← 辛普里丘

亚里士多德《论灵魂》注释

§286.22-287.38

位置运动能力的探究与灵魂的部分

在《论灵魂》432a15–19中,亚里士多德结束了对认识能力的考察,进而探讨灵魂的第二大主要特征——位置运动能力。辛普利丘阐明了亚里士多德使用“部分”一词的意义,将其解释为非质料灵魂中依于统一的实体,并梳理了运动能力是属于整个灵魂、既有的某种能力还是某种完全特有的独立能力的探究框架。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.167

" Ἐπεὶ δὲ ἡ ψυχὴ κατὰ δύο ὥρισται δυνάμεις ἡ τῶν ζῴων, τῷ τε κριτικῷ, ὃ διανοίας ἔργον ἐστὶ καὶ αἰσθήσεως, καὶ ἔτι τῷ κινεῖν τὴν κατὰ τόπον κίνησιν, περὶ μὲν αἰσθήσεως καὶ νοῦ διωρίσθω τοσαῦτα, περὶ δὲ τοῦ κινοῦντος, τί ποτέ ἐστι τῆς ψυχῆς, σκεπτέον." Τὰ μὲν ἄλλα σαφῆ, ἐφιστάνειν δὲ χρὴ καὶ νῦν, ὅτι ἣν ἔφη διάνοιαν, ταύτην νῦν καὶ νοῦν εἶπεν, ὡς τὸ τοῦ νοῦ ὄνομα, καθάπερ καὶ πρότερον ἐδείκνυμεν, ἐπὶ πᾶσαν διατείνων τὴν λογικὴν ζωὴν καὶ διὰ τοῦτο ἴσως καὶ ἐπὶ τὴν φαντασίαν, οὐ τὴν τῶν ἀλόγων, ἀλλὰ τὴν ἐν ἀνθρώποις, τουτέστι τὸ ὅλον τοῦτο λογικὴν φαντασίαν, ἣν καὶ ὁ Θεόφραστος ἐν τοῖς ἰδίοις Φυσικοῖς ἀπορεῖ, πότερον λογικὴν ἢ ἄλογον θετέον. ζητεῖ δὲ ἐφεξῆς, ποῦ ποτέ ἐστιν ἡ κινητικὴ τῆς ψυχῆς τῶν σωμάτων κατὰ τόπον δύναμις, πότερον ἐν ὅλῃ τῇ ψυχῇ ἢ ἔν τινι αὐτῆς μορίῳ ἀφωρισμένως. εἰ δὲ μόριον καλεῖ ἐπὶ ψυχῆς, καίτοι ἐν τοῖς πρώτοις ἀπειπάμενος ὡς μὴ μεριστῆς οὔσης, ἀλλὰ δυνάμεις, ἃς οἱ ἄλλοι λέγουσι μόρια, οὐ θαυμαστόν.1 οἶδε γὰρ ὡς ἐπὶ τῶν ἀΰλων πραγμάτων οὐκ ἔστι δύναμις ἀνούσιος. διό, ὡς πολυδύναμος, οὕτω καὶ πολυούσιος ἡ ψυχή, οὐ διεσπασμένον ἔχουσα τὸ πλῆθος τῶν οὐσιῶν (τούτῳ γὰρ ἀντερεῖ), ἀλλὰ καθ’ ἕνωσιν, μείζονος οὔσης τῆς ἐν ταῖς οὐσίαις ἑνώσεως ἢ τῆς ἐν ταῖς δυνάμεσιν, ὅσῳ κρείττων οὐσία δυνάμεως. καὶ διὰ τοῦτο τὸ ἐναργέστερον τῇ ψυχῇ ἀποδίδωσι τὸ πολυδύναμον, ἐνδείκνυται δὲ ὅτι καὶ πολυούσιος καθ’ ἕνωσιν, ὡς εἴρηται, διὰ τοῦ καὶ μόρια λέγειν.

“既然动物的灵魂由两种能力所界定,即作为推论思考和感觉之功能的判别能力,以及引发位置运动的运动能力,关于感觉和理智的界定就到此为止;但关于运动者,它究竟是灵魂的什么,必须予以考察。” 其余各点都很清楚,但现在也应当注意到,他所称的‘推论思考’,现在他也称为‘理智’,正如我们先前指出的那样,他是将理智之名推广到全部理性生命上,或许正因此也推广到表象上——不是无理性动物的表象,而是人类内部的表象,即整体上被称为理性的表象,关于这一点,泰奥弗拉斯托斯在其《自然学》中也提出了疑难,即应当将它设定为理性的还是无理性的。接下来他探究,灵魂在位置上运动身体的能力究竟在何处,是在整个灵魂中,还是明确地在灵魂的某个部分中。如果在谈及灵魂时他使用了‘部分’一词,尽管他在第一卷中拒绝了这一点(理由是灵魂并非可分的,其他论者称为部分的他则称为能力),这也并不足为奇。因为他知道,在非质料事物中不存在缺乏实体的能力。因此,正如灵魂具有多种能力一样,它同样具有多种实体,但它所具有的实体的复多性并不是撕裂开来的(因为他自己将反驳这一点),而是依于统一的,且实体中的统一要大于能力中的统一,正如同实体优于能力一样。正因如此,他将更显而易见的具有多种能力赋予灵魂,但正如前述,通过也使用‘部分’一词,他表明灵魂也是依于统一而具有多种实体的。

