- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:282.1-283.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了“灵魂如手,理智是形相的形相,感觉是感觉对象的形相”这一论断,阐明正如手在工具之间充当媒介一样,灵魂在可知物与可感物之间作为中间认识能力而起作用。他还区分了亚里士多德关于灵魂以某种方式是万物的观点与恩培多克勒的学说,并回应了普鲁塔克就形相接受能力的适用范围所提出的疑难。
" Ὥστε ἡ ψυχὴ ὥσπερ ἡ χείρ ἐστι· καὶ γὰρ ἡ χεὶρ ὄργανόν ἐστιν ὀργάνων, καὶ ὁ νοῦς εἶδος εἰδῶν καὶ ἡ αἴσθησις εἶδος αἰσθητῶν." Τὴν διαγνωστικὴν τῆς λογικῆς ψυχῆς δύναμιν μέσην ἐπιδεῖξαι διὰ τούτων βούλεται τῶν τε πρώτων γινωσκομένων εἰδῶν καὶ τῶν ἐσχάτων μὲν γινωσκομένων, οὐκέτι δὲ τούτων ὄντων εἰδῶν οὐδὲ κατ’ οὐσίαν ἀλλὰ κατά τινα συμβεβηκότα γινωσκομένων. καὶ πρὸς τὴν τῆς μεσότητος σαφήνειαν εἰκόνι χρῆται τῇ χειρὶ ὡς ὀργάνῳ ὀργάνων, οὐ καθὸ ὄργανον τὴν χεῖρα ἀφομοιῶν τῇ ψυχῇ (οὐ γὰρ καὶ ὁ νοῦς καὶ ἡ αἴσθησις ὡς ὄργανά ἐστι γνωστικά), ἀλλὰ καθὸ μέσον ἐστὶν ὄργανον, ἵνα ᾖ ὁ λόγος, ὅτι ὅπερ ἐν ὀργάνοις ἐστὶν ἡ χείρ, μέση οὖσα τῶν τε χρωμένων αὐτῇ καὶ τῶν οἷς χρῆται, τοῦτο ἐν τοῖς γνωστικοῖς ἡ ψυχὴ1 ὡς μέση γινώσκουσα τά τε πρῶτα καὶ τὰ ἔσχατα γνωστά. ἡ μὲν οὖν χεὶρ τοῦ τεχνίτου, ὑπὸ τῆς ψυχῆς κινουμένου καὶ ὄντος ἐκείνης ὀργάνου, καὶ αὐτὴ ἐκείνου τυγχάνει οὖσα ὄργανον καὶ χρῆται καὶ αὐτὴ ἑτέρῳ ὀργάνῳ, τῷ πελέκει φέρε πρὸς τομήν. καὶ διὰ τοῦτο καλῶς εἴρηται ὄργανον τῶν χρωμένων ὀργάνων αὐτῇ, τῶν δὲ ὡς ὑπηρετούντων.2 ἡ δὲ ψυχὴ οὐχ ὡς ὄργανον, ὡς εἴρηται, ἀλλ’ ὡς γνωστικὴ μέση τῶν τε ἀρίστων γνωστῶν, οἷα τὰ νοητά, εἰς ἃ καὶ αὐτὰ ἀνατείνεται τῇ θεωρίᾳ, καὶ τῶν ἐσχάτων, οἷα τὰ αἰσθητά, ὧν καὶ αὐτῶν κατὰ τὴν ἐσχάτην ἑαυτῆς ἀντιλαμβάνεται γνῶσιν, κατὰ τὴν αἴσθησιν. καὶ πρὸς τὰ τοιαῦτα ἑκατέρωθεν αὐτῆς γνωστὰ ἡ μεσότης τῆς ψυχῆς εἴληπται γνώσεως· τὰ γὰρ ἐν αὐτῇ θεᾶται εἴδη οὐχ ὡς μέση ἔτι, εἰ μὴ ἄρα κἀνταῦθα ὡς μέση, ᾗ τὸ γνωστικὸν τοῦ γνωστοῦ ὑφεῖται ὡς τοῦ τέλους τὸ πρὸς τὸ τέλος ἱέμενον.3 καὶ ταύτῃ δυνατὸν ἀκούειν τὴν ψυχήν, οὐχ ὅτι τὸ γνωστικὸν αὐτῆς μόνον τῶν ἄκρων γνωστῶν ἐστι μέσον, ἀλλὰ καὶ τὸ γνωστὸν αὐτῆς. διὸ καὶ οὐχ ἁπλῶς ἡ γνῶσις αὐτῆς, ἀλλ’ ἡ ψυχὴ μέση εἴρηται τῶν εἰδῶν καὶ εἶδος εἰδῶν καὶ εἶδος αἰσθητῶν, ἅπερ ἅπαντα τοῦ γνωστοῦ ἦν δηλωτικά (καὶ γὰρ τὸ εἶδος καὶ τὰ εἴδη καὶ τὰ αἰσθητὰ τῶν γνωστῶν σημαντικά), ὥσπερ ὁ νοῦς καὶ ἡ αἴσθησις τῶν γνωστικῶν. ἀλλ’ εἰ καὶ κατ’ αὐτὸν ἡ ψυχὴ πάντα ἐστὶ τὰ ὄντα τρόπον τινά, τίνι διοίσει τῆς Ἐμπεδοκλέους ὑποθέσεως, τῆς ἐκ τῶν στοιχείων αὐτὴν καὶ τῶν ὄντων ὑφιστώσης, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκῃ, ἧς πολὺς ἦν αὐτὸς κατήγορος ἐν τῷ πρώτῳ βιβλίῳ; ἢ καὶ ἐν ἐκείνοις ἐλέγομεν, ὡς ἐμέμφετο τῷ αὐτὰ τὰ πρῶτα ἢ τὰ ἔσχατα ἐν τῇ ψυχῇ δοκοῦντι λόγῳ ὑποτίθεσθαι, ἀλλ’ οὐχὶ τῷ τὴν μεσότητα τῆς ψυχῆς τοιαύτην ἀφοριζομένῳ, ὁποία πρὸς ἅπαντα κοινωνεῖν, οὐχ ὡς ἐκεῖνα οὖσαν, ἀλλ’ ὡς κατὰ τὴν ἰδίαν ὑπόστασιν λογικαῖς ἰδιότησιν μίαν ἅμα καὶ πεπληθυσμένην ὑπάρχουσαν, καθ’ ὅλην τε ὁμοῦ καὶ κατὰ τὴν οἰκείαν ἑκάστῳ γνωστικῶς συναρμοζομένην. ἐφιστάνει δὲ ὁ Πλούταρχος, ὅπως ἀνωτέρω τὴν ψυχὴν εἰπὼν δεκτικὴν τῶν εἰδῶν, καὶ οὐ πᾶσαν τοιαύτην ἀποφηνάμενος, ἀλλὰ μόνην τὴν νοητικήν, νῦν καὶ τὴν αἴσθησιν ἔφη4 τὰ εἴδη τῶν αἰσθητῶν εἶναι ἢ δυνάμει ἢ ἐνεργείᾳ. καὶ λύει ὅτι νοητικὴν καὶ ἐν ἐκείνοις πᾶσαν ὁμοῦ τὴν λογικὴν ψυχήν, τήν τε νοερὰν καὶ τὴν αἰσθητικὴν νοητικὴν ἔφη, ἵνα συμφωνῇ τοῖς ἐνταῦθα λεγομένοις, ὅτι οὐ κατὰ τὸν νοῦν μόνον, ἀλλὰ καὶ κατὰ τὴν αἴσθησιν τὰ εἴδη δέχεται. ἡμεῖς δὲ καὶ ἐν ἐκείνοις ἐπεσημηνάμεθα, ὅτι τῷ τῶν εἰδῶν ὀνόματι κυριώτερον τότε ἐπὶ τῶν οὐσιῶν ἐχρῆτο. τὰ γὰρ τῶν συμβεβηκότων ἢ οὐ κλητέον εἴδη, φησὶν ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικά, ἢ ἕτερον τρόπον καὶ ὑφειμένον. καὶ ἴσως οὐχ ἁπλῶς εἴδη, ἀλλὰ τὸ ὅλον συμβεβηκότα εἴδη ῥητέον, ὥσπερ καὶ νῦν αἰσθητῶν εἴδη ἔφη τὰ ἐν τῇ αἰσθήσει, τουτέστι συμβεβηκότα· τοιαῦτα γὰρ τὰ αἰσθητὰ ᾗ αἰσθητά, τὰ δὲ ἐπιστητὰ ἁπλῶς εἴδη ὀνομάζει ὡς οὐσίας.
