- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:284.19-285.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘指出了亚里士多德原文中的语序调整与停顿位置,从自然形相与偶性的区分阐明了附加“似乎”一词的缘由,并辨析了表象与感觉对象在质料性方面的差异。
καὶ δεῖ μετὰ τὸ κεχωρισμένον μικρόν, ὡς ἡμεῖς μετατεθείκαμεν, διαναπαύσαντας ἐπαγαγεῖν τὸ ὡς δοκεῖ τὰ αἰσθητά, ἵνα μὴ πρὸς τὸ κεχωρισμένον, ἀλλὰ πρὸς τὸ προειρημένον τὸ μηδὲν εἶναι παρὰ τὰ μεγέθη ἀκούηται·1 τὰ γὰρ αἰσθητὰ πάντως, ὡς εἴρηται, ἐν διαστάσει. τὸ δὲ δοκεῖν πρόσκειται, ὡς καὶ ὁ Ἀλέξανδρος ἐπέστησεν, ὡς μὲν αὐτὸς ἐξηγεῖται, διὰ τὰ κινητὰ τοῦ οὐρανοῦ εἴδη, χωριστὰ ὄντα, οἶμαι δὲ οὐ δι’ ἐκεῖνα μόνον, ἀλλὰ καὶ δι’ αὐτὰ τὰ φυσικὰ τῶν γενητῶν εἴδη· καὶ γὰρ ἐκεῖνα χωριστὰ εἶναι λέγει ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως, καθ’ ὅσον οὐ δεῖται πρὸς τὸ εἶναι διαστάσεως ἢ ὅλως τῶν συμβεβηκότων, τοὐναντίον δὲ τῷ ἑαυτῶν εἶναι καὶ ἐκείνοις τὴν περὶ αὐτὰ καὶ τὰς συνθέτους οὐσίας ὁποιανοῦν δίδωσιν ὕπαρξιν.2 καλοῦμεν δὲ αἰσθητὰ κυρίως μὲν καὶ ὡς αἰσθητὰ τὰ τῇ αἰσθήσει ὑποπίπτοντα, ἅπερ ἦν τὰ συμβεβηκότα, πολλάκις δὲ καὶ αὐτὰς τὰς εἰδητικὰς * * αἰσθητὰς προσαγορεύομεν ἀπὸ τῶν συμβεβηκότων, ὥσπερ τὸν Γαληνὸν σημαίνειν ἐθέλοντες ἀπὸ τοῦ ἰατροῦ δηλοῦμεν καὶ ἀπὸ τοῦ σιμοῦ ἢ φαλακροῦ τὸν Σωκράτην. ἔσχεν οὖν χώραν διὰ ταῦτα τὸ δοκεῖν. ἐὰν μὲν γὰρ τὰ αἰσθητὰ ὡς αἰσθητὰ λαμβάνηται, οὐδέν ἐστι τῷ ὄντι παρὰ τὰ μεγέθη ἤτοι τὰς διαστάσεις τῶν αἰσθητῶν· ἐὰν δὲ ἐπὶ τῶν φυσικῶν οὐσιῶν φέρηται τὸ τοῦ αἰσθητοῦ ὄνομα, οὐκ ἀληθῶς, ἀλλὰ δοκεῖ μόνον μηδὲν αἰσθητὸν εἶναι κεχωρισμένον μεγέθους. ὡς οὖν ἐπὶ ὑποθέσει τῇ μηδὲν εἶναι αἰσθητὸν κεχωρισμένον μεγέθους ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς, τουτέστι τοῖς ἐν τῇ αἰσθήσει τῶν αἰσθητῶν πραγμάτων