- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:280.5-281.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论灵魂》卷三第八章开头(431b20–21)所作的总结及“灵魂在某种意义上是一切存在者”这一论题,辛普里丘纠正了文句的断句停顿,并详细辨析了感觉与科学知识中灵魂与其对象同一的不同方式。
" Νῦν δὲ περὶ ψυχῆς τὰ λεχθέντα συγκεφαλαιώσαντες, εἴπωμεν πάλιν." Τοῦ συγκεφαλαιώσαντες οὐ πρὸς τὸ εἴπωμεν ἀκουστέον,1 ἵνα λέγῃ ὅτι κεφαλαιωδῶς καὶ συνῃρημένως εἴπωμεν. οὐ γὰρ ἐπάγει τὰ λεχθέντα περὶ ψυχῆς οὐδὲ συγκεφαλαιοῦται, οἷον ὅσα περὶ τῆς φυτικῆς εἴρηται ζωῆς ἢ περὶ αἰσθήσεως ἢ περὶ φαντασίας, οὐδὲ περὶ τοῦ πρακτικοῦ νοῦ. ἀλλὰ τὰ λεχθέντα πάντα συγκεφαλαιώσαντές φησι, τουτέστι συμπληρώσαντες, καὶ ἐνταῦθα χρὴ ὑποστίξαντας ἐπάγειν τὸ εἴπωμεν πάλιν, ἅπερ καὶ λέγει.
“如今,在总括了关于灵魂所说的诸事之后,让我们重新再谈。” “总括了”一词不应与“让我们谈”连在一起来理解,仿佛他是说让我们概括且简要地谈。因为关于灵魂所说的那些事情,例如凡关于植物性生命、关于感觉、关于想象、或关于实践理智所说的事情,他既未在后文中附带引出,亦未加以概括。相反,他说“总括了”,意思是完成了、总结了所说的一切;应当在此处点断,然后接上“让我们重新再谈”,而这也正是他所说的内容。
"Ὅτι ἡ ψυχὴ τὰ ὄντα πώς ἐστι πάντα. ἢ γὰρ αἰσθητὰ τὰ ὄντα ἢ νοητά." Ἐκείνων ἡμᾶς ἀναμιμνήσκων διὰ τούτων τῶν εἰρημένων ἤδη (διὸ καὶ εἴπωμεν πάλιν ἔφη), ὡς ἡ μὲν κατὰ δύναμιν γνῶσις δυνάμει ἐστὶ τὰ γνωστὰ τρόπον τινά, ἡ δὲ ἐνεργοῦσα κατ’ ἐνέργειαν. τρόπον δέ τινα (τοῦτο γὰρ αὐτῷ δηλοῖ τὸ πῶς), ἐπειδή, ὡς ἐρεῖ, οὐ τὰ αἰσθητά ἐστιν ἡ αἴσθησις, ἀλλὰ τὰ τῶν αἰσθητῶν εἴδη. ἐν μὲν οὖν τῇ αἰσθήσει ἐνεργούσῃ τὰ τῶν αἰσθητῶν εἴδη ἐγγίνεται οὐκ ἔξωθεν, ἀλλ’ ἔνδοθεν ἐκ τῆς οὐσίας ἐν τῇ ἐνεργείᾳ, ὅτε καὶ ἐνεργεῖ. καὶ γὰρ αὐτὴ ἡ γνωστικὴ ἐνέργεια ὅλη ἔνδοθεν, ὥστε καὶ τὰ καθ’ ἃ ὁρίζεται εἴδη· ἀλλὰ τὴν ἀπάτην ποιεῖ τὸ κατὰ τὴν σχέσιν τὴν πρὸς τὰ ἔξω καὶ αὐτὴν τὴν ἐνέργειαν καὶ τὰ γινωσκόμενα προβάλλεσθαι. ὡς δὲ ἡ ἐνέργεια οὐκ ἔξωθεν, οὕτως οὐδὲ τὰ καθ’ ἃ γινώσκει εἴδη. ἐν δὲ τῇ ἐπιστήμῃ τὰ ἐπιστητά, ἃ καὶ νοητὰ καλεῖ, διότι καὶ αὐτὴν τὴν ἐπιστημονικὴν γνῶσιν ὡς καὶ πᾶσαν λογικὴν ἐνέργειαν νόησιν καλεῖ, καὶ διότι καὶ ὁ ἀκρότατος τῆς ψυχῆς οὐσιώδης νοῦς ἦν πως καὶ ἐπιστήμη διὰ τὴν πρὸς λόγον ἀπόκλισιν. ἐπιστῆσαι δὲ ἄξιον ὅτι ἐπὶ μὲν τῆς αἰσθήσεως σαφῶς διεῖλε τὰ ἐν αὐτῇ ἐγγινόμενα εἴδη ἀπὸ τῶν ἔξω κειμένων αἰσθητῶν· οὐ γὰρ αὐτά, φησιν, ἡ αἴσθησις, ἀλλὰ τὰ τούτων εἴδη· οὐκέτι δὲ αὐτὸ διακρίνει ἐπὶ τῆς ἐπιστήμης, ἀλλὰ τὰ ἐπιστητὰ αὐτὴν εἶναι βούλεται. τοῦτο δέ, διότι ἐπιστήμη καὶ τῶν ὑφειμένων ἐστὶ κριτική, ὥσπερ ὅταν τὰ φυσικὰ θεωρῇ ἢ τὰ μαθηματικά, καὶ τῶν συστοίχων ἑαυτῇ πραγμάτων, ἀνατείνεται δὲ καὶ πρὸς τὰ κρείττω. καὶ δῆλον ὡς οὔτε τὰ κρείττω οὔτε τὰ ὑφειμένα ἐστίν, ἀλλ’ ἐκεῖνα ὅσα αὐτῇ συστοίχως ἐστὶ γνωστά, ὑφειμένως μὲν ὄντα οἷα τὰ πρῶτα, κρειττόνως δὲ οἷα τὰ μετὰ ταῦτα· κατὰ γὰρ τὰ ἐν αὐτῇ καὶ πρὸς τὰ πρῶτα ἀνατείνεται καὶ τῶν δευτέρων ἐστὶ θεωρητική. ὥστε αὐτὰ τὰ ἐπιστητὰ αὐτή, ἀλλὰ τὰ μὲν κατὰ τὴν ἀκριβεστάτην ταὐτότητα, τὰ δὲ δευτέρως, τὰ δὲ κρειττόνως. διὸ εἰπὼν τὴν ἐπιστήμην εἶναί πως τὰ ἐπιστητά, τὴν δὲ αἴσθησιν τὰ αἰσθητά, ἀξιοῖ τὸν τρόπον ζητεῖν, ἵνα ὅτι ἡ μὲν αἴσθησις οὐκ αὐτά ἐστι τὰ αἰσθητὰ ἀλλὰ τὰ εἴδη αὐτῶν γνῶμεν, ἡ δὲ ἐπιστήμη αὐτὰ τὰ ἐπιστητά, τῆς ταὐτότητος, ὡς εἴρηται, ἢ ἀκριβοῦς ἢ ἀνειμένης ὑπαρχούσης. διελὼν δὲ κατὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ τήν τε ἐπιστήμην καὶ τὴν αἴσθησιν, καὶ τὰ ταύταις γνωστὰ ὡς γνωστὰ ποτὲ μὲν δυνάμει ποτὲ δὲ ἐνεργείᾳ ὄντα, καὶ ὁρίσας, πότε δυνάμει ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις, ὅτε οὐκ ἐπιστάμενον τὸ γνωστικὸν τῆς ψυχῆς οὐδὲ αἰσθανόμενον ἀλλ’ ἐπιστημονικὸν καὶ αἰσθητικὸν λέγομεν τότε, τὸ πῶς ἡ μὲν αἴσθησις ἐστὶ τὰ αἰσθητά, ἡ δὲ ἐπιστήμη τὰ ἐπιστητά, σαφηνίζει γράφων·2
