- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:283.12-284.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德关于可知之物在可感觉形相之中的论述(432a3),论证了唯有实践理智或处理个别事物与偶性的理智才需要表象作为协助,并通过词序调整澄清了难解原文的句法结构。
" Ἐπεὶ δὲ οὕτω πρᾶγμα οὐδέν ἐστι παρὰ τὰ μεγέθη, ὡς δοκεῖ, τὰ αἰσθητὰ κεχωρισμένον, ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς τὰ νοητά ἐστι, τά τε ἐν ἀφαιρέσει λεγόμενα καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη. καὶ διὰ τοῦτο οὔτε μὴ αἰσθανόμενος μηδὲν οὐδὲν ἄν μάθοι οὐδὲ ξυνείη· ὅταν τε θεωρῇ, ἀνάγκη ἅμα φάντασμά τι θεωρεῖν· τὰ γὰρ φαντάσματα ὥσπερ αἰσθήματά ἐστι, πλὴν ἄνευ ὕλης." Ὅπερ ἡμεῖς καθ’ ἕκαστον ἐπεσημηνάμεθα, ὁπότε τὸν νοῦν ἔλεγεν ἐν τοῖς φανταστοῖς τὰ εἴδη θεωρεῖν, ὅτι οὐχ ἁπλῶς πάντα νοῦν ἐβούλετο, ἀλλ’ ἢ τὸν πρακτικὸν ἢ τὸν αἰσθήσει καὶ φαντασίᾳ συμπλεκόμενον, ἵνα τῶν αἰσθητῶν καὶ φανταστῶν, ἅττα ποτέ ἐστιν, ἀντιλάβηται, οὕτω νῦν αὐτὸς κοινῷ λόγῳ ἀφορίζεται. καὶ οὗτος ὁ σκοπὸς τῶν προκειμένων ῥητῶν διδάξαι, ἐπὶ τίνων ὁ νοῦς τῇ φαντασίᾳ χρῆται συνεργῷ. καὶ οὐκ ἄνευ αὐτῆς γὰρ γινώσκει ἐπὶ τῆς αὐτῶν τῶν αἰσθητῶν ἢ φανταστῶν γνώσεως, εἴτε ὡς πρακτῶν εἴτε καὶ ὡς γνωστῶν μόνως· μερικῶν γὰρ ὄντων ἐξ ἀνάγκης ταῖς συστοίχοις αὐτῶν συνεργοῖς χρῆται γνώσεσιν, ἵνα μὴ ὡς ἔνιοι τῶν Περιπατητικῶν πάντα νοῦν οἰηθῶμεν αὐτὸν λέγειν μὴ ἄνευ φαντασίας ἐνεργεῖν. τί γὰρ δὴ καί φησιν; ἐν τοῖς αἰσθητοῖς δοκεῖν λέγει μηδὲν εἶναι κεχωρισμένον μεγέθους, τουτέστι διαστάσεως· τοιαῦτα γὰρ εἶναι τὰ αἰσθητά, οὐ κεχωρισμένα διαστάσεως. ταῦτα δὴ οὖν εἰς τὴν τῶν συμβεβηκότων ἐκπίπτοντα φύσιν, ἅτε σὺν τῇ διαστάσει ἀχωρίστως ὑφιστάμενα, ποσῷ οὔσῃ καὶ συμβεβηκότι.1 ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς