← 辛普里丘

亚里士多德《论灵魂》注释

§281.12-281.37

灵魂中的形相与非质料对象的知解

针对亚里士多德关于灵魂中存在的是形相而非事物本身(431b28)的论证,辛普利丘阐明在感觉中事物与其本质相异,但在涉及非质料与不可分之物的科学知识中,事物本身与其本质是同一的,并据此辨析了两种理智与知识形态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.162

" Ἀνάγκη δ’ ἢ αὐτὰ ἢ τὰ εἴδη εἶναι. αὐτὰ μὲν δὴ οὔ· οὐ γὰρ ὁ λίθος ἐν τῇ ψυχῇ, ἀλλὰ τὸ εἶδος." Ἡ μὲν αἴσθησις ὁμολογουμένως οὐκ ἔστιν αὐτά, ἀλλὰ τὰ εἴδη αὐτῶν, ἐπειδὴ πᾶν τὸ αἰσθητὸν μεριστόν, ἀμέριστος δὲ οὐσία οὐδαμῶς αἰσθητή· διὸ ἕτερον ἐπὶ τούτων αὐτό τε καὶ τὸ εἶναι αὐτῷ,1 ὡς σαφῶς ταῦτα καὶ παρὰ τῷ φιλοσόφῳ διώρισται. ἐπὶ δὲ τῶν ἐπιστητῶν ἤτοι τῶν νοητῶν, ἐὰν μὲν ᾖ σύνθετος ἡ οὐσία ἡ ἐπιστητή, οὐκ ἔσται αὐτὴ ἐν τῇ ἐπιστήμῃ, ἀλλὰ τὸ εἶδος αὐτῆς (κατὰ γὰρ τὰ εἴδη πᾶσα γνῶσις ἀφώρισται καὶ οὐ κατὰ τὰ εἰδοποιούμενα)· ἐὰν δὲ αὐτὰ τὰ εἴδη ᾖ ἐπιστητά, κἄν τε τὰ φυσικὰ κἄν τε αἱ ἄυλοι οὐσίαι, ὡς αὐτή τε ἡ ψυχὴ καὶ τὰ τῆς ψυχῆς κρείττω, οὐχ ἕτερον αὐτό τε καὶ τὸ εἶναι αὐτῷ, καὶ ἡ ἐπιστήμη, κατὰ τὸ εἶναι τῶν πραγμάτων γινομένη, ὥσπερ καὶ ἡ αἴσθησις καὶ πᾶσα γνῶσις, ἐπειδὴ τοῖς πράγμασι τούτοις ταὐτὸν καὶ τὸ εἶναι αὐτῶν, ἔσται οὐ μόνον ἡ αὐτὴ τοῖς εἴδεσιν ἀλλὰ καὶ αὐτοῖς. διὸ ἐπὶ μὲν τῆς αἰσθήσεως σαφῶς διακέκριται, διότι κατὰ τὰ εἴδη τὰ ἔξω γινώσκει, οὐ μὴν καὶ αὐτὰ τὰ ἐν αὐτῇ· οὐκέτι δὲ καὶ ἐπὶ τῆς ἐπιστήμης. ποτὲ μὲν γὰρ ἕξει τὰ εἴδη αὐτῶν ἐπὶ τῆς τῶν εἰδοπεποιημένων γνώσεως, ποτὲ δὲ αὐτὰ ἐπὶ τῆς τῶν ἀμερίστων θεωρίας, ἐν οἷς ταὐτὸν αὐτό τε καὶ τὸ εἶναι αὐτῷ. ἡ γὰρ ἐπιστήμη κἂν τῶν ἔξωθεν ᾖ κατὰ τὰ ἐν αὐτῇ εἴδη, ἀλλὰ καὶ αὐτὰ θεᾶται τὰ ἐν αὐτῇ. τοσοῦτον δὲ ἐπιστήσαντες ἐπὶ τὰ ἑξῆς ἴωμεν, ὡς2 ἡ ἐπιστήμη διττὴ οὖσα, ἡ μὲν τοῦ ἔξω προελθόντος καὶ τελειωθέντος νοῦ, ἡ δὲ ἡ τοῦ οὐσιώδους καὶ τελειοῦντος, αὕτη μὲν ἡνωμένως τοῖς εἴδεσι συνάπτεται, ἐκείνη δὲ μετά τινος ἑτερότητος, καὶ ἑκατέρα μὲν δυνάμει ποτὲ γίνεται, ἀλλ’ ἡ μὲν τελειωτικὴ οὐ διαστρεφομένου ποτὲ τοῦ προϊόντος, ἀλλὰ καὶ πεδουμένου κατὰ τὸν Πλάτωνα, ἡ δὲ ἑτέρα καὶ ὡς διαστρεφομένου τοῦ προϊόντος, καὶ ὡς δεομένη αὐτὴ πάντως τοῦ κρείττονος εἰς τελείωσιν.