“即灵魂在某种意义上是一切存在者;因为存在者要么是可感觉的,要么是可思惟的。” 他通过这些话让我们忆及那些已经说过的事情(正因如此,他才说“让我们重新再谈”)——即潜能上的认识在某种意义上在潜能中就是所认识的对象,而现实活动着的认识则是在现实中是所认识的对象;至于“在某种意义上”(因为这对他而言正是“在某种意义上”所表明的),乃是因为正如他稍后将说的,感觉并不是可感觉对象本身,而是可感觉对象的诸形相。因此,在现实活动着的感觉中,可感觉对象的形相并不是从外部产生的,而是在它活动时从内部、从活动中的实体中产生的。因为认识活动本身完全来自内部,从而那借以被规定的形相亦是如此;然而,活动本身以及被认识之物皆依据与外部事物的关系而展现出来,这一事实造成了误解;但正如活动并非来自外部,它借以认识的诸形相亦同样不是来自外部。但在科学知识中,知识的对象在其自身之内,他亦将之称为可思惟之物,因为他把科学认知本身同一切理智活动一样皆称为思惟,且因为灵魂之至高的本质理智由于向理性说理的倾斜,亦在某种意义上曾是科学知识。值得留意的是,在感觉的情形中,他明晰地将产生于其中的形相与外在设立的可感觉对象区分开来(因为他说感觉并不是那些对象本身,而是这些对象的形相);但在科学知识的情形中,他不再作此区分,而是意指知识自身就是知识对象本身。这是因为科学知识既能批判、判定下位之物(正如当它观照自然事物或数学事物时),亦能批判、判定与自身同列之物,且它还向更优越之物向上延伸。显然,它既非更优越之物,亦非下位之物,而是那些与自身同列的、可认识之物,这些事物以下位的方式呈现为第一位事物的模样,而以更优越的方式呈现为后继事物的模样(因为依据其自身内部的事物,它既向第一位事物向上延伸,亦是第二位事物的观照者)。因此,科学知识自身就是知识对象本身,只不过有些是依据最精确的同一性,有些是依第二位的形式,有些则是以更优越的方式。因此,在说了科学知识在某种意义上是知识对象、而感觉则是可感觉对象之后,他要求探讨其方式,以便我们明白:感觉并不是可感觉对象本身而是它们的形相,而科学知识则是知识对象本身,正如所言,其同一性或为精确的,或为宽泛的。在依据潜能与现实区分了科学知识与感觉,并将为它们所认识的事物就其作为可认识者而言区分为有时在潜能中、有时在现实中存在,且规定了科学知识与感觉何时处于潜能中(即当灵魂的认知部分既不在认识亦不在感觉、但我们那时称之为有科学认知能力的和有感觉能力的时)之后,他通过如下文句阐明了感觉在何种意义上是可感觉对象、而科学知识则是知识对象:
- 3.160Τοῦ συγκεφαλαιώσαντες οὐ πρὸς τὸ εἴπωμεν ἀκουστέον
中性单数属格 τοῦ 实词化了所引用的分词 συγκεφαλαιώσαντες,与非人称动形容词 ἀκουστέον 连用,构成表示涉及/关涉的属格(“关于 συγκεφαλαιώσαντες 这一词,不应理解为……”)。辛普里丘指出,该分词不应被当作修饰主要动词 εἴπωμεν 的方式状语(“让我们概括地谈”),而应被视为表示先前论述告一段落的时间性分界,在其后需要停顿。
- 3.161Ἐκείνων ἡμᾶς ἀναμιμνήσκων ... σαφηνίζει γράφων
该长句的句法骨架是以文末的定式主动词 σαφηνίζει γράφων(“通过如下书写阐明了……”)为核心,亚里士多德为省略的主语。句首的前置分词 Ἐκείνων ἡμᾶς ἀναμιμνήσκων(“让我们忆及那些事情……”)以及随后的 διελὼν δὲ ... καὶ ὁρίσας(“区分了……并规定了……”)皆修饰该主语。Ἐκείνων 为 ἀναμιμνήσκων 所支配的属格宾语,先引了后文的 ὡς 从句。