§3.168

"Πότερον ἕν τι μόριον αὐτῆς χωριστὸν ὂν ἢ μεγέθει ἢ λόγῳ, ἢ πᾶσα ἡ ψυχή, κἂν εἰ μόριόν τι, πότερον ἴδιόν τι παρὰ τὰ εἰωθότα λέγεσθαι καὶ τὰ εἰρημένα, ἢ τούτων ἕν τι." Εἰπὼν μόριον προσέθηκε χωριστὸν ὂν ἢ μεγέθει ἢ λόγῳ, ὡς τῶν μὲν ἄλλων δοκούντων διεσπασμένα ἀπ’ ἀλλήλων τίθεσθαι τὰ τῆς ψυχῆς μόρια, αὐτὸς δὲ τῷ λόγῳ μόνον αὐτῶν τὸ κεχωρισμένον ἀπ’ ἀλλήλων ἐπιθεωρῶν,2 τῆς μὲν κατὰ τὴν ἰδιότητα πρὸς ἄλληλα διαφορᾶς σημαντικὸν τὸν λόγον λαβών, τῆς δὲ διεσπασμένης οὐσίας τὸ μέγεθος, ἐπειδὴ καὶ πέφυκεν οὕτω διαιρεῖσθαι τὸ μέγεθος, ὡς καὶ διεσπάσθαι ἀπ’ ἀλλήλων τὰ τέως συνεχῆ ὄντα μόρια. καὶ γὰρ ἐν τῷ εἶναι συνεχῆ ἄλλο ἀλλαχοῦ κεῖται πρῶτον ἢ μέσον ἢ ἔσχατον, ὅς ἐστι τοπικὸς μερισμός, οὐδεμιᾶς ἀσωμάτου οὐσίας ἐν τόπῳ οὔσης. διὸ τὰ ἐκείνης μόρια ὅλα δι’ ὅλων βέβηκεν. καὶ οὐ διὰ τοῦτο πάντως, ὡς καὶ ἐν τοῖς πρώτοις ἐπεσημηνάμεθα, μίαν τίθεται καὶ χωρισθεῖσαν τὴν ὅλην ἡμῶν ψυχήν, ὡς καὶ τὴν φυτικὴν καὶ τὴν αἰσθητικὴν καὶ ὅλως τὴν ἄλογον καλουμένην περιφέρουσαν (οὐ γὰρ ἂν ἔτι παντελῶς ἐχωρίζετο), ἀλλ’ ὥσπερ ἐν τῷ γενεσιουργῷ τούτῳ βίῳ τῷ ὀστρεΐνῳ τούτῳ συμπλέκεται σώματι, οὕτω πολὺ πρότερον καὶ ταῖς σωματοειδέσι ζωαῖς, ὅτε μηκέτι ζῇ χωριστῶς. νῦν οὖν ἡ ὅλη μία ἀξιοῦται παρὰ τῷ Ἀριστοτέλει εἶναι, ἀλλ’ οὐκ ἀεί. ζητεῖ τοίνυν, εἴτε ἕν τι ἐστὶν αὐτῆς μόριον τὸ κινητικὸν τῶν σωμάτων, εἴτε ἡ ὅλη ὡς κατὰ πᾶσαν ἑαυτῆς δύναμιν οὖσα κινητική· καὶ εἰ μὴ ἡ ὅλη ἀλλὰ ἕν τι αὐτῆς μόριον, πότερον ἕν τι τῶν εἰρημένων, οἷον τὸ ὀρεκτικὸν ἢ φανταστικὸν ἢ αἰσθητικὸν ἢ λογιστικόν, ἢ ἄλλο τι παρὰ τὰ εἰρημένα, ἃ καὶ θρυλεῖσθαι εἴωθεν. δοκεῖ γὰρ ὁ Πλάτων εἰς τρία διαιρῶν τὴν ψυχήν, εἰς λόγον θυμὸν καὶ ὄρεξιν, μόνα διαιρεῖν καὶ μόνα παραδιδόναι τὸ λογιστικὸν καὶ μετὰ γνώσεως ἀλόγου ὀρεκτικόν· ὁμοίως δὲ καὶ οἱ εἰς δύο, εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον, αὐτὴν διαιροῦντες. καὶ ταῦτά ἐστι τὰ εἰωθότα λέγεσθαι. ἐν δὲ τοῖς πρώτοις εἴρηται καὶ ἡ αἰτία, δι’ ἣν ἅπαντες δύο τούτοις μάλιστα χαρακτηρίζουσι τὴν ψυχήν, τῷ τε κριτικῷ καὶ τῷ κινητικῷ τῶν σωμάτων· διότι, Πλατωνικῶς εἰπεῖν, οὐ μόνον ἐστὶν αὐτόζως, ἀλλὰ καὶ τοῖς ἄλλοις ὅσα κινεῖται πηγὴ καὶ ἀρχή ἐστι κινήσεως, ταύτην μὲν ἔχουσα τὴν δύναμιν ὡς σωμάτων αἰτία, οὐ μόνον εἰδητικῶς ὡς ζώντων, ἀλλὰ καὶ ποιητικῶς καὶ τελικῶς, καθάπερ αὐτὸς ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας ἠξίωσεν, τὴν δὲ κριτικὴν καὶ καθ’ ἑαυτήν.3