“必然地,要么是事物本身,要么是它们的形相。事物本身当然不是;因为在灵魂中的并不是石头,而是形相。” 公认的是,感觉并不是事物本身,而是它们的形相,因为凡可感觉之物皆是可分的,而不可分的实体决不能被感觉;因此在这些事物的情形中,事物本身与它的存在是相异的,正如哲学家[亚里士多德]亦已清楚界定的那样。但在科学知识的对象即思想对象的情形中,如果被认识的实体是复合的,它自身将不在科学知识之内,而是它的形相在其中(因为一切认识皆依据形相而被界定,而非依据被赋予形相之物);但如果科学知识的对象就是形相本身——无论是自然形相,还是非质料的实体,如灵魂自身以及优于灵魂者——事物本身与它的存在并非相异,而科学知识乃是依据事物的存在而生成的,正如感觉和一切认识一样,既然对于这些事物而言,它们自身与它们的存在是同一的,那么它不仅与形相是同一的,而且与事物本身也是同一的。因此在感觉的情形中已作出了明晰的区分,因为它依据形相认识外部事物,而绝非认识自身内部的这些事物;但在科学知识的情形中则不再如此。因为在对被赋予形相之物的认识中,它有时持有它们的形相,而在对不可分之物的观照中,它有时则持有事物本身,在这些事物中事物本身与它的存在是同一的。因为科学知识纵然是依据自身内部的形相而关涉外部事物,但它亦观照自身内部的这些事物本身。在提醒了这一点之后,让我们继续探讨后文:即科学知识有双重形式,一种属于向外展开并得以完满的理智,另一种属于本质的、使之完满的理智,后者与诸形相在统一的意义上相接,而前者则带有一种相异性,且二者虽有时皆处于潜能之中,但使之完满的知识并不是由于展开者发生歪曲,而是依照柏拉图的说法由于被束缚;而另一种知识则既由于展开者发生歪曲,亦由于其自身为了达到完满完全需要更优越之物。

语法注2 条
  1. 3.162αὐτό τε καὶ τὸ εἶναι αὐτῷ

    带与格 αὐτῷ 的带冠词不定式 τὸ εἶναι 是亚里士多德哲学的术语结构,意为“对它而言的存在”,即“本质”。它与主格的 αὐτό(事物自身)构成对比,表明在可感觉、可分的事物中具体事物与其本质相异(ἕτερον),而在不可分的非质料形相中二者则为同一。

  2. 3.162τοσοῦτον δὲ ἐπιστήσαντες ἐπὶ τὰ ἑξῆς ἴωμεν, ὡς

    分词 ἐπιστήσαντες 带有内在宾格 τοσοῦτον(意为“对这诸多内容引起注意”),修饰主句的劝勉语气假定式 ἴωμεν(“让我们前行/继续”)。随后的连词 ὡς 与 τοσοῦτον 构成同位语关系,引出具体的从属说明,即科学知识具有双重形式的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:281.12-281.37