“因此灵魂正如手一样;因为手是工具的工具,而理智是形相的形相,感觉是感觉对象的形相。” 他意图通过这些话表明,理性灵魂的分辨能力乃是介于第一批被认识的诸形相与最后那些被认识之物之间的中间状态,后者不再是形相,亦非依据实体而是依据某种偶性被认识。为了说明这种中间性,他将手作为工具的工具当作喻象来使用,这并非在手作为工具的意义上把手比作灵魂(因为理智和感觉并不像认识的工具那样),而是在手是一个中间性的工具的意义上,以使论述的意思是:正如手在诸工具中一样,介于使用它的事物与它所使用的事物之间,灵魂在诸认识机能中亦作为中间者,认识最初的和最后的认识对象。由灵魂推动并作为灵魂的工具的匠人的手,它自身既是他的工具,它自己也使用另一工具,比如用于砍伐的斧子。正因如此,它被恰当地称为使用它的工具的工具,而其他工具则是作为服侍它的工具。但正如所言,灵魂并非作为工具,而是作为认识的主体,处于最佳的认识对象(如通过观照亦向其本身延展的思想对象)与最后的认识对象(如通过自身最底层的认识即感觉亦把握到的感觉对象本身)之间。针对处于其两侧的这类认识对象,灵魂的认识的中间性得以被把握;因为当它观照自身内部的形相时,便不再是作为中间者了,除非在此处亦是在认识者逊于被认识者、正如向着目的趋近者逊于目的本身的意义上作为中间者。依此方式亦能够理解灵魂:不仅在于其认识机能处于两极认识对象的中间,而且其认识对象本身亦处于中间。因此,并非单纯是其认识,而是灵魂被称为处于形相之间的中间者,既是形相的形相,又是感觉对象的形相,而这些全都是表明认识对象的(因为形相、诸形相以及感觉对象皆指称认识对象),正如理智和感觉指称认识机能一样。但如果按照他[亚里士多德]的看法,灵魂在某种方式上亦是一切存在者,那么这与恩培多克勒的假说有何不同呢?后者将灵魂由诸元素和存在者构成,以便以同类认识同类,而他自己在第一卷中曾大力抨击这一假说。难道或者正如我们在那些地方所说的,他所责难的是似乎假定最初者本身或最后者本身在灵魂之中的论述,而不是将灵魂的中间性界定为具有与一切事物相沟通的性质的〔论述〕——这种性质并非由于它是那些事物本身,而是由于依据其自身的存有,通过理性的本性而同时作为单一且多样的存在,既作为一个整体又依据各自固有的方式在认识上得以吻合?然而普鲁塔克提出了疑问:他在前文称灵魂是诸形相的接受者,并宣告并非全部灵魂皆是如此,而仅仅是理智部分如此,为何现在又说感觉亦或以潜能或以现实是感觉对象的形相呢?普鲁塔克解答道:他在前文亦是将整个理性灵魂统称为“理智的”,将理智的部分与感觉的部分皆称为理智的,以便与此处所言相契合,即它不仅依据理智而且依据感觉接受形相。但我们在那些地方亦曾指出,他当时是在更为本真的意义上将“形相”之名用于实体之上。因为正如他在《形而上学》第七卷(Ζ卷)中所说,偶性的形相要么根本不应当被称为形相,要么应当以另一种次等的意义[被称为形相]。或许它们不应当被简称为形相,而应当完全被称为“偶性形相”,正如他现在把感觉之中的东西称为“感觉对象的形相”,即偶性一样;因为感觉对象作为感觉对象正是如此的,而关于可知的对象,他作为实体而简称为“形相”。
- 3.163ἵνα ᾖ ὁ λόγος, ὅτι ὅπερ ἐν ὀργάνοις ἐστὶν ἡ χείρ ... τοῦτο ἐν τοῖς γνωστικοῖς ἡ ψυχὴ
在由 ἵνα 引导的目的从句中,嵌入了“ὅπερ ... τοῦτο ...”(正如……那样,在……之中亦是如此)的比照句式。在 ὅπερ 从句中主语为 ἡ χείρ,系词为 ἐστίν;在由 τοῦτο 引导的对应分句中系词动词 ἐστί 承前省略,由主语和分词短语 ἡ ψυχὴ ὡς μέση γινώσκουσα 构成核心语义。
- 3.163ὄργανον τῶν χρωμένων ὀργάνων αὐτῇ, τῶν δὲ ὡς ὑπηρετούντων
属格短语 τῶν χρωμένων ὀργάνων αὐτῇ 与 τῶν δὲ ὡς ὑπηρετούντων 形成对称修饰关系。前者指使用手的主体或上位身体器官,后者指受手支配、服务于手的下位工具(如斧子)。手就其被上位者使用而言是工具,就其支配下位服役工具而言是“工具的工具”,体现了双重的中间媒介地位。
- 3.163ᾗ τὸ γνωστικὸν τοῦ γνωστοῦ ὑφεῖται ὡς τοῦ τέλους τὸ πρὸς τὸ τέλος ἱέμενον
在由关系副词 ᾗ(在……意义上/以……方式)引导的分句中,动词 ὑφεῖται(逊于、从属于)支配属格补足语 τοῦ γνωστοῦ。由 ὡς 引出的比较成分中,主格 τὸ πρὸς τὸ τέλος ἱέμενον(趋向目的者)与属格 τοῦ τέλους(目的)相对照,完全对应主句中的主格 τὸ γνωστικόν 与属格 τοῦ γνωστοῦ 的关系。
- 3.163ἐφιστάνει δὲ ὁ Πλούταρχος, ὅπως ἀνωτέρω τὴν ψυχὴν εἰπὼν ... νῦν καὶ τὴν αἴσθησιν ἔφη
动词 ἐφιστάνει(指出难点、提醒注意)接以 ὅπως 引导的间接疑问从句(如何……说了……)作为宾语。分词 εἰπών 和 ἀποφηνάμενος 刻画了此前论述(429a27)的前提背景,而从句中的主谓动词 ἔφη 则指向当前的论述(432a1),构成了对两者表面矛盾的质疑框架。