τὰ νοητά ἐστιν, εἴδη μὲν καλῶν αἰσθητὰ τὸ ὅλον τοῦτο τὰ ἐν αὐτῇ τῇ αἰσθήσει καὶ τῇ φαντασίᾳ τῶν αἰσθητῶν ὄντα εἴδη, νοητὰ δὲ τὰ τοῦ νοῦ νοήματα· οὐδὲν ἄλλο λέγων ἢ ὅπερ καὶ πρότερον ἔφη, ὡς ὁ νοῦς τὰ εἴδη ἐν τοῖς αἰσθητοῖς καὶ φανταστοῖς νοεῖ, οὐχ ἁπλῶς ἅπαντα (οὐ γὰρ καὶ τὰ ἄυλα), ἀλλ’, ὥσπερ νῦν ἐναργῶς προστίθησι, τά τε ἐν ἀφαιρέσει λεγόμενα καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη. ὧν τὰ μὲν ἐν ἀφαιρέσει τῶν μαθηματικῶν δηλωτικά, αἱ δὲ ἕξεις τῶν κατὰ τὸ πρῶτον καὶ τέταρτον εἶδος ποιοτήτων, οἷον ὑγείας σχημάτων μορφῶν, τὰ δὲ πάθη τῶν παθητικῶν ποιοτήτων. ὁ γὰρ ταῦτα νοῶν νοῦς, ὡς εἴρηται, συνεργοῖς τῇ τε αἰσθήσει καὶ τῇ φαντασίᾳ χρῆται. τούτων οὖν ἄνευ αἰσθήσεως οὐχ οἷόν τε τὴν ἡμετέραν ψυχήν,2 ἅπαξ ὅλην ἔξω ῥυεῖσαν καὶ οὐκέτι ἰσχύουσαν ὡς ἐξ αἰτίας αὐτὰ αἱρεῖν, ἀλλ’ ἀνάγκη δι’ αἰσθήσεως ἀντιλαμβάνεσθαι, ὡς, ὅταν ἐλλείπῃ τις αἴσθησις (οὐ γὰρ παντελῶς ἀναίσθητον ὑποτίθεταί τινα, ἐπεὶ οὐδὲ γινώσκειν ὁ τοιοῦτος οἷός τε, ἀλλὰ τὸν πῇ ἀναίσθητον), οὐδὲ γινώσκειν τι τὸν τοιοῦτον δυνατόν, ὧν ἡ αἴσθησις ἐλλείπει· καὶ ἐν τῇ κατ’ ἐνέργειαν αὐτῶν γνώσει κἂν μὴ αὐτῶν τῶν αἰσθητῶν, ἀλλὰ τῶν ἀπ’ αὐτῶν ἐγγενομένων τῇ φαντασίᾳ τύπων ἔχεται. καὶ τοῦτο δηλοῖ τὸ ἐξ ἀνάγκης φάντασμά τι αὐτὸν θεωρεῖν. ἐν δὲ τῇ λέξει ἀσαφέστερόν πως ἐχούσῃ τῇ ἐπεὶ δὲ οὕτω πρᾶγμα οὐδέν ἐστι παρὰ τὰ μεγέθη, ὡς δοκεῖ τὰ αἰσθητὰ κεχωρισμένον μεταθετέον τὸ κεχωρισμένον,3 ἵνα σαφέστερον τὸ λεγόμενον γένηται· ἐπεὶ δὲ οὕτω πρᾶγμα οὐδέν ἐστι παρὰ τὰ μεγέθη κεχωρισμένον, οἷς ἐπακτέον τὸ ὡς δοκεῖ τὰ αἰσθητά, καὶ νοητέον οὐχ ὡς τοῦ κεχωρισμένου τῶν μεγεθῶν τὰ αἰσθητὰ εἰλῆφθαι παραδείγματα, ἀλλὰ τοῦ ἐναντίου τοῦ ἀχωρίστου.