εἰλημμένοις, ὁ γινώσκων νοῦς τὰ περὶ τούτων νοήματα ἐπερείδει, ἤγουν τοῖς ἀπὸ τῶν εἰδῶν τούτων ἐγγενομένοις τῇ φαντασίᾳ τύποις. καὶ ὅπερ διὰ τοῦ δοκεῖν πρότερον ἐνεδείξατο, ἐναργέστερον νῦν σαφηνίζει ἀφορίζων, τίνα κατὰ ἀλήθειαν αἰσθητά, ἃ οὐκ ἔστι παρὰ τὰ μεγέθη, ὧν καὶ τὰ νοητὰ ἐν τοῖς αἰσθητοῖς καὶ φανταστοῖς ἐστιν εἴδεσι· τὰ γὰρ ἐν ἀφαιρέσει λεγόμενα, καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη. καὶ ἡ τούτων γνῶσις τῷ νῷ οὔτ’ ἂν τὴν ἀρχὴν ἐγγένοιτο ἄνευ αἰσθήσεως, οὔτε ὅλως ὁποτεοῦν ξύνεσις αὐτῶν ὑπάρξει ἐν τῷ νῷ μὴ τοῖς τοιούτοις χρωμένῳ εἴδεσι, τὴν μὲν ἀρχὴν πάντως τῶν ἐν τῇ αἰσθήσει εἰδῶν δεομένῳ, ἐπειδὴ ἀπ’ ἐκείνων καὶ οἱ ἐν τῇ φαντασίᾳ ἐγγίνονται τύποι, ἐν δὲ ταῖς ὕστερον περὶ αὐτῶν νοήσεσιν ἀρκουμένῳ ἐνίοτε καὶ τοῖς φανταστοῖς. τοσοῦτον γὰρ τὸ φάντασμα τοῦ αἰσθητοῦ διενήνοχεν, ὅτι τοῦτο μὲν περὶ μεριστήν ἐστι τὴν φυσικὴν οὐσίαν, ἣν ὕλην προσαγορεύει νῦν, ἀλλ’ οὐχὶ τὴν τοῖς γενητοῖς ἐσχάτην ὑπεστρωμένην, ἐπειδὴ καὶ τὰ οὐράνια αἰσθητὰ ὄντα ἐν ὕλῃ ἂν εἴη, ὡς νῦν λέγεται, τὸ δὲ φάντασμα συμβεβηκὸς ὂν πάντως μὲν καθ’ αὑτὸ οὐσίᾳ τινὶ ἐπερείδεται, ἀλλ’ οὐ φυσικῇ, ζωτικῇ δέ. καὶ διὰ τοῦτο οὐκ ἐν ὕλῃ λέγεται εἶναι. καὶ γὰρ εἰ ἀχώριστος σωμάτων ἡ φαντασία, ὡς ζωή ἐστι καὶ οὐσία κρείττων σωμάτων, ἀχώριστος αὐτῶν καθάπερ καὶ τὸ ἔνυλον εἶδος τῆς ὕλης. διὸ οὐκ ἐπερειστικῶς αὐτῶν ἐστιν ἀχώριστος, ἀλλὰ μᾶλλον ἀνοχικῶς καὶ συνεκτικῶς.3 τούτοις προστίθησι τάδε·
并且正如我们所调换的那样,在“分离”之后应当稍作停顿,然后接上“正如可感觉之物似乎表现的那样”,以便这句话不被听作是与“分离”相关联,而是与前面所说的“没有任何事物脱离大小”相关联;因为正如所言,可感觉之物无论如何都是在延展之中的。另一方面,正如亚历山大也注意到的那样,之所以附加上“似乎”,照他自己的解释,是因为天体的可运动形相(它们是分离存在的);但我认为不仅是因为那些形相,也是因为生成之物的自然形相自身;因为他在《物理学》第二卷中也说那些形相是分离存在的,只要它们的存在完全不需要延展或偶性,反而以自身的存在给予了那些[偶性]关于它们以及复合实体的无论何种存在。