- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:285.20-286.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了432a10–12的文句,阐明表象不同于肯定与否定(结合)而仅停留在单纯意象中,并论证把握实体自身的最初思想完全不使用心像,而是属于与质料完全分离的最高实质理智。
" Ἔστι δ’ ἡ φαντασία ἕτερον φάσεως καὶ ἀποφάσεως· συμπλοκὴ γὰρ νοημάτων ἐστὶν τὸ ἀληθὲς ἢ ψεῦδος." Ἄνευ ὕλης εἰπὼν τὴν φαντασίαν εἶδος, καὶ τὴν λογικὴν ἡμῶν ζωὴν ἄυλον, τὸ διάφορον εὐθὺς ἐπήγαγε τῆς φαντασίας πρὸς τὸν λόγον, ἵνα καὶ τὸ ἀχώριστον αὐτῆς σωμάτων ἐνδείξηται. ὁ μὲν γὰρ λόγος ἐν συμπλοκῇ ἢ καταφατικῇ, ἀνθ’ ἧς νῦν ἡ φάσις εἴληπται, ἢ ἀποφατικῇ· διὸ καὶ περὶ τὸ ἀληθὲς καὶ ψεῦδος· ἡ δὲ φαντασία ἐν τοῖς ἀπεστενωμένοις ἁπλοῖς μένει ὡς σωματοειδὴς καὶ οὐκ ἰσχύουσα συνάγειν τὰ ἁπλᾶ ταῦτα, ἵνα καὶ ἕν τι τὸ ἐκ πλειόνων αὐτῶν γινώσκῃ, ἀλλὰ μεριστῶς ἕκαστον μόνον. διὸ καὶ ἄμοιρος ἀληθείας καὶ ψεύδους τῶν κατὰ συμπλοκήν, ἐπεὶ καὶ αὕτη καὶ ἡ αἴσθησις ποτὲ μὲν ἀληθὴς ποτὲ δὲ ψευδὴς κατὰ τὴν οἰκείαν ἢ ἀλλοτρίαν τῶν ἁπλῶν πρὸς τὰ πράγματα συναρμογὴν ἢ ἀναρμοστίαν. πρὸς οὖν διάκρισιν τὴν ἀπὸ τοῦ λόγου τῆς φαντασίας προστέθειται ἥδε ἡ λέξις. δέον δὲ εἰπεῖν1 συμπλοκὴ γὰρ νοημάτων ἐστὶν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, τὸ ἀληθὲς ἔφη ἢ ψεῦδος, τὸ ἑπόμενον εἰρηκὼς ἀντὶ τοῦ ἡγουμένου.2 τῇ γὰρ συμπλοκῇ τὸ ἀληθὲς ἕπεται ἢ ψεῦδος.
“表象不同于肯定与否定;因为真或假是思想的结合。” 在称表象为无质料的形相,并称我们的理性生命为非质料的之后,他随即补充了表象相对于理性的差异,以便同时也表明表象与身体的不可分离性。因为理性存在于结合之中,或为肯定的结合(现在用‘肯定’来代替它),或为否定的结合;因此它也关乎真与假;而表象作为具身性的,停留在受局限的单纯之物中,无力将这些单纯之物汇聚在一起,以便从多个单纯之物中认识某个单一之物,而仅仅可分地认识每一个。因此它不具有由结合而产生的真与假,尽管它和感觉一样,根据单纯之物与事物之间固有或相异的契合与不契合,有时为真,有时为假。因此,正是为了将表象从理性中区分开来,才补充了这句话。本应说“因为肯定与否定是思想的结合”,他却说了“真或假”,这是用后果代替了前提。因为真或假是随着结合而产生的。
"Τὰ δὲ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι;3 ἢ οὐδὲ τἆλλα φαντάσματα, ἀλλ’ οὐκ ἄνευ φαντασμάτων." Καὶ διὰ τούτων ὡς οὐ πᾶσα νόησις τὴν φαντασίαν ἔχει συνεργοῦσαν διδάσκει· καὶ πρός γε ὅτι οὐδὲ ἡ χρωμένη αὐτῇ ἡ αὐτή ἐστι τῇ φαντασίᾳ, ἀλλ’ ὡς κρείττων ὑφειμένῃ χρῆται. ἐρωτᾷ γὰρ διὰ τί μὴ καὶ τὰ πρῶτα νοήματα (πρῶτα καλῶν τὰ τῶν οὐσιῶν αὐτῶν γνωστικὰ καὶ μάλιστα τὰ τῶν ἀΰλων εἰδῶν) φαντάσματά ἐστι. καὶ ἀποκρίνεται ὡς οὐδὲ τὰ προειρημένα, ἅπερ ἄλλα ἔφη, τὰ ἐν τοῖς αἰσθητοῖς εἴδεσι καὶ φανταστοῖς ἀποτεινόμενα φαντάσματα τυγχάνει ὄντα, ἀλλὰ κἀκεῖνα ὡς ὑπεστρωμένοις τοῖς φαντάσμασι χρῆται· οὐχ ὅτι4 καὶ τὰ πρῶτα ὡς ἐκεῖνα, ὥσπερ ὁ Ἀλέξανδρος βούλεται, ἀλλ’ ὅτι ἐκεῖνα μέν, εἰ καὶ μὴ αὐτά ἐστιν ἅπερ τὰ φαντάσματα, χρῆται ὅμως, διὰ τὸ μηδὲ ὅλως νοήματα γίνεσθαι τὰ αἰσθητὰ ἢ φανταστὰ ἄνευ τῆς περὶ τὰ ἔσχατα ἐνεργείας τοῦ νοῦ (σὺν γὰρ ταῖς συστοίχοις αὐτῶν γνώσεσι γνωρίζει τὰ μεριστὰ καὶ αἰσθητά), τὰ μέντοι πρῶτα νοήματα οὐδὲ χρῆται ὅλως οὐδὲ εἰς τὰ ἔξω πρώτιστα ῥέπει, ἐν τῇ χωρισθείσῃ δὲ ζωῇ ἀναφαίνεται. καὶ σκόπει ὡς διὰ μέσων τοῦ τε πρακτικοῦ νοῦ καὶ τοῦ θεωρητικοῦ τὸν ἐξ ἀφαιρέσεως καὶ τῶν αἰσθητῶν ὡς αἰσθητῶν ἐνδειξάμενος, καὶ τὸν τὰς οὐσίας τὰς φυσικὰς καὶ τὰ τούτων εἴδη καὶ τὸν τὰ ἐν αὐτῇ τῇ ψυχῇ θεωροῦντα, οἷος ὁ ἐπιστημονικὸς ἦν, ἀνέδραμεν εἰς τὸν ἀκρότατον αὐτῆς τὸν οὐσιώδη νοῦν· ἐν αὐτῷ γὰρ τὰ πρώτιστα νοήματα. καὶ πάλιν τὸ χωριστὸν αὐτῷ ἐμαρτύρησεν, ὡς οὐδ’ ὅλως ἀποκλίνοντι ἢ εἰς αἴσθησιν ἢ εἰς φαντασίαν. συμπερανάμενος δὲ ἐνταῦθα τὸν περὶ τοῦ γνωστικοῦ παντὸς τῆς ψυχῆς λόγον ἐπὶ τὴν κινητικὴν αὐτῆς τῶν σωμάτων μέτεισι δύναμιν, ὡς αὐτὸς διορίζεται ἐν τοῖς ἐφεξῆς ῥητοῖς, ὅτι τε συνεπλήρωσε τὸν περὶ τοῦ κριτικοῦ αὐτῆς λόγον καὶ ὅτι περὶ τοῦ κινητικοῦ διαλήψεται.
“那么最初的思想与并非心像究竟有什么区别?或者说其他思想甚至也不是心像,但离不开心像?” 通过这些话他也教导我们,并非所有的思想都以表象为协作者;此外,即便使用表象的思想也不等同于表象,而是作为更优者使用从属者。因为他问,为什么最初的思想(他称‘最初的’是指认识实体本身的思想,尤其是认识非质料形相的思想)不是心像。他回答说,即使是先前提到的那些被他称为‘其他的’、涉及可感觉和表象形相的思想,也不碰巧就是心像,而是它们也使用心像作为底层基础——这并不是因为最初的思想也像那些思想一样(如亚历山大所认为的),而是因为前者即使自身不完全等同于心像,却依然使用心像,这是由于可感觉或表象的事物脱离了理智关于终极对象的现实活动就绝不可能成为思想(因为理智伴随着与它们相对应的认识来认识可分的和可感觉的事物);然而最初的思想完全不使用心像,起初也绝不倾向于外在事物,而是在分离的生命中显现出来。你看,他是如何通过实践理智与理论理智的中介,在指明了涉及抽象以及作为可感觉之物的可感觉对象的理智、考察自然实体及其形相的理智、以及考察灵魂自身内部之物的理智(正如科学理智那样)之后,向上奔赴灵魂最顶层的实质理智;因为最原初的思想就在实质理智之中。并且他又为它作证了分离性,说明它绝不偏向感觉或表象。在这里结束了关于灵魂全部认识能力的论述之后,他转向了灵魂运动身体的能力,正如他在接下来的文句中所限定的那样,即他既完成了关于灵魂判别能力的论述,又将对运动能力进行讨论。
- 3.165δέον δὲ εἰπεῖν
非人称动词δεῖ的中性宾格分词构成的宾格绝对结构,表示转折或让步的情况:“虽然本应当说……”。
- 3.165τὸ ἑπόμενον εἰρηκὼς ἀντὶ τοῦ ἡγουμένου
用于解释修辞与逻辑转喻(以后果代前提)的表达。τὸ ἡγούμενον指前提或条件(此处指肯定与否定的“结合”),而τὸ ἑπόμενον指其随之而来的结果(“真或假”)。
- 3.166τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι
表示差异的动词(διαφέρω)后接带有否定词μή的属格不定式结构:“它们与并非心像究竟有何区别?”构成反问语气(即“它们岂不是心像吗?”)。
- 3.166οὐχ ὅτι καὶ τὰ πρῶτα ὡς ἐκεῖνα, ὥσπερ ὁ Ἀλέξανδρος βούλεται, ἀλλ’ ὅτι
οὐχ ὅτι... ἀλλ' ὅτι(“并非因为……而是因为……”)对比结构。它驳斥了亚历山大对亚里士多德回答的理解(认为最初思想也使用心像),并提出辛普里丘自己的解释:前者完全不用心像,而后者使用。