“它究竟是灵魂的某一个部分,在量度上或在定义上被分离,还是整个灵魂;并且假若是某个部分,它是通常所谈论的和已经论述的事物之外的某种特有之物,还是这些事物中的某一个。” 在说了‘部分’之后,他补充道‘在量度上或在定义上被分离’,这是因为其他论者似乎将灵魂的部分设定为彼此撕裂的,而他自己则仅在定义上考察它们彼此之间的分离,他将‘定义’理解为表明它们依其固有特性而产生的相互差异,而将‘量度’理解为撕裂开来的实体,因为量度的本性就是如此分割的,以至于迄今连续的部分彼此撕裂开来。事实上,即便在连续之中,一部分也处于一处,另一部分处于另一处,区分为最初、居中或最后,这就是位置上的分割;而没有任何非物体性的实体处于位置之中。因此非物体实体的部分是整体贯穿于整体之中的。而且正如我们在第一卷中也指出的那样,我们的整个灵魂绝非因此就被设定为在分离后仍然是单一的,仿佛它还随身携带着植物性、感觉性以及通称为无理性的生命(因为那样的话它就不再完全分离了);相反,正如在这个生成的生活中它与这牡蛎般的身体纠缠在一起一样,在它不再分离地活着时,它同样在早得多的时候也与身体性的生命纠缠在一起了。因此,现在在亚里士多德看来,灵魂整体被认为是单一的,但并非永远如此。于是他探究,运动身体的究竟是灵魂的某个单一组成部分,还是依其所有自身能力作为运动者的整个灵魂;如果不是整体而是其某一部分,它究竟是已经提到的事物中的某一个(例如欲求部分、表象部分、感觉部分或推论思考部分),还是通常频繁谈论的已述事物之外的其他事物。因为柏拉图将灵魂划分为三(理性、激情与欲望),似乎仅仅划分并传授了理性部分和伴有无理性认识的欲求部分;同样,那些将灵魂划分为理性和无理性两部分的人也是如此。这些就是通常所说的事物。而在第一卷中也阐明了何以所有人尤其用这二者(即判别能力和运动身体的能力)来界定灵魂的原因:因为用柏拉图的话说,灵魂不仅自身就是生命,而且对于其他被运动的事物来说是运动的源泉和本原;它具有运动能力乃是作为身体的原因,不仅作为具有生命者的形式因,而且作为动力因和目的因(正如他自己在该论著第一卷中认定的那样),而它具有判别能力则也是就其自身而言的。

语法注3 条
  1. 3.167εἰ δὲ μόριον καλεῖ ἐπὶ ψυχῆς, καίτοι ἐν τοῖς πρώτοις ἀπειπάμενος ὡς μὴ μεριστῆς οὔσης, ἀλλὰ δυνάμεις, ἃς οἱ ἄλλοι λέγουσι μόρια, οὐ θαυμαστόν.

    在由 καίτοι 引导的分词从句中,ἀπειπάμενος 省略了作为其补足成分的不定词(如 καλεῖν),而 ἀλλὰ δυνάμεις 后面也承前省略了不定词[καλεῖν 或 τιθέναι](“而是[将其他人称为部分的称为]能力”)。主句谓语 οὐ θαυμαστόν 处省略了系词 ἐστί。

  2. 3.168ὡς τῶν μὲν ἄλλων δοκούντων διεσπασμένα ἀπ’ ἀλλήλων τίθεσθαι τὰ τῆς ψυχῆς μόρια, αὐτὸς δὲ τῷ λόγῳ μόνον αὐτῶν τὸ κεχωρισμένον ἀπ’ ἀλλήλων ἐπιθεωρῶν

    在由 ὡς 引导的从属结构中,前半句为独立属格(τῶν μὲν ἄλλων δοκούντων...),而后半句的对照分句则转换为指向亚里士多德的主格分词(αὐτὸς δὲ ... ἐπιθεωρῶν),与主句动词 προσέθηκε 的主语保持一致。

  3. 3.168ταύτην μὲν ἔχουσα τὴν δύναμιν ὡς σωμάτων αἰτία... τὴν δὲ κριτικὴν καὶ καθ’ ἑαυτήν.

    在对照结构 ταύτην μὲν ἔχουσα τὴν δύναμιν ... τὴν δὲ κριτικὴν [ἔχουσα]中,后半句的宾格 τὴν δὲ κριτικὴν 是承接前半句所省略的分词 ἔχουσα 的宾语,将灵魂作为身体的原因而具有的运动能力与独立于身体、就灵魂自身而言具有的判别能力相对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:286.22-287.38