严格说来,并且作为可感觉之物,我们把落入感觉之中的东西称为“可感觉之物”,也就是偶性;但我们常常也根据偶性把形相[实体]自身称为可感觉的,正如当我们想要指称盖伦时便用“医者”来表示,用“扁鼻”或“秃顶”来表示苏格拉底。因此,“似乎”一词正是由于这些原因而占有一席之地。因为,如果可感觉之物是作为可感觉之物而被理解,那么确实没有任何事物脱离可感觉之物的大小亦即延展;但如果“可感觉之物”这一名称被用于自然实体,那么说没有任何可感觉之物脱离大小而分离存在,就并非真实,而只是表面看起来如此。因此,在“没有任何可感觉之物脱离大小而分离存在”这一假设之下,进行认识的理智便将关于这些事物的思想依附于可感觉的形相上,亦即依附于在对可感觉事物的感知中所领会的形式上,或者说依附于由这些形相在表象中所产生的印记上。而他此前通过“似乎”所暗示的意思,现在通过限定何为真正的可感觉之物,即不脱离大小之物(它们的可知之物也在可感觉和表象形相之中),更加明晰地阐明了;因为它们正是“无论是通过抽象而说的那些,还是凡属于可感觉之物的状态与性质者皆是如此”。理智对这些东西的认识,起初离开感觉绝不可能产生;而在不使用此类形相的理智中,亦绝不可能在任何时候存在对它们的理解:起初无论如何都需要感觉中的形相(因为表象中的印记正是从那些形相中产生的),而在后来关于它们的思想中,有时仅凭表象对象便已足够。因为表象像与可感觉对象的差异在于:后者是关于可分的自然实体的,他现在称之为“质料”——但并非生成之物最底层的基底质料,因为天体作为可感觉之物,亦如现在所说的那样存在于质料中——而表象像作为一种偶性,无论如何都依附于某种自身独立存在的实体,但并非自然实体,而是生命实体。正因如此,它才被称为不在质料之中。因为,即使表象与身体不可分离,但由于它是生命且是优于身体的实体,它与身体的不可分离就如同质料中的形相与质料的不可分离一样。因此,它并不是以依赖身体的方式与它们不可分离,而是以托举和维系的方式不可分离。在这些话之后,他补充了以下内容:
- 3.164διαναπαύσαντας ἐπαγαγεῖν τὸ ὡς δοκεῖ τὰ αἰσθητά, ἵνα μὴ πρὸς τὸ κεχωρισμένον, ἀλλὰ πρὸς τὸ προειρημένον τὸ μηδὲν εἶναι παρὰ τὰ μεγέθη ἀκούηται
阳性宾格复数分词 διαναπαύσαντας 充当无人称动词 δεῖ 所统辖的不定词 ἐπαγαγεῖν 的泛指逻辑主语(即“读者/我们”)。目的从句中的 ἵνα... ἀκούηται 采用被动含义(“以便被理解/听作与……相关联”),介词 πρός 加宾格表示句法修饰与关联的对象。
- 3.164τοὐναντίον δὲ τῷ ἑαυτῶν εἶναι καὶ ἐκείνοις τὴν περὶ αὐτὰ καὶ τὰς συνθέτους οὐσίας ὁποιανοῦν δίδωσιν ὕπαρξιν
动词 δίδωσιν 的主语指代前述的自然形相(τὰ φυσικὰ τῶν γενητῶν εἴδη)。与格短语 τῷ ἑαυτῶν εἶναι 作方式/原因与格(“凭借它们自身的存在”),间接宾语与格 ἐκείνοις 指代偶性(延展及其他偶性),其后的 αὐτά 则指代自然形相。
- 3.164διὸ οὐκ ἐπερειστικῶς αὐτῶν ἐστιν ἀχώριστος, ἀλλὰ μᾶλλον ἀνοχικῶς καὶ συνεκτικῶς
形容词 ἀχώριστος(主语为 ἡ φαντασία)统辖属格 αὐτῶν(代指“身体” σώματα)。副词 ἐπερειστικῶς(以依赖/支撑的方式)与 ἀνοχικῶς(以托举/包容的方式)及 συνεκτικῶς(以维系/统合的方式)相对照,从句法上精确限定了不可分离性的实现方式,反映了高阶实体(生命)包容统摄低阶物体而非依赖后者的哲学观点。
