← 辛普里丘

亚里士多德《论灵魂》注释

§279.4-280.4

现实理智与事物的同一性及分离思惟

针对亚里士多德在431b16–17中论及的现实理智与事物的同一性,以及未脱离量度的理智是否能够思惟脱离之物的难题,辛普里丘通过语序调整阐明了文意,并评析与批判了阿芙洛狄西亚的亚历山大的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.158

" Ὅλως δὲ ὁ νοῦς ἐστιν ὁ κατ’ ἐνέργειαν τὰ πράγματα νοῶν." Βούλεται μὲν καὶ νῦν, ὅπερ πολλάκις προεῖπέ τε καὶ αὖθις ἐρεῖ, ὑπομνῆσαι, ὅτι πᾶς νοῦς ὅταν ἐνεργῇ, ὁ αὐτός ἐστι τοῖς νοουμένοις καὶ ἔστιν ἅπερ τὰ νοούμενα. χρὴ δὲ διὰ τὸ σαφῆ ποιῆσαι τὴν λέξιν ἐπὶ σμικρὸν μεταθεῖναι καὶ ὧδε ἀναγνῶναι· ὅλως δὲ ὁ νοῦς ἐστι τὰ πράγματα ὁ κατ’ ἐνέργειαν νοῶν.1

“普遍地,理智是现实地思惟事物的。” 他现在亦欲使人忆及他此前屡次说过且稍后仍将重述的论点:即一切理智每当其活动时,便与被思惟之物相同,且就是被思惟之物本身。但为了使文句明晰,必须略微调整其语序而如此读:“普遍地,现实地思惟的理智就是事物本身。”

§3.159

"Ἆρα δὲ ἐνδέχεται τῶν κεχωρισμένων τι νοεῖν αὐτὸν ὄντα μὴ κεχωρισμένον μεγέθους, ἢ οὔ, σκεπτέον ὕστερον." Ἐσχάτας τοῦ νοῦ θεασάμενος ἐνεργείας, κατὰ τὴν πρὸς αἴσθησιν καὶ φαντασίαν συμπλοκὴν μόνων τῶν συμβεβηκότων καὶ τούτων ὡς καθ’ ἑαυτὰ ὄντων ἀντιληπτικάς, οἷον εὐλαβηθείς, μὴ ἀχώριστον καὶ αὐτὴν τὴν τοῦ νοοῦντος οὐσίαν σωμάτων ἐκ τῶν τοιούτων ἐνεργειῶν οἰηθῶμεν,2 ἐφιστάνει ἡμᾶς καὶ παρακαλεῖ ἐπισκέπτεσθαι, μὴ ἀδύνατον ᾖ ἀχώριστον ὄντα γνωστικὸν εἶναι τῶν χωριστῶν εἰδῶν. προείρηται γὰρ ὡς καὶ αὐτὸς ὁ ἔξω προϊὼν καὶ καθ’ ἕξιν προβαλλομένην τελειωθεὶς ὑπὸ τοῦ οὐσιώδους νοῦ ἑαυτόν τε δύναται καὶ τὰ χωριστὰ γινώσκειν εἴδη. οὐκ ἄν, εἴ γε ἀχώριστος ἦν, τοῖς χωριστοῖς συνηρμόζετο οὐδ’ ἂν ἐγίνετο αὐτὰ τὰ χωριστά, ὅτε ἐνήργει. ὡς γὰρ ὁ τὴν ὑγείαν νοῶν κατὰ τὸ τῆς ὑγείας ἵσταται εἶδος, οὕτω καὶ ὁ τὸ χωριστὸν κατὰ τὸ χωριστὸν ἑστήξεται. οὐχ οἷόν τε δὲ τὸ ἀχώριστον ὅπερ χωριστὸν γίνεσθαι. ὁ δὲ φιλόσοφος ὑπερέθετο τὴν ζήτησιν, τάχα μὲν ὡς καὶ ὕστερον τοῦτο ἐνδειξόμενος, εἰ καὶ μὴ ἐναργῶς, τάχα δὲ ὡς καὶ τοῖς ἀναγινώσκουσιν τὴν ζήτησιν προτείνων, ὀφείλουσιν ἐκ τῶν πολλάκις ἤδη αὐτῷ παραδεδομένων διαρθροῦν τὸ προκείμενον. καὶ γὰρ ὅτι εἴ τι συνέχει σῶμα ὁ νοῦς καὶ πλάσαι χαλεπὸν προείρηται, καὶ ὅτι ἡ μὲν αἴσθησις ὀργάνῳ τῷ σώματι χρῆται ἀεί, οὐχὶ δὲ καὶ ὁ νοῦς, καὶ ὅτι ἑαυτὸν γινώσκειν δύναται· ἡ δὲ εἰς ἑαυτὸ ἐπιστροφὴ ὅλῳ δι’ ὅλου παντὶ σώματι ἀδύνατος. ἀλλ’ ὅ γε Ἀλέξανδρος καὶ τὸν ἀχώριστόν φησιν ἐνδέχεσθαι τῶν χωριστῶν εἶναι γνωστικόν, ἐπειδὴ καὶ ἀπὸ τῶν ἀχωρίστων ἡ εἰς τὰ χωριστὰ αὐτῷ ἀναφορά. ἀλλ’ οὐκ ἦν ἡ ἀναφορὰ ἡ αὐτὴ τῇ νοήσει. ἡ μὲν γὰρ οἷον πληγή τίς ἐστι καὶ ἔγερσις, ἡ δὲ τέλος ἡ νόησις. ἄρχεται μὲν οὖν ἐντεῦθεν καὶ ἐκ τῶν ἀχωρίστων ἡ ψυχὴ διὰ τὴν εἰς τὸ ἔξω παντελῆ ῥοπήν, οὐκέτι δυναμένη εἰς ἑαυτὴν ἢ εἰς τὰ κρείττω ἐνεργεῖν διὰ τὴν εἰς τὸ ἔξω πολλὴν ῥοπήν· ὡς δὲ εἰκόσιν ἐκείνοις προσβάλλουσα ὡς ἀπὸ εἰκόνων ἐπὶ τὰ πρωτότυπα ἑαυτὴν ἀνάγει. οὐ γὰρ ὡς τὸ ἀχώριστον ἀδυνατεῖ χωριστὰς ἔχειν ἐνεργείας, οὕτω καὶ τὸ χωριστὸν οὐδὲν ἀχωρίστως προβάλλεται,3 ἀλλ’ ὅταν δευτέραις καὶ ἀχωρίστοις συμπλέκηται ζωαῖς, τότε καὶ ἀχωρίστους προβάλλεται ἐνεργείας, ὥσπερ ἡ καθόλου πρότασις μετὰ τῆς μερικῆς μερικὸν ἀποτελεῖ συμπέρασμα, τῇ δὲ μερικῇ οὐδέποτε καθ’ αὑτὴν οὔτε μετὰ τῆς καθόλου συμπεραίνοιτο ἄν τι καθόλου.

