置于存在之中。因此,在谈到灵魂时说‘在某种意义上它们是无限的’也是恰当的;因为即使尚未辨明其部分究竟是如同连续体的部分还是如同非物体的部分,它们无论如何必定是有限的,既然它们并非仅仅作为连续体的部分,而是作为在定义上相异的部分被谈论,但由于它们依极多的方式被划分,对我们而言或许是难以穷尽的。例如,依可分离与不可分离、依理性与无理性、依认知与运动、依观相与欲求、依合乎理性的欲求与非理性的欲求、依成全者与被成全者,此外还依感觉与无感觉,以及许许多多其他的相异性来划分。因此,正是在这种对我们而言难以穷尽的意义上,它们显得是无限的,只要我们如现在这样,仍过于欠缺以致无法穷尽所有差异。因为,无论是分为理智与无理性的二分法,都不足以显明灵魂的所有部分;柏拉图在《理想国》中分为理性、激情与欲望的三分法也不足以显明;因为柏拉图本人也并未打算对整个灵魂进行划分,而是仅采纳了为实践生活所需的那三个部分,正如亚里士多德在《伦理学》中依据选择来进行界定,并将选择置于理智与欲求之中一样——不是置于依循理智成立的欲求之中,而是置于无理性的欲求之中;因为对他而言欲求是与理智相对立的。

语法注3 条
  1. 3.169τὰ δὲ τὸν τοῖς ἀσωμάτοις προσήκοντα τρόπον ἑκάστου ἐν πᾶσιν ὄντος

    短语 τὸν ... τρόπον 为副词性宾格(“以……方式”),与前述的 τὰ μὲν οὕτως ἐστὶν ὡς τὰ τοῦ συνεχοῦς 相对比构成谓语部分(省略了动词 ἐστί)。接下来的 ἑκάστου ἐν πᾶσιν ὄντος 是说明样态或条件的独立属格结构(各部分皆存在于全体之中)。

  2. 3.169ἐνδεέστερον ἢ ὥστε πάσαις ἐπεξεληλυθέναι

    比较级(ἐνδεέστερον)后接 ἢ ὥστε 加不定词(ἐπεξεληλυθέναι),是古典希腊语中表示程度或结果的不相称惯用句型(“过于欠缺以致无法穷尽……”)。

  3. 3.169τὰ ὧν πρὸς πρακτικὴν ἐδεῖτο ζωήν, τὰ τρία μόνα παρείληφεν

    主动词 παρείληφεν 的直接宾语是 τὰ τρία μόνα,前置的 τὰ ὧν πρὸς πρακτικὴν ἐδεῖτο ζωήν 则是包含先行词的关系分句(相当于 τὰ [τούτων] ὧν...,“在其实践生活所需的事物中的那些”),起前置同位修饰的作用。关系代词 ὧν 是动词 δεῖσθαι 所要求的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:288.1-289.14