“但是,既然像这样除了可感觉的大小之外,似乎没有任何事物分离存在,那么可知之物便在可感觉的形相之中,无论是通过抽象而说的那些,还是凡属于可感觉之物的状态与性质者皆是如此。正因如此,什么都感觉不到的人既不可能学到任何东西,也不可能理解任何东西;并且每当观照时,必然同时观照某种表象;因为表象正像感觉一样,只是没有质料而已。” 正如我们在每一次讨论中所指出的那样,每当他说理智在表象对象中观照形相时,他并非绝对意指一切理智,而是意指实践理智,或者是为了把握可感觉之物和表象之物究竟是什么而与感觉和表象交织在一起的理智;如今他自己亦以普遍的言论作出了同样的界定。摆在我们面前的这段话的旨趣,正是要教导在何种情况下理智将表象用作协助者。因为在对可感觉对象本身或表象对象的认识中,无论它们是作为实践对象还是仅仅作为认识对象,理智离开表象都无法进行认识;因为它们是个别事物,所以必然使用与其相当的协同认识,以免我们像逍遥学派的某些人那样,认为他说一切理智的活动皆离不开表象。那么他究竟说了什么?他说,在可感觉之物中,似乎没有任何事物是脱离大小(亦即延展)而分离存在的;因为可感觉之物正是如此,绝不脱离延展。于是,这些事物由于与延展不可分割地共同存立,便落入了偶性的本性之中,而延展既是数量亦是偶性。当他说“可知之物便在可感觉的形相之中”时,他所谓的“可感觉的形相”是指整个存在于感觉和表象自身之中的感觉对象的形相,而“可知之物”是指理智的思惟内容;他所说的与此前所说并无二致,即理智在可感觉对象和表象对象中思想形相,并非绝对指一切形相(因为绝非包括非质料的形相),而是正如他现在清晰补充的那样,“无论是通过抽象而说的那些,还是凡属于可感觉之物的状态与性质者皆是如此”。其中,通过抽象而说的是指数学对象;状态是指第一类和第四类品质,例如健康、形状、形态;而性质则是指感受性品质。因为正如所言,思想这些东西的理智将感觉与表象用作协助者。因此,对于我们这完全流散于外、不再有能力从本原出发把握它们的灵魂而言,没有感觉就不可能[把握]这些东西,而是必然通过感觉去领会;正如当某种感觉缺失时(因为他所假设的并非一个完全没有感觉的人,这样的人甚至无法进行认识,而是指在某方面缺少感觉的人),这样的人对于缺失了感觉的对象便不可能有任何认识;并且在对它们的现实认识中,纵然不依附于感觉对象本身,亦依附于由它们在表象中所产生的印记。这正是其必然观照某种表象所表明的意思。然而在这句略显晦涩的文句——“但是,既然像这样除了可感觉的大小之外,似乎没有任何事物分离存在”——中,必须对“分离存在”进行移位,以使所表达的意思更加明晰:“但是,既然像这样没有任何事物与大小分离存在”,在此之后应当接上“正如可感觉之物似乎表现的那样”;并且必须理解为:可感觉之物并非被作为与大小分离之物的范例,而是被作为其反面即“不可分离之物”的范例。
- 3.164ποσῷ οὔσῃ καὶ συμβεβηκότι
阴性与格现在分词 οὔσῃ 以及与格名词 ποσῷ、συμβεβηκότι 作为同位语及说明性修饰语,修饰紧接在其前面的阴性与格名词 τῇ διαστάσει(延展)。
- 3.164τούτων οὖν ἄνευ αἰσθήσεως οὐχ οἷόν τε τὴν ἡμετέραν ψυχήν
非人称短语 οὐχ οἷόν τε 之后带宾格 τὴν ἡμετέραν ψυχήν,与后文的 ἀλλ’ ἀνάγκη δι’ αἰσθήσεως ἀντιλαμβάνεσθαι(“而是必然通过感觉去领会”)相呼应。在句法上,受非人称结构统辖的不定词(如 ἀντιλαμβάνεσθαι)被省略,构成了一个句式断裂(破格)结构。
- 3.164μεταθετέον τὸ κεχωρισμένον
辛普里丘将亚里士多德的原文字序(παρὰ τὰ μεγέθη, ὡς δοκεῖ, τὰ αἰσθητὰ κεχωρισμένον)视为句法上的倒装(hyperbaton),并指出为了语义明晰,应当将 κεχωρισμένον 移置到 παρὰ τὰ μεγέθη 之后,其后再附加上 ὡς δοκεῖ τὰ αἰσθητά(“正如可感觉之物似乎表现的那样”)。