“但它在未脱离量度的情况下,是否可能思惟脱离之物中的某种,或者不能,须在稍后加以考察。” 在观照了理智的最末端活动(即依据与感觉和想象的交织,仅把握偶性且将之作为依其自身存在者来把握的活动)之后,他宛如出于戒备,以免我们因这些活动而认为思惟者的实体本身亦不可脱离物体,因而促请我们留意并告诫我们去考察:不可脱离之物是否不可能成为脱离之形相的认知者。因为此前已曾说明,甚至那向外行进且依据展开了的素养而由本质理智所完善的理智本身,亦能够认识自身及脱离之形相。假使它是不可脱离的,它就既不能与脱离之物相调和,亦不能在活动时成为脱离之物本身。因为正如思惟健康者依据健康之形相而确立,思惟脱离之物者亦将依据脱离之物而确立。但不可脱离之物绝不可能成为脱离之物本身。然而这位哲学家延后了这一探究,或许是因为他稍后亦将指明此点(即便不够明晰),或许亦是因为他欲将此探究呈递给读者,而读者们应当根据他此前屡次传授的论据来辨析摆在面前的论题。因为此前已曾说过,若理智统摄某种物体,那甚至连想象亦很困难;且感觉始终将身体作为工具使用,理智则不然;以及理智能够认识自身,而整个自身通过整个自身的向内回归对一切物体而言皆是不可能的。但亚历山大却声称,即便是不可脱离之物亦可能成为脱离之物的认知者,因为由不可脱离之物向脱离之物的溯涉亦属于它。然而这种溯涉与思惟本身并不相同。因为前者宛如某种触动与觉醒,而思惟则是终极目的。因此,灵魂由于向外的全然倾注,因向外的巨大倾注而不再能够向自身或向更优越者活动,遂从此处出发,即从不可脱离之物出发;但它将那些事物作为图像来接触,便宛如从图像出发将自身提升至原形。因为并非如不可脱离之物不能拥有脱离的活动那样,脱离之物亦绝不能以不可脱离的方式展开活动;相反,当它与次级的、不可脱离的生命相交织时,它那时亦会展开不可脱离的活动,正如全称前提与特称前提一道得出特称结论,但由特称前提,无论是依其自身还是与全称前提一道,皆绝不可能得出任何全称结论。

语法注3 条
  1. 3.158ὅλως δὲ ὁ νοῦς ἐστι τὰ πράγματα ὁ κατ’ ἐνέργειαν νοῶν

    亚里士多德原文的语序(ὁ νοῦς ἐστιν ὁ κατ’ ἐνέργειαν τὰ πράγματα νοῶν)可能使主谓对应产生多义性,辛普里丘建议通过语序倒装,将 τὰ πράγματα 提至系词 ἐστι 之后作表语,而将 ὁ κατ’ ἐνέργειαν νοῶν 作为修饰主语的限定性分词短语后置,以此彰显“现实思惟时的理智即事物本身”这一论点。

  2. 3.159μὴ ἀχώριστον καὶ αὐτὴν τὴν τοῦ νοοῦντος οὐσίαν σωμάτων ἐκ τῶν τοιούτων ἐνεργειῶν οἰηθῶμεν

    由前面的分词 οἷον εὐλαβηθείς(宛如出于戒备)引出的表示担忧的 μή 从句,意为“以免……/担心……”。在从句内部,αὐτὴν τὴν τοῦ νοοῦντος οὐσίαν 为宾格主语,ἀχώριστον ... σωμάτων(不可脱离物体)为其宾格表语,其中 σωμάτων 为分离属格。

  3. 3.159οὐ γὰρ ὡς τὸ ἀχώριστον ἀδυνατεῖ χωριστὰς ἔχειν ἐνεργείας, οὕτω καὶ τὸ χωριστὸν οὐδὲν ἀχωρίστως προβάλλεται

    整体为一个被否定的相关比照句式:οὐ... ὡς..., οὕτω καί...(“并非如……那样,……亦……”)。主句的主语为 τὸ χωριστόν,谓语动词为 προβάλλεται,οὐδέν 作为内部宾语或副词性宾格(“绝不/绝无任何”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:279.4-